You are on page 1of 1

Ἀναβὰς δὲ εἰς Ἴλιον ἔθυσε τῇ Ἀθηνᾷ καὶ τοῖς ἥρωσιν ἔσπεισε.

Τὴν δὲ Ἀχιλλέως
στήλην ἀλειψάμενος λίπα καὶ μετὰ τῶν ἑταίρων συναναδραμὼν γυμνὸς, ὥσπερ
ἔθος ἐστίν, ἐστεφάνωσε, μακαρίσας αὐτόν ὅτι καὶ ζῶν φίλου πιστοῦ καὶ δὲ
τελευτήσας μεγάλου κήρυκος ἔτυχεν.

βουλόμενος δὲ τῷ θεῷ χρήσασθαι περὶ τῆς στρατείας ἦλθεν εἰς Δελφούς: καὶ κατὰ τύχην
ἡμερῶν ἀποφράδων οὐσῶν, ἐν αἷς οὐ νενόμισται θεμιστεύειν, πρῶτον μὲν ἔπεμπε παρακαλῶν
τὴν πρόμαντιν. ὡς δὲ ἀρνουμένης καὶ προϊσχομένης τὸν νόμον αὐτὸς ἀναβὰς βίᾳ πρὸς τὸν ναὸν
εἷλκεν αὐτήν, ἡ δὲ ὥσπερ ἐξηττημένη τῆς σπουδῆς εἶπεν ‘ἀνίκητος εἶ, ὦ παῖ,’ τοῦτο ἀκούσας
Ἀλέξανδρος οὐκέτι ἔφη χρῄζειν ἑτέρου μαντεύματος, ἀλλ᾽ ἔχειν ὃν ἐβούλετο παρ᾽ αὐτῆς
χρησμόν.

Βουλόμενος δὲ τῷ θεῷ χρήσασθαι περὶ τῆς στρατείας ἦλθεν εἰς Δελφούς: καὶ κατὰ τύχην
ἡμερῶν ἀποφράδων οὐσῶν, ἐν αἷς οὐ νενόμισται θεμιστεύειν, πρῶτον μὲν ἔπεμπε παρακαλῶν
τὴν πρόμαντιν. ὡς δὲ ἀρνουμένης καὶ προϊσχομένης τὸν νόμον αὐτὸς ἀναβὰς βίᾳ πρὸς τὸν ναὸν
εἷλκεν αὐτήν, ἡ δὲ ὥσπερ ἐξηττημένη τῆς σπουδῆς εἶπεν ‘ἀνίκητος εἶ, ὦ παῖ,’ τοῦτο ἀκούσας
Ἀλέξανδρος οὐκέτι ἔφη χρῄζειν ἑτέρου μαντεύματος, ἀλλ᾽ ἔχειν ὃν ἐβούλετο παρ᾽ αὐτῆς
χρησμόν.

You might also like