You are on page 1of 2

Άννα Κομνηνή, Αλεξιάς, Προοίμιο, έκδ.

 A. Kambylis - D.R. Reinsch, CFHB 40, Berlin, 2001

1-2

(1)     Ῥέων ὁ χρόνος ἀκάθεκτα καὶ ἀεί τι κινούμενος παρασύρει καὶ παραφέρει πάντα τὰ ἐν
γενέσει καὶ ἐς βυθὸν ἀφανείας καταποντοῖ ὅπου μὲν οὐκ ἄξια λόγου πράγματα, ὅπου δὲ μεγάλα τὲ
καὶ ἄξια μνήμης, καὶ τά τε ἄδηλα φύων κατὰ τὴν τραγῳδίαν καὶ τὰ φανέντα κρυπτόμενος. ἀλλ’ ὅ
γε λόγος ὁ τῆς ἱστορίας ἔρυμα καρτερώτατον γίνεται τῷ τοῦ χρόνου ῥεύματι καὶ ἵστησι τρόπον
τινὰ τὴν ἀκάθεκτον τούτου ῥοὴν καὶ τὰ ἐν αὐτῷ γινόμενα πάντα, ὁπόσα ὑπερείληφε, ξυνέχει καὶ
περισφίγγει καὶ οὐκ ἐᾷ διολισθαίνειν εἰς λήθης βυθούς. (2) ταῦτα δὲ διεγνωκυῖα ἐγὼ Ἄννα,
θυγάτηρ μὲν τῶν βασιλέων Ἀλεξίου καὶ Εἰρήνης, πορφύρας τιθήνημά τε καὶ γέννημα, οὐ
γραμμάτων οὐκ ἄμοιρος, ἀλλὰ καὶ τὸ ἑλληνίζειν ἐς ἄκρον ἐσπουδακυῖα καὶ ῥητορικῆς οὐκ
ἀμελετήτως ἔχουσα καὶ τὰς ἀριστοτελικὰς τέχνας εὖ ἀναλεξαμένη καὶ τοὺς Πλάτωνος διαλόγους
καὶ τὸν νοῦν ἀπὸ τῆς τετρακτύος τῶν μαθημάτων πυκάσασα (δεῖ γὰρ ἐξορχεῖσθαι ταῦτα, καὶ οὐ
περιαυτολογία τὸ πρᾶγμα, ὅσα ἡ φύσις καὶ ἡ περὶ τὰς ἐπιστήμας σπουδὴ δέδωκε καὶ ὁ Θεὸς
ἄνωθεν ἐπεβράβευσε καὶ ὁ καιρὸς συνεισήνεγκε) βούλομαι διὰ τῆσδέ μου τῆς γραφῆς τὰς πράξεις
ἀφηγήσασθαι τοὐμοῦ πατρὸς οὐκ ἀξίας σιγῇ παραδοθῆναι οὐδὲ τῷ ῥεύματι τοῦ χρόνου
παρασυρῆναι καθάπερ εἰς πέλαγος ἀμνημοσύνης, ὅσας τὲ τῶν σκήπτρων ἐπειλημμένος
κατεπράξατο καὶ ὅσας πρὸ τοῦ διαδήματος ἔδρασεν ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος. τοῦ
διαδήματος ἔδρασεν ἑτέροις βασιλεῦσιν ὑπηρετούμενος.

Ταύτας δὲ λέξουσα ἔρχομαι οὐχ’ ὡς ἐπίδειξίν τινα τῆς περὶ λόγους ποιουμένη ἀσκήσεως,
ἀλλ’ ὡς ἂν μὴ πρᾶγμα τηλικοῦτον τοῖς ἔπειτα γενησομένοις καταλειφθείη ἀμάρτυρον, ἐπεὶ καὶ τὰ
μέγιστα τῶν ἔργων, εἰ μή πως ἄρα διὰ τῶν λόγων φυλαχθείη καὶ τῇ μνήμῃ παραδοθείη, τῷ τῆς
σιωπῆς ἀποσβέννυται σκότῳ. ἦν γὰρ ὁ ἐμὸς πατήρ, ὡς αὐτὰ τὰ πράγματα ἔδειξεν, ἐπιστάμενος
ἄρχειν καὶ ὑπείκειν, ἐς ὅσον χρή, τοῖς ἄρχουσιν. ἀλλὰ καὶ τὰς ἐκείνου πράξεις προελομένη
συγγράφειν δέδοικα τὸ ὑφορμοῦν τὲ καὶ ὑποτρέχον, μή ποτε λογίσαιτό τις τὰ τοῦ ἐμοῦ πατρὸς
συγγράφουσαν τὰ ἑαυτῆς ἐπαινεῖν, καὶ ψεῦδος ἅπαν δόξῃ τὸ τῆς ἱστορίας πρᾶγμα καὶ ἐγκώμιον
ἄντικρυς, εἴ τι τῶν ἐκείνου θαυμάζοιμι. εἰ δέ που αὐτὸς ἐνέγκοι καὶ τὸ πρᾶγμα βιάζοιτο, ὥστε
καθάπτεσθαί τι καὶ τῶν ἐκείνου, οὐ δι’ ἐκεῖνον, ἀλλὰ διὰ τὴν τῶν πραγμάτων φύσιν, δέδοικα
πάλιν τοὺς φιλοσκώμμονας, μή μοι τὸν τοῦ Νῶε Χὰμ ἐπενέγκοιεν ἐποφθαλμιῶντες ἅπαντες πρὸς
ἅπαντας καὶ οὐ καθορῶντες τὸ καλῶς ἔχον ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τὸν ἀναίτιον καθ’
Ὅμηρον αἰτιόωνται.  ὅταν γάρ τις τὸ τῆς ἱστορίας ἦθος ἀναλαμβάνῃ, ἐπιλαθέσθαι χρὴ εὐνοίας καὶ
μίσους καὶ πολλάκις κοσμεῖν τοὺς ἐχθροὺς τοῖς μεγίστοις ἐπαίνοις, ὅταν αἱ πράξεις ἀπαιτῶσι
τοῦτο, πολλάκις δὲ ἐλέγχειν τοὺς ἀναγκαιοτάτους, ὅταν αἱ τῶν ἐπιτηδευμάτων ἁμαρτίαι τοῦθ’
ὑποδεικνύωσι. διόπερ οὔτε τῶν φίλων καθάπτεσθαι οὔτε τοὺς  ἐχθροὺς ἐπαινεῖν ὀκνητέον. ἐγὼ δὲ
καὶ τούτους κἀκείνους, καὶ τοὺς πληττομένους ἐφ’ ἡμῖν καὶ τοὺς ἀποδεχομένους ἡμᾶς,
παραμυθησαίμην ἂν ἀπὸ τῶν πραγμάτων αὐτῶν καὶ τῶν ἑωρακότων τὰ πράγματα αὐτοὺς τὲ καὶ
τὰ πράγματα μαρτυραμένη. ἐνίων γὰρ τῶν νῦν ὄντων ἀνθρώπων οἱ μὲν πατέρες, οἱ δὲ πάπποι
ἐγένοντο οἱ τούτων συνίστορες.   

Αλεξιάς, Βιβλίο 15, 11.16-19


16) οὕτως εἶχον [οὖν τὰ καθ’ ἡ]μ̣ᾶς καὶ ὡς ἀληθῶς, τοῦτο δὴ τὸ ψαλλό [μενον, αἱ ὠδ]ίνες θανάτου
τὸ τηνικαῦτα ἡμᾶς κατε[κύκλωσαν]. καὶ τότε δὴ ᾐσθόμην ἔκφρονος ἐμαυ [τῆς γεγον]υίας.
ἐμεμήνειν γὰρ καὶ οὐκ εἶχον ὅ τι [καὶ γέν]ω̣μαι καὶ πῇ τράπωμαι, ὁρῶσα τήν τε [βασιλ]ίδα εἰς τὸν
πόντον ἐμβεβλημένην τῶν συμφορῶν καὶ τὸν αὐτοκράτορα ταῖς συνεχέσι λειπο [θμίαις] εἰς
τοὔσχατον τῆς ζωῆς ἐλαυνόμενον. ἀλλὰ καὶ π[άλιν] ἐκεῖνος ἀνενέγκας τῆς δευτέρας λειποθυμίας
ὕ̣[δατος] αὐτῷ ἐπιρρανθέντος ψυχροῦ καὶ τοῦ τῶν ῥόδων σταλάγματος παρὰ τῆς φιλτάτης ἐμῆς
ἀδελφῆς Μαρίας τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν ἐπέσκηπτε τῇ βασιλίδι. καὶ πάλιν εἰς τρίτην
λειποθυμίαν ἐνέπιπτεν [ὁ βασιλεὺς] καὶ μετάστασις ἔδοξε τῇ βασιλικῇ κλίνῃ <γενέσθαι> παρά
τ[ινων] τῶν ἀμφὶ τὸ σῶμα ἐκείνου πονούντων, καὶ με [τέβ]η[μεν] καὶ μετεστήσαμεν τὸν
αὐτοκράτορα κλινοπετῆ κ[ατά] τι μέρος ἕτερον τοῦ πεντωρόφου οἰκήματος, εἴ πού γ’ [ἐξείη] οἱ
ἐλευθεριώτερον ἀναπνεύσαντα ἀέρα τῆς λειποθυμίας ἀνενεγκεῖν. ἀπέβλεπε γὰρ τὸ μέρος ἐκεῖνο
πρὸς βορρᾶν καὶ οἰκήματα οὐδαμοῦ ἦσαν ἐπι[προσ]θοῦντα ταῖς θύραις. ἀλλ’ ὁ τῆς βασιλείας
διάδο[χος] προφθάσας ὑπεξῄει πρὸς τὸ ἀποτετα<γ>μέν̣[ον αὐτῷ] οἴκηματὸν τοῦ βασιλέως ἐπιγνοὺς
ἀνὰ ν[ύκτα θάνατον] καὶ ἐπέσπευδε τὴν ἐξέλευσιν καὶ ἠπείγετο κ̣[ατὰ τὸ] μέγα παλάτιον. ἡ πόλις
δὲ τὸ τηνικάδ’ ἐκυκ̣[ᾶτο ἅπασα·] ἐταράχθη γάρ, οὐ μέντοι καὶ παντάπασιν [συνεταράχθη.] ἡ δέ γε
βασιλίς· „ἐ<ρ>ρίφθω τὰ πάντα“, εἰπο̣[ῦσα μετὰ μακροῦ] κωκυτοῦ, „καὶ διάδημα καὶ βασιλεί[α καὶ
ἐξουσία καὶ] κράτος ἅπαν καὶ θρόνο<ς> τὲ καὶ ἀρχαὶ“ γο[ερῶς κατῆρχε τῆς] θρηνῳδίας.
συνεπεκώκυον δὲ καὶ αὐτὴ π̣[άντων τῶν ἄλλων] καταφρονήσασα, καὶ συνεπένθουν καὶ [αἱ ἐμαὶ
ἀδελφαὶ] καὶ ἐσπάραττον ἑαυτὰς γοερὸν ἀνοιμώζουσ̣ [αι, ἀλλὰ καὶ πάλιν] εἰς δύναμιν
ἀνηλαυνόμεθα ταύτην. ἐπ[εὶ δὲ ἐν ταῖς ἐ]σχάταις ἀναπνοαῖς ὁ βασιλεὺς ἦν καί, τοῦ̣[το δὴ τὸ
λε]γόμενον, ἐψυχορράγει, πρὸς τῇ κεφαλῇ [αὐτοῦ ἐπὶ] γῆς ἡ βασιλὶς ἔρριπτο ἔτι ἀμπεχομένη τ [ὴν
πορφυρίδα] καὶ τὰ κοκκοβαφῆ πέδιλα καὶ ἐπαθα̣ί̣ν̣[ετο τὴν ψυχὴν καὶ] κατετιτρώσκετο καὶ οὐκ
εἶχεν ὅπως ἐνέ[γκοι τὴν] φλεγμονὴν τῆς καρδίας. τῶν δὲ ἰ̣α̣τ̣ρ̣[ῶν οἱ] π̣[αῖδες] ὑποστρέψαντες πάλιν
καὶ μικρὸν ἐγκαρτ̣[ερήσαντες] ἁπτόμενοι τοῦ καρποῦ τοῦ βασιλικοῦ ᾐσ̣θ̣[άνοντο] ἐκεῖθεν τῶν
πληγῶν τῆς ἀρτηρίας ἀ̣[.............] ὅμως μέντοι κατειρωνεύοντο τοῦ καιροῦ καὶ ἡμ [ῶν] καὶ
ὑπετείνοντο τὰς μὴ φαινομένας χρηστ[ὰ]ς̣ [ἐλ]πίδας. τοῦτο δὲ προνοίᾳ τινὶ ἐποίουν γινώσ [κο]ν̣τ̣[ες]
ὅτι ἅμα τῇ ἀπαγορεύσει τῆς ζωῆς τοῦ βασιλέως συναποπνεύσει καὶ ἡ βασιλὶς τὴν ψυχήν. ἀλλ’ ἡ
νουνεχὴς ἐκείνη βασίλισσα τούτοις οὔτε πιστεύειν οὔτε ἀπιστεῖν εἶχεν. ἐπίστευε μὲν τεχνίτας
αὐτοὺς πάλαι γινώσκουσα, διαπιστεῖν δ’ εἶχεν, ὅτι ἐπὶ ξυροῦ ἀκμῆς τὰ τῆς ζωῆς τοῦ
αὐτοκράτορος ἑστηκότα ἑώρα. ἐπὶ τρυτάνης δὲ οἷον ἑστηκυῖα εἰς ἐμὲ πολλάκις ἐνητένιζε καὶ τὸν
ἐμὸν περιέμενε τρίπουν, ὡς σύνηθες ἦν αὐτῇ κἀν τοῖς ἄλλοτε ξυμπίπτουσι περιστατικοῖς,  καὶ ὅ τι
ἂν αὐτῇ ἀποφοιβάσαιμι προσεδόκα. ἡ μὲν ἐμὴ δέσποινα καὶ φιλτάτη τῶν ἀδελφῶν Μαρία, τὸ τοῦ
γένους ἡμῶν ἐγκαλλώπισμα, ἡ σταθηρὰ [γ]υνή, τὸ ἁπάσης ἀρετῆς καταγώγιον, μεταξὺ τῆς
βασιλίδος καὶ τοῦ αὐτοκράτορος ἱσταμένη [τ]ῶ̣ αὐτῆς χειριδίῳ διεκώλυεν ἐνίοτε τοῦ τοὐ[ναντίον]
πρὸς τὸν αὐτοκράτορα ὁρᾶν. ἐγὼ δὲ ἐπέβαλον [πάλιν] τὴν δεξιὰν τῷ καρπῷ καὶ τὴν κίνησιν [τῶν
σφ]υγμῶν περιεσκοπούμην, τὴν δὲ πολ[λάκις ἐ]πιβάλλουσαν τὰς χεῖρας τῇ κεφαλῇ [ὡς
ἀπορ]ρ̣ίψο<υ>σαν τὴν καλύπτραν (ἐν ᾧ γὰρ εἶ[χεν, οἵα τε ἦν] καὶ τὴν βασιλικὴν ἐσθῆτα
μεταμ[φιέσασθ]α̣ι) τοσαυτάκις ἐπεῖχον ῥώμην τινὰ [κατα]μανθάνουσα τῶν σφυγμῶν. ἠπατώμην
[δὲ ὅμως]·… . ἀφεμένη δὲ τῆς χειρὸς τοῦ [αὐτοκρ]άτορος καὶ πρὸς τὴν βασιλίδα δια [σκεψα]μένη
πάλιν ἐπέβαλον τῷ καρπῷ [τὴν δ]εξιάν· ἡ̣ μὲν ἔνυττέ με πολλάκις, ὅτι [οἱ ἐβούλ]ετο δηλῶσαι τὰ
τοῦ σφυγμοῦ. ἐπεὶ δὲ [τοῦ καρποῦ] αὖθις ἡψάμην καὶ ὑπενδιδόντα ἐγνώ[κειν τ]ὰ τῆς δυνάμεως καὶ
εἰς ἀσφυξίαν [ἀπετ]ελεύτα τὰ τῶν ἀρτηριῶν, ἔγωγε [οὖν με]τ̣α̣κλίνασα τὴν κεφαλὴν αὖος καὶ
ἀπόψυκτος ἦν πρὸς γῆν ἀπονεύσασα καὶ μηδὲν φθεγγομένη καὶ τὼ χεῖρε ταῖς ὄψεσιν ἐπιβαλοῦσα
καὶ ὀπισθόπους γενομένη ἐθρήνουν. ἡ δὲ συνεῖσα τοῦ πράγματος καὶ τοῖς ὅλο [ις] ἀπαγορεύσασα
ἐκώκυσέ τε ἀθρόον μέγα κ[αὶ] διωλύγιον. ἀλλὰ γὰρ πῶς παραστήσω τὴ[ν] κατασχοῦσαν τὴν
οἰκουμένην ἅπασαν συ[μφο]ρὰν ἢ πῶς τὰ ἐμαυτῆς ἀποκλαύσομαι; [τήν] τε βασιλικὴν καλύπτραν
ἀπέθετο καὶ τὰς κ̣[αλὰς] ἐκείνας ἐθείρας μαχαιρίδιόν τι λαβοῦ[σα] ἐν χρῷ διέτεμε, καὶ τὰ
κοκκοβαφῆ [πέδιλα] τῶν ποδῶν ἀπορριψαμένη μέ̣λ̣α̣ν̣α̣ [καὶ κοινὰ ὑπ]εδεῖτο τὰ προστυχόντα.
ἀλλάξασθαι δὲ κ̣[αὶ] τὴν πορφυρίδα βουλομένη μελαίνης ἐσθῆτος, προχείρως ἱμάτιον οὐχ’
εὑρίσκετο. ἐξ ὧν δὲ ἡ τρίτη τῶν ἐμῶν ἀδελφῶν εἶχ [εν ἀμ]φίων καταλλήλων τῷ καιρῷ καὶ τῷ
πράγ[ματι] χηρείας καὶ πάλαι κακοῖς ὁμιλήσασα, [λα]βοῦσα ἡ βασιλὶς ἀμφιέννυτο καὶ τὴν ἀφ̣[ελῆ]
καὶ ζοφώδη καλύπτραν ἐπέθετο τῇ κεφα[λῇ.] καὶ ἐν τούτοις ὁ αὐτοκράτωρ τὴν ἱερὰν ψ [υχὴν]
ἀφῆκε Θεῷ, καὶ ὁ ἐμὸς ἥλιος ἔδυ.

You might also like