You are on page 1of 1

[ΔΗΜΙΟΥΡΓΙΑ ΙΔΡΥΜΑΤΟΣ]

βασιλεὺς δὲ Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν γὰρ εὐσέβειαν ἀλλήλοις

ἐπικοινούμενοι ἅπαντα ἔπρασσον) ἐπενόουν τάδε. τὴν μὲν πολιτείαν τοῦ τῶν

μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν πορνοβοσκῶν ὄνομα, τῶν δὲ

γυναικῶν τὰς πενίᾳ ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς δουλοπρεποῦς

ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν αὐτόνομον, ἐλευθέραν δὲ τὴν σωφροσύνην

πεπορισμένοι. ταῦτα μὲν οὖν διῳκήσαντο τῇδε. παρὰ ταύτην δὲ τοῦ πορθμοῦ τὴν

ἀκτήν, ἥ ἐστιν ἐν δεξιᾷ εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον Πόντον, βασίλεια

πρότερον ὄντα μοναστήριον μεγαλοπρεπὲς κατεστήσαντο καταγώγιον ταῖς

μεταμελουμέναις γυναιξὶν ἐπὶ τῷ προτέρῳ βίῳ ἐσόμενον·ἐφ’ ᾧ τῇ ἐνταῦθα περί τε

τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας

δυναταὶ εἶεν τῆς ἐν μαστροπείῳ διαίτης. διὸ δὴ καὶ Μετάνοιαν τοῦτο δὴ τῶν

γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ ἔργῳ ἐπονομάζουσι. καὶ πολλαῖς μὲν

χρημάτων προσόδοις οἱ βασιλεῖς οὗτοι τὸ μοναστήριον δεδώρηνται τοῦτο, πολλὰ δὲ

οἰκία κάλλει τε καὶ πολυτελείᾳ διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ παραψυχὴν

ἐσόμενα, ᾠκοδομήσαντο, ὡς μηδενὶ ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης

ἐπιτηδεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι.

(Προκοπίου, Περὶ κτισμάτων, Haury – Wirth 4, 369-374)

Έκδοση:

Προκοπίου, Περὶ κτισμάτων, ἔκδ. J. Haury – G. Wirth, Procopii Caesariensis.


Opera omnia, v. 4, Leipzig 1964.

You might also like