You are on page 1of 2

Ο αυλός και η λύρα σε ωδές του Πινδάρου

α΄) Πινδάρου, Νεμεονίκαις 9.1-10: ΧΡΟΜΙΩΙ ΑΙΤΝΑΙΩΙ. ΑΡΜΑΤΙ (περ. 474 π.Χ.)
κωμάσομεν παρ' Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ' ἀναπεπταμέναι
ξείνων νενίκανται θύραι,
ὄλβιον ἐς Χρομίου
δῶμ'. ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε.
τὸ κρατήσιππον γὰρ ἐς ἃρμ' ἀναβαίνων
ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις. (5)

ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν


μὴ χαμαὶ σιγᾷ καλύψαιꞏ θεσπεσία δ' ἐπέων
καύχαις ἀοιδὰ πρόσφορος.
ἀλλ' ἀνὰ μὲν βρομίαν
φόρμιγγ', ἀνὰ δ' αὐλὸν ἐπ' αὐτὰν ὄρσομεν
ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ
θῆκεν Ἄδραστος ἐπ' Ἀσωποῦ ῥεέθροιςꞏ ὧν ἐγὼ
μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς (10)

β΄) Πινδάρου, Ἰσθμιονίκαις 5.21-28: ΦΥΛΑΚΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ. ΠΑΓΚΡΑΤΙΩΙ (ίσως 480/476 π.Χ.)

σὺν Χάρισιν δ' ἔμολον Λάμπωνος υἱοῖς

τάνδ' ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται


θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
μὴ φθόνει κόμπον τὸν ἐοικότ' ἀοιδᾷ (25)
κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
λόγον ἐκέρδαναν, κλέονται δ' ἔν τε φορμίγ-
γεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς

μυρίον χρόνον

γ΄) Πινδάρου, Ὀλυμπιονίκαις 3.1-10: ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ. ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ (476 π.Χ.)
Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν
καλλιπλοκάμῳ θ' Ἑλένᾳ
κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,
Θήρωνος Ὀλυμπιονίκαν
ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων
ἵππων ἄωτον. Μοῖσα δ' οὕτω ποι παρέ-
στα μοι νεοσίγαλον εὑρόντι τρόπον
Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ (5)
ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν
ζευχθέντες ἔπι στέφανοι
πράσσοντί με τοῦτο θεόδματον χρέος,
φόρμιγγά τε ποικιλόγαρυν
καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν
Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόν-
τως, ἅ τε Πίσα με γεγωνεῖνꞏ τᾶς ἄπο
θεόμοροι νίσοντ' ἐπ' ἀνθρώπους ἀοιδαί (10)

δ΄) Πινδάρου, Ὀλυμπιονίκαις 7.1-12: ΔΙΑΓΟΡΑΙ ‘ΡΟΔΙΩΙ. ΠΥΚΤΑΙ (79η Ολυμπιάδα 464 π.Χ.)
Φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
δωρήσεται
νεανίᾳ γαμβρῷ προπίνων
οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
συμποσίου τε χάριν κᾶ- (5)
δός τε τιμάσαις νέον, ἐν δὲ φίλων
παρεόντων θῆκε νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶςꞏ

καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις


ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
ἱλάσκομαι,
Οὐλυμπίᾳ Πυθοῖ τε νι- (10)
κώντεσσινꞏ ὁ δ' ὄλβιος, ὃν φᾶμαι κατέχοντ' ἀγαθαί.
Ἄλλοτε δ' ἄλλον ἐποπτεύ-
ει Χάρις ζωθάλμιος ἁδυμελεῖ
θαμὰ μὲν φόρμιγγι παμφώνοισι τ' ἐν ἔντεσιν αὐλῶν.

ε΄) Πινδάρου, Ὀλυμπιονίκαις 10.93-102: ΑΓΗΣΙΔΑΜΩΙ ΛΟΚΡΩΙ ΕΠΙΖΕΦΥΡΙΩΙ ΠΑΙΔΙ ΠΥΚΤΑΙ


(76η Ολυμπιάδα = 476 π.Χ.)
Τὶν δ' ἁδυεπής τε λύρα
γλυκύς τ' αὐλὸς ἀναπάσσει χάριν·
τρέφοντι δ' εὐρὺ κλέος (95)
κόραι Πιερίδες Διός.

Ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος


Λοκρῶν ἀμφέπεσον μέλιτι
εὐάνορα πόλιν καταβρέχων·
παῖδ' ἐρατὸν <δ’> Ἀρχεστράτου
αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ (100)
βωμὸν παρ' Ὀλύμπιον,
κεῖνον κατὰ χρόνον

You might also like