You are on page 1of 12

PSEUDO-CALÍSTENES

Novela de Alejandro Magno


Recensión bizantina (s. VII-VIII)

EL ENCUENTRO DE ALEJANDRO CON LOS GIMNOSOFISTAS Y CON LOS


LÍMITES DEL MUNDO: LA ISLA DE LOS BIENAVENTURADOS

1. Alejandro divisa la isla de los Gimnosofistas

Ἐκεῖθεν οὖν διελθόντες καταντῶσιν εἰς τόπον τινὰ ἀλσώδη μέν, καλὸν δέ, παντοίων

ὀπωρῶν καρπὸν ἔχοντα. παράλιος δὲ κἀκεῖνος ἦν. ὡς οὖν εἶδεν Ἀλέξανδρος, ἐκεῖ

διαναπαύει τὸν στρατόν. τοῦ δὲ ἐρύματος τειχισθέντος ἐξῇει Ἀλέξανδρος παρὰ τὴν

θάλασσαν· καὶ δὴ ὁρᾷ νῆσον ἐν τῇ θαλάσσῃ πέντε στάδια τῆς γῆς ἀπέχουσαν. ἔδοξε δὲ

αὐτὸν εἰσελθόντα τὴν νῆσον θεάσεσθαι. κελεύει δὲ ξύλα ἐνεχθῆναι καὶ ναῦς

κατασκευάσαι, καὶ διὰ πολλοῦ τοῦ τάχους Αἰγύπτιοι τὰς ναῦς κατεσκεύασαν.

1
2. Alejandro y su amigo Filón deciden quién irá a inspeccionar la isla

Μέλλοντα δὲ ἐξιέναι Ἀλέξανδρον καὶ ταῖς ναυσὶν εἰσιέναι, τοῦτον ἐκώλυσε Φίλων ὁ

φίλος αὐτοῦ εἰπών· “μηδαμῶς τοῦτο ποίει, ἀλλὰ πρῶτον ἐν μιᾷ νηῒ ἐγὼ ἂν ἀπέλθοιμι καὶ

εἰσελθὼν τὴν νῆσον θεάσομαι. καὶ εἰ μὲν σωθεὶς ἐπανήξω, τότε καὶ σὺ ταῖς λοιπαῖς

ναυσὶν ἐπιβὰς τὰ δοκοῦντά σοι ποίει”. ἐπὶ δὲ τούτοις Ἀλέξανδρος ἐπένευσε καὶ τῷ Φίλωνι

ἔφη· “ἀλλ' οὐδέ σε θελήσαιμι ἂν πρῶτον εἰσελθεῖν τὸν ἐμοὶ φιλούμενον, μήπως καὶ σὺ

δυστυχήσῃς”. ὁ δὲ Φίλων φησίν· “ἐὰν μὲν ἐγὼ ἀποθάνω, εὑρεῖν ἂν ἔχοι ὁ βασιλεὺς φίλον

ἕτερον· εἰ δὲ Ἀλέξανδρον συμβῇ τι παθεῖν, ὅλος ὁ κόσμος ἂν δυστυχοίη”.

2
3. Tras la visita de Filón a la isla, Alejandro prepara la expedición

Ὡς οὖν ταῦτα εἶπεν, Φίλων εἰσέδυ τῇ νηῒ καὶ τὴν νῆσον καταλαβὼν εὗρεν ἐν αὐτῇ

ἀνθρώπους ὁμοίους ἡμῖν κατὰ πάντα, τῇ Ἑλληνίδι φωνῇ διαλεγομένους. πρὸς αὐτοὺς δὲ

θεασάμενος ὁ Φίλων εὐθέως πρὸς Ἀλέξανδρον ἀνθυποστρέφει τὰ τῆς νήσου

διηγούμενος. ἀκούσας δὲ ταῦτα Ἀλέξανδρος ἔλαβε μεθ' ἑαυτοῦ τριάκοντα ναῦς, μία δὲ

ἑκάστη αὐτῶν ἀνὰ πεντήκοντα ἄνδρας εἶχε. καὶ εἰσῆλθεν πρὸς τὴν νῆσον, Ἀντίοχον δὲ

ἀντ' αὐτοῦ καταλιπὼν ἐκέλευεν ἡγεῖσθαι τοῦ στρατοῦ καὶ μέχρις ἂν ὑποστρέψῃ ἐν ἐκείνῳ

προσκαρτερεῖν τῷ τόπῳ διὰ τὸ ἐπιτήδειον εἶναι εἰς διατροφὴν λαοῦ.

3
4. Diálogo entre Alejandro y los Gimnosofistas

Εἰς τὴν νῆσον ἐλθὼν εὗρεν ἀνθρώπους ὁμοίους αὐτῷ, γυμνοὺς δὲ πάντας. ὡς οὖν εἶδον

αὐτὸν οἱ ἐν τῇ νήσῳ οἰκοῦντες ἦλθον λέγοντες· “τί πρὸς ἡμᾶς ἧκες, Ἀλέξανδρε, τί δὲ παρ'

ἡμῶν λαβεῖν ἠθέλησας; γυμνοὶ ἡμεῖς πάντες, οὐδὲν ἔχοντες παρ' ἡμῖν, εἰ μὴ λόγων

ἐνέργειαν. εἰ δὲ τοῦτο ἐπεθύμησας, ἕξεις παρ' ἡμῶν πλήθη λόγων· οὐδὲν γὰρ παρ' ἡμῖν

ἕτερον παρευδοκιμεῖ.” ἔκπληκτος δὲ γενόμενος Ἀλέξανδρος ἐπὶ τῇ τοῦ ὀνόματος κλήσει

ἔφη· “καὶ τί κρεῖσσον λόγου ἐστίν; οὐδὲν μὰ τὴν Πρόνοιαν. αὐτάρκης δέ ἐστι λόγος εἷς

ὑπὲρ χιλιάδας χρυσίου καὶ λίθων τιμίων”.

4
5. Los Gimnosofistas aclaman a Alejandro y le indican cómo llegar a la Isla de los
Bienaventurados

Ἐπισυναχθέντων δὲ πάντων παντοίοις ἐγκωμίοις κατέστεψαν τὴν κεφαλὴν Ἀλεξάνδρου.

καὶ διελθὼν πᾶσαν τὴν νῆσον ὑπὸ πάντων εὐλογήθη. Γυμνοσοφιστὰς δὲ τούτους

ὀνομάζει. ὑποδεικνύουσι δὲ αὐτῷ ἐνδότερον εἰσιόντα τὰς τῶν Μακάρων καταλαβεῖν

νήσους. ὁ δὲ μὴ μελλήσας ἐκεῖσε τὴν ὁδοιπορίαν ἐποιεῖτο, καὶ διελθὼν πορείας ἡμερῶν

τριῶν νησίδιον καταλαμβάνει μικρόν. ἐκεῖ δὲ ἐπιβὰς στήλην ἵστησι χαλκῆν, κλεῖδα

ἔχουσαν τῇ μιᾷ χειρί, τὴν δὲ ἑτέραν ἐπὶ τῇ τῶν Μακάρων ἐκτετακυῖαν νήσῳ.

5
6. Alejandro llega a la Isla de los Bienaventurados, donde es conducido ante el
anciano Evantes.

Ἐκεῖθεν οὖν διελθὼν τὴν τῶν Μακάρων κατέλαβε γῆν· ἡ δὲ γῆ νῆσος ἦν. ὡς οὖν ταύτῃ

ἐπέβη, Ἀλέξανδρος οὐδένα μεθ' ἑαυτοῦ ἔλαβεν εἰ μὴ Φίλωνα. ἐν δὲ τῇ νήσῳ ἦν δένδρα

ποικίλα, καὶ τοῖς μὲν ἄνθη ἐπεφύοντο, τοῖς δὲ καρποὶ ἀνέφυον, ἕτερα δὲ τὸν καρπὸν

ὥριμον εἶχον. ὑποκάτω οὖν τῶν δένδρων ὑπὸ τὰ φύλλα οἱ ἄνθρωποι ἀνέκειντο.

προσελθὼν δὲ Ἀλέξανδρος ἑνὶ ἐξ αὐτῶν ᾧ κατὰ τύχην προϋπηντήθη, “χαῖρε”, εἶπεν, “ὁ

ἐνταῦθα”. ὁ δὲ ἀποκριθείς φησι· “χαιρέτω ὁ βασιλεὺς”. ὁ δὲ, ὡς τοῦ τόπου μετῇει, παριὼν

ἕκαστον κατησπάζετο, αὐτοὶ δὲ Ἀλέξανδρον πρὸς τὸν γεραιὸν Εὐάνθη ἀπέπεμπον.

6
7. Evantes predice a Alejandro que no regresará a su patria

Καὶ δὴ τὸν Εὐάνθη καταλαβὼν εὑρίσκει τοῦτον ὑποκάτω δένδρου κείμενον (…),

θάλαμος δὲ ἦν αὐτῷ τὰ τοῦ δένδρου φύλλα. ὡς οὖν εἶδεν Ἀλέξανδρον, Εὐάνθης ἐπισείει

τὴν κεφαλὴν καὶ εἶπεν· “ὁ κοσμοκράτωρ Ἀλέξανδρος ἧκεν. ἐλθὲ τοίνυν, πλησίον

καθέσθητί μοι”. ὡς δὲ τοῦτο ἐποίει Ἀλέξανδρος, τούτου τὴν κεφαλὴν κατεφίλησεν

Εὐάνθος εἰπών· “ὦ μοι φίλη κεφαλή, ἐπειδὰν τὴν μοναρχίαν τῆς οἰκουμένης περιγένῃ

πᾶσαν γαῖαν περινοστήσας, μετὰ ταῦτα τὴν σὴν πατρίδα οὐκ ὄψῃ”. ταῦτα ἀκούσας,

Ἀλέξανδρος βαρέως ἤνεγκε τὸ ῥῆμα.

7
8. Evantes rechaza los bienes que le ofrece Alejandro

Λέγει δὲ πρὸς αὐτὸν Ἀλέξανδρος· “κέλευσον ἐνεχθῆναί σοι τί τῶν ἡμετέρων”. ὁ δὲ ἔφη·

“ἐνεχθήτω”. ἀποστείλας δὲ Φίλωνα ἤνεγκεν ἄρτους καθαροὺς καὶ οἶνον καὶ ἱμάτια. ὁ δὲ

εἶδε μέν, οὐκ ἔλαβε δέ, ἀλλ' εἶπεν· “οὐχ ἡμῖν ταῦτα ἐφικτά. ἔχε δὲ σὺ τὰ σά, ἐμοὶ μὲν

τροφὴ τόδε τὸ δένδρον, πῶμα δὲ ὕδωρ τοῦτο. ἀπὸ γὰρ τῆς μητρὸς γῆς ἡ γῆ πάλιν

ἀρδεύεται. ἔνδυμα δέ μοι τάδε τὰ φύλλα, καὶ ὅλος ὁ νοῦς πρὸς οὐρανόν, μὴ φροντίζων τι

τῶν ἐπιγείων· βίος δὲ ἡμῖν οὐράνιος, ἐν μακροῖς χρόνοις διατηρῶν ἡμᾶς. ὅταν δὲ τοῦ βίου

ἐπέλθῃ ἐφ' ἡμᾶς τὸ τέλος, εἰς ἑτέραν ἀτελεύτητον ζωὴν μεταβαίνομεν ὅθεν ἡμῶν ὁ νοῦς”.

8
9. Evantes desprecia el modo de vida de Alejandro

Εὐάνθης δὲ τὸν λόγον ἐπιτείνει καὶ ἔφη· “ὑμεῖς δὲ διὰ τὰς ποικίλας ταύτας τροφὰς καὶ

ἐσθῆτας πολεμοῦντες καὶ πολεμούμενοι, σφάζοντες τοὺς ὁμοίους ὑμῖν ἀνθρώπους, καὶ

διὰ τὴν ἄγαν ὑμῶν φιλαρχίαν βασιλείας ἑαυτοῖς περιποιεῖτε, πολέμων καὶ σφαγῶν

φροντίδα ἔχοντες. ὁπόταν δὲ ὑμῖν οὐκ ἀπαντήσῃ πόλεμος, εἰς τὰ ἄγρια ζῷα ἐπέρχεσθε,

ὧν περιγενόμενοι γίνεσθε νεκρῶν θηρίων περιπατοῦντες τάφοι, ὥστε ὑμᾶς ἅμα τὴν

ψυχὴν καὶ τὸ σῶμα πιαίνοντας ἀποθνήσκειν”.

9
10. ¿Dónde están las mujeres?

Λέγει δὲ αὐτῷ Ἀλέξανδρος· “πάντα δὲ τὰ παρὰ σοὶ λεγόμενα χρηστά. τοῦτο δέ μοι σαφῶς

μόνον σαφήνισον· πῶς ὑμεῖς γίνεσθε; ὡς γὰρ βλέπω, ἐν ὑμῖν θηλεία οὐκ ἔστιν”. ὁ δὲ πρὸς

αὐτὸν εἶπεν· “εἰσὶ καὶ παρ' ἡμῖν θηλεῖαι, ἀλλ' οὐκ ἐνταῦθα, ἀλλ' ἐν τῇ νήσῳ τῇ πέλας.

κατ' ἔτος δὲ ἡμεῖς ἐκεῖσε ἐρχόμεθα ἅπαξ τοῦ ἐνιαυτοῦ, καὶ γενόμενοι μετ' αὐτῶν πάλιν

ἀντιπερῶμεν. ὁπόταν δὲ παῖς γενηθῇ, οὐκέτι ὁ τούτου ἐκεῖσε ἔρχεται πατήρ, ἀλλ' εἰ μὲν

ἄρρεν ᾖ τὸ παιδίον, ἡνίκα τριετίσει ἐκεῖ παρ’ αὐτῷ ἀναλαμβανόμεθα· εἰ δὲ καὶ θῆλύ

ἐστιν, ἐκεῖσε τῷ πατρὶ μέχρι ἄρρεν τέξειν κατ' ἔτος ἔξεστι περᾶν.

10
11. Alejandro no osa franquear la muralla de los Bienaventurados

Τοῦ δὲ Ἀλεξάνδρου εἰπόντος· “βουλοίμην ἂν ἐπὶ τὴν νῆσον ἐλθεῖν· “τὴν νῆσον μὲν

καταλαβεῖν σοι ἔξεστι”, εἶπεν, “θεωρήσειν δὲ οὐ δυνήσῃ οὐδένα. ἄπελθε τοίνυν καὶ τὸ

μὲν τεῖχος ἔξωθεν βλέψεις, ἔνδον δὲ μηδόλως εἰσελθεῖν θελήσῃς. οὐ γὰρ βλέψει

ἄνθρωπος ἔνδον τοῦ τείχους καὶ ζήσεται”. Ἀλέξανδρος δὲ ἐπὶ τούτοις πεισθεὶς τὴν νῆσον

μὲν κατέλαβεν, εὗρεν δὲ τεῖχος χαλκοῦν πάνυ μετάρσιον, καὶ οὐκ ἠθέλησεν ἔνδον ἐλθεῖν

κατὰ τὸν λόγον Εὐάνθους. στήλην δὲ ἐν τῇ νήσῳ ἔστησε, γράψας ταῦτα· “ἐνταῦθα

Ἀλέξανδρος, περιϊὼν γαῖαν, τήνδε ἵδρυσεν ἰδίαις χερσίν, φθάσας νήσους Μακάρων”.

11
12. Alejandro regresa al campamento con su ejército

Πάλιν δὲ στραφεὶς ἐκεῖθεν Ἀλέξανδρος τὴν τῶν Μακάρων καταλαμβάνει νῆσον, καὶ

πᾶσαν αὐτὴν περιϊὼν καὶ πάντας ἀσπασάμενος παρ' αὐτῶν εὐλογήθη. μέλλων δὲ ἐξιέναι

τόνδε εἶπεν τὸν λόγον· “ὦ ὑμεῖς, εἰ μὴ Μακεδόνων ἐφρόντιζον καὶ κατὰ ψυχὴν εἶχον, οὐκ

ἂν τῶν ὑμετέρων ὑπεξῄειν νήσων”. καὶ ταῖς ναυσὶν ἐπιβὰς κατέλαβε τὸ στρατόπεδον. ὡς

οὖν εἶδον τὰ πλοῖα ἐρχόμενα οὐ μετρίας ἐπληρώθησαν χαρᾶς. καταλαβὼν δὲ Ἀλέξανδρος

τὸν ἴδιον αὑτοῦ λαὸν πάντας γνησίως κατησπάζετο καὶ καθεσθεὶς πάντα αὐτοῖς

διηγήσατο. ἐκεῖθεν δὲ ἀπάρας ᾤχετο τῆς ὁδοῦ.

12

You might also like