You are on page 1of 3

Capítulo 16 – A

16β -

1. οἱ βόες πρὸς τὸν ἀγρὸν βραδέως ἐλαύνονται ὑπὸ τοῦ αὐτουργοῦ.


2. πᾶσαν τὴν ἡμέραν ἑπόνει ὁ αὐτουργός, τῷ ἡλίῳ κατατριβόμενος [κατατρίβω].
3. ἐπεὶ δὲ ἑσπέρα γίγνεται, ὁ αὐτουργὸς παύεται ἐργαζόμενος· οἱ δὲ βόες λύονται καὶ τὸ
ἄροτρον ἐν τῷ ἀγρῷ λείπεται.
4. ἐν ᾧ δὲ οἴκαδε ἠλαύνοντο οἱ βόες ὑπὸ τοῦ δούλου, ὁ αὐτουργὸς μάλα κάμνων πρὸς τῇ ὁδῷ
ἐκαθίζετο.
5. ἐξαίφνης δὲ βοῇ ἐγείρεται καὶ τῶν παίδων ἀκούει ἑαυτὸν καλούντων.
6. ἐλθὲ δεῦρο, ὦ πάτερ, καὶ βοήθει· διωκόμεθα γὰρ ὑπὸ λύκου.
7. οἱ παῖδες ὑπὸ τοῦ λύκου διωκόμενοι ,άλα ἐφοβοῦντο.
8. μὴ φοβεῖσθε, ὦ παῖδες· οὐδὲν γὰρ βλάπτεσθε ὑπὸ τοῦ λύκου.
9. οὕτως εἰπών, τὸν κύνα ἔλυσεν· ὁ δὲ λύκος ὑπὸ τοῦ κυνὸς διωκόμενος ἀπέφυγεν.
10. οὕτως οὖν σῴζονται οἱ παῖδες καὶ μετὰ τοῦ πατρὸς οἴκαδε σπεύδουσιν.

16γ -

1. οἱ βάρβαροι ὑπὸ τῶν Ἑλλήνων νικώμενοι ἐτρέψαντο καὶ πρὸς τὴν γῆν ἔφυγον.
2.οἱ Ἕλληνες καίπερ ἐν ἀπορίᾳ ὄντες μεγίστῃ ὑπὸ τοῦ Θεμιστοκλέους πείθονται μὴ εἴκειν τοῖς
βαρβάροις.
3. ἀναγκαζόμενοι ἐν τοῖς στένοις μάχεσθαι οὐκ ἐδύναντο πάσαις ταῖς ναυσὶ χρῆσθαι.
4. ὁ Δικαιόπολις ὑπὸ τῆς γυναικὸς ἐπείθετο πρὸς τὸ ἄστυ πορεύεσθαι.
5. τῷ χειμῶνι ἀναγκαζόμεθα εἰς τὸν λιμένα ἐπανελθεῖν.
Capítulo 16 – B

16ε –

1. ὦ ξεῖν', ἀγγέλειν Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.
2. ἆρ' ἐπίστασθε τί οὐ δύνανται ἡμῖν βοηθεῖν οἱ σύμμαχοι;
3. ἡ γυνὴ οὐκ ἠπίστατο ὅτι ὁ ἀνὴρ ἐν ἐκείνῃ τῇ μάχῃ ἀπέθανεν.
4. αὕτη ἡ νῆσος οὕτως ἐγγὺς ἔκειτο τῇ ἠπείρῳ ὥστε ῥᾳδίως ἐκεῖσε διέβημεν.
5. ἐν οὐδεμίᾳ ϝαυμαχίᾳ ἐδύναντο οἱ βάρβαροι τοὺς Ἕλληνας νικῆσαι.
6. τέλος δὲ ὁ Ξέρξης ἠπίστατο ὅτι αἱ τῶν βαρβάρων νῆς ταῖς τῶν Ἑλλήνων οὐ δούνανται
ἀντέχειν.
7. καίπερ ἄριστα μαχόμενοι, οὐκ ἐδύναντο οἱ Λακεδαιμόνοι τοὺς βαρβάρους ἀμῦναι.
8. τί οὐκ ἐργάζει, ὦ νεανία, ἀλλὰ οὕτω ἀργὸς κεῖσαι;
9. ἐπιστάμενοι ὁτι ὁ δεσπότης προσχωρεῖ, οἱ δοῦλοι, οἳ ἐν τῷ ἁγρῷ ἔκειντο, ἀνέστησαν καὶ
εἰργάζοντω.
10. τοῦτο ἐπίστασο, ὅτι οὐ δύνασαι τοὺς θεοὺς ἐξαπατᾶν.

Ο ΞΕΡΞΗΣ ΠΡΟΣ ΤΗΝ ΑΣΙΑΝ ΑΝΑΧΩΡΕΙ

ἔστι δὲ καὶ ὅδε ἄλλος λόγος, ὅτι, ἐπεὶ ὁ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνῶν ἀφίκετο εἰς Ἠίονα,
οὐκέτι κατὰ γῆν ἐπορεύετο ἀλλὰ τὴν μὲν στρατίαν Ὑδάρνει ἐπιτρέπει ἀπάγειν εἰς τὸν
Ἑλλήσποντον, αὐτὸς δὲ εἰς ναῦν εἰσβὰς ἕπλει εἰς τὴν Ἀσίαν. πλέοντι δὲ αὐτῷ ἄνεμος μὲν
μείζων ἐγίγνετο, ἡ δὲ θάλαττα ἐκύμαινεν. ἡ δὲ ναῦς πλείστους φέρουσα ἀνθρώπους τῶϝ
Περσῶν, οἳ τῷ Ξέρξῃ ἠκολούθουν, ἐν κινδούνῳ ἦν. ὁ δὲ βασιλεὺς μάλα φοβούμενος τὸν
κυβερνήτην ἤρετο εἴ τις σωτηρία ἐστὶν αὐτοῖς. ὁ δὲ εἶπεν· "ὦ δέσποτα, οὐκ ἔστιν οὐδεμία
σωτηρία, ἐὰν μὴ ἀπαλλάγωμέν τινων τῶν πολλῶν ἐπιβατῶν."

[ἀπελαύνων - Ἠίονα - τὴν ... στρατίαν - Ὑδάρνει - ἐπιτρέπει - ἀπάγειν - τὸν Ἑλλήσποντον -
ἐκύμαινεν - ἡκολούθουν - τὸν κυβερνήτην - σωτηρία - ἑὰν μὴ - ἀπαλλάγωμέν - ἐπιβατῶν]

καὶ Ξέρξης ταῦτα ἀκούσας εἶπεν· "ὦ ἄδρες Πέρσαι, νῦν δεῖ ὑμᾶς δηλοῦν εἰ τὸν βασιλέα
φιλεῖτε· ἐν ὑμῖν γάρ, ὡς δοκεῖ, ἔστιν ἡ ἐμὴ σωτηρία." ὁ μὲν ταῦτα εἶπεν, οἱ δὲ αὐτὸν
προσκυνοῦντες ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλατταν, καὶ ἡ ναῦς ἐπικουφισθεῖσα οὕτω δὴ
ἔσωσε τὸν βασιλέα εἰς τὴν Ἀσίαν. ὡς δὲ ἐξέβη εἰς τὴν γῆν, ὁ Ξέρξης ἐποίησε τοῦτο· ὅτι μὲν
ἔσωσε τὸν βασιλέα, χρυσοῦν στέφανον τῷ κυβερνήτῃ ἔδωκεν, ὅτι δὲ Περσῶν πολλοὺς
διέφθειρεν ἀπέταμε τὴν κεφαλὴν αὐτοῦ.

[προσκυνοῦντες - ἔρριψαν - ἐπικουφισθεῖσα - ὅτι - χρυσοῦν στέφανον - ἔδωκεν - ἀπέταμε]

Grego Clássico

Ἔρος δ' ἐτίναξέ μοι φρένας, ὠς ἄνεμος κὰτ ὅρος δρύσιν ἐμπέτων.

[ἐτίναζε - μοι ῀ φρένας - ὡς - κὰτ - δρύσιν - ἐμπέτων]

Ἔρος δηὖτέ μ' ὀ λυσιμέλης δόνει, γλυκύπικρον ἀμάχανον ὄρπετον.

[δηὐτε - ὁ λυσιμέλης - δόνει - γλυκύπικρον - ἀμάχανον - ὄρπετον]


ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες κυάνεον θανάτου ἀμφεβάλοντο νέφος· οὐδὲ
τεθνᾶσι θανόντες, ἐπεὶ σφ' ἀρετὴ καθύπερθε κυδαίνουσ' ἀνάγει δώματος ἐξ Ἀίδεω.

[ἄσβεστον κλέος - περὶ ... θέντες - κυάνεον ... νέφος - ἀμφεβάλοντο - οὐδὲ τεθνᾶσι Θανόντες -
ἐπεί - σφ' - δώματος ... Ἀίδεω]

Novo Testamento Grego

καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς
ἀλλήλους, "διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος
ἐγνώρισεν ἡμῖν. καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ
Βρέφος κείμενον ἐν τῇ φάτνῃ· ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς
περὶ τοῦ παιδίου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν
ποιμένων πρὸς αὐτούς· ἡ δὲ Μαρὶαμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ
καρδίᾳ αὐτῇς. καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς
ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτοὺς.

[οἱ ἄγγελοι - οἱ ποιμένες - ἐλάλουν - διέλθωμεν - ἕως - ἴδωμεν - τὸ ῥῆμα - ὁ κύριος -


ἐγνώρισεν - ἦλθαν ... ἀνεῦραν - τὸ βρέφος - τῇ φάτνῃ - λαληθέντος - τοῦ παιδίου - συνετήρει -
συμβάλλουσα - τῇ καρδίᾳ - ὑπέστρεψαν - δοξάζοντες - αἰνοῦντες - ἐπὶ πᾶσιν οἶς - καθὼς -
ἐλαλήθη]

You might also like