You are on page 1of 2

Ασκήσεις στο συντακτικό της αρχαίας ελληνικής

Να προσδιοριστεί η συντακτική θέση των έναρθρων και άναρθρων απαρεμφάτων:

1. Τὸ σιγᾶν κρεῖττόν ἐστι τοῦ λαλεῖν.

2. Ῥᾴδιον δὲ τοῦτο καταμαθεῖν ἐστιν.

3. Δοκεῖ δέ μοι τῆς πενίας τῆς ἐμῆς τὸ μέγεθος ὁ κατήγορος ἂν ἐπιδεῖξαι σαφέ-

στατα μόνος τῶν ἀνθρώπων.

4. Δοκεῖ τούτῳ διαφέρειν ἀνὴρ τῶν ἄλλων ζῴων, τῷ τιμῆς ὀρέγεσθαι.

5. Τοῖς φαύλοις ἐνδέχεται τὰ τυχόντα πράττειν.

Αρχαία Ελληνικά
6. Ὀμνύουσι πάντες οἱ πολῖται μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν μήτε τὴν τάξιν λεί-

ψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι.

7. Αἱρετώτερόν ἐστι (είναι προτιμώτερο) μαχομένους ἀποθανεῖν μᾶλλον ἢ φεύγο-

ντας σῴζεσθαι.

8. Ὁρᾶν στυγνὸς ἦν καὶ τῇ φωνῇ τραχύς.

9. Κατέλιπον αὐτὸν φυλάττειν τὸ στρατόπεδον.

10. Ταύτ’ ἀκούσαντες ἔγνωσαν τούτοις διαλλαγῆναι.

11. Σωκράτης ἐχρῆτο τῷ ἐρωτᾶν τε καὶ ἀποκρίνεσθαι.

12. Εἰς ἐλπίδα ἦλθον τοῦ ἑλεῖν (να κυριεύσουν) τὴν πόλιν.

13. Τοῦτό φημι εἶναι σωφροσύνην, τὸ γιγνώσκειν ἑαυτόν.

14. Κῦρος διὰ τὸ φιλομαθὴς εἶναι πολλὰ τοὺς παρόντας ἀνηρώτα.

15. Πυνθάνομαι ταῦτα ἀπολογήσεσθαι Ἐρατοσθένη.

16. Ὦ ξεῖν, ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς ‘κείνων ῥήμασι πειθόμε-

νοι.

1
17. Ἐπεθύμει γενέσθαι ἀνήρ τά μεγάλα πράττειν ἱκανός.

18. Ἐπύαξα ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά.

19. Οὑχ ἱκανός είμι φίλον ὠφελῆσαι.

20. Οἱ Πέρσαι οἴονται τούς ἀχαρίστους καί περί θεούς ἄν ἄμελῶς ἔχειν.

21. Ἔξεστιν ὑμῖν εὐεργέτας φανῆναι τῶν Λακεδαιμονίων.

22. Ἠγούμεθα προσήκειν ὑμῖν περί τῆς ἡμετέρας πόλεως ποιήσασθαι πρόνοιαν.

23. Λακεδαιμόνιοι ἔδοσαν (επέτρεψαν) Αίγινήτας Θυρέαν οἰκεῖν.

24. Ἐγνώκασι (γνώριζαν) τόν θάνατον πᾶσι κοινόν εἶναι.


Αρχαία Ελληνικά

25. Ἄξιον ἦν τοῖς ζῶσιν πενθεῖν τούς τεθνεῶτας.

You might also like