You are on page 1of 2

ΕΠΙΡΡΗΜΑΤΙΚΕΣ ΠΡΟΤΑΣΕΙΣ

1. Να αναγνωριστεί το είδος των επιρρηματικών προτάσεων

πρόταση είδος
ἀνδρεῖον χρὴ εἶναι τὴν ψυχήν, ἵνα μὴ παρὰ τὰ δεινὰ ἐγκαταλίπῃ τὸν δῆμον
ἡ δὲ τῶν λόγων πειθὼ κἂν μετρίως ῥηθῇ, δόξαν ἤνεγκε
Ἐπειδὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, ἐνταῦθα πάλιν σκέψασθε
ταῦθ' οὕτω σεμνὰ ὑμεῖς ὑπολαμβάνετ' εἶναι ὥστε τοὺς ταῦτα πράξαντας μάλιστ' ἐπαινεῖτε
ἀλλὰ διὰ τοῦτο καὶ μᾶλλον ἐπαινεῖν ἔχω τὴν πόλιν, ὅτι τοιούτων ἀνταγωνιστῶν τυχοῦσα τοσοῦτον
αὐτῶν διήνεγκεν
οὕτω δ’ ἀπείχοντο σφόδρα τῶν τῆς πόλεως, ὥστε χαλεπώτερον ἦν ἐν ἐκείνοις τοῖς χρόνοις εὑρεῖν τοὺς
βουλομένους ἄρχειν
οἶμαι δ’ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται
ἐπειδὴ δὲ Κῦρος ἐκάλει, λαβὼν ὑμᾶς ἐπορευόμην
λαβὼν ὑμᾶς ἐπορευόμην, ἵνα ὠφελοίην αὐτὸν
δοκεῖ μοι κατακαῦσαι τὰς ἁμάξας, ἵνα μὴ τὰ ζεύγη ἡμῶν στρατηγῇ

Ὑμεῖς ὠφεληθήσεσθε, ἐπεὶ Διόμνηστος καὶ ἐγὼ τριηραρχοῦμεν.


Ἀλλ΄ ὑπὸ τοῦ Μαρσύου πολλάκις δὴ οὔτω διετέθην, ὥστε μοι δόξαι μὴ βιωτὸν εἶναι.
Ἐπειδὴ γὰρ αἱ νῆες αἱ ὑμέτεροι διεφθάρησαν αἱ νῆες αἱ Λακεδαιμόνιοι ἐπὶ τὸν Πειραιᾶ ἀφικνοῦνται.
Κἂν ταῦτα ποιῆτε, οὐ καταφρονηθήσεσθε.
Ἵνα δὲ εἰδῆτε ὡς πολλοὶ ὑπὸ τούτου τεθνᾶσι, βούλομαι ὑμῖν τὰ ὀνόματα αὐτῶν ἀναγνῶναι.
Ἐγὼ δ’ ὡδί πως ἔχω, εἰ τὰ μάλιστ’ εἰσί τοιοῦτοι .
Ὁ δὲ κήρυξ ὡς ἔγνω ὅτι ἡ ἀπὸ τῆς πόλεως βοήθεια διέφθαρται, ἀπῆλθεν εὐθὺς ἄπρακτος.
Ὅταν μὲν γὰρ τὰς τῶν παρανόμων γραφὰς δικάζητε, τοῦτο μόνον ἐπανορθοῦτε.
Ἤν δὲ τὴν εἰρήνην ποιησώμεθα, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν.
Εἰ καὶ μυθωδέστερόν ἐστιν ἀλλ’ ἁρμόσει καὶ ὑμῖν ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι.

Ἐχαλέπαινον, ὅτι αἴσθοιντο τούς πολεμίους ἰόντας.


Ἀνὴρ πονηρὸς δυστυχεῖ, κἄν εὐτυχῇ.
Κῦρος οὕτω πάντας διετίθει, ὥστε αὐτῷ φίλους εἶναι.
Ἐνθυμεῖσθε δ’ ὅτι περί τῶν μεγίστων ἥκετε, ἵνα δικάσητε.
Οὐδ’ εἰ με ἐκέλευες ταῦτα ποιεῖν, ἡδέως ἄν ταῦτα ἐποίουν.
Ἐάν πάντα ἀκούσητε, κρίνατε.
Ἀδύνατον δέ μή λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω.
Ἥξω παρὰ σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.
Οὐχ οὕτως εὐήθης πέφυκα, ὥστε σοι πιστεύειν.
Εὐλαβοῦ τάς διαβολάς, κἄν ψευδεῖς ὦσιν.

Εἰ μὲν τοίνυν ἐθελήσουσιν εἰρήνην ἅπαντες ἄγειν, οὐ βοηθήσομεν τοῖς Μεγαλοπολίταις.


Ἐπὶ τὸ ἄκρον ἀναβαίνει Χειρίσοφος, πρὶν τίνας αἰσθέσθαι τῶν πολεμίων
Καὶ τὴν μὲν λείαν ἀπέπεμψε διατίθεσθαι Ἡρακλείδην εἰς Πέρινθον, ὅπως ἂν μισθὸς γένοιτο τοῖς
στρατιώταις.
Ὅν δὲ γνώριμον ἀσπάζεται, κἄν μηδὲν πώποτε ὑπ’ αὐτοῦ ἀγαθὸν πεπόνθῃ.
Δέομαί σου παραμεῖναι ἠμίν, ὡς ἐγὼ οὐδ’ ἂν ἑνὸς ἤδιον ἀκούσαιμ’ ἤ σου.
Ἡ πόλις ἐάν τις γονέας μὴ θεραπεύῃ, ἀποδοκιμάζουσα οὐκ ἐᾶ ἄρχειν.
Τῷ κυνὶ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσιν.
Οὕτως ἀγνωμόνως ἔχετε, ὥστε ἐλπίζετε αὐτὰ χρηστὰ γενήσεσθαι.
Ὁ Ἐτεόνικος καὶ οἱ σὺν αὐτῶ ὡς εἶδον, συγκλείουσι τὰς πύλας.
Ἤν οὖν ἔλθωμεν ἐπ’ αὐτούς, μάλιστ’ ἄν λάβοιμεν καὶ ἀνθρώπους καὶ χρήματα.
Σεύθης δέ ἤχθετο αὐτῷ ὅτι ἐντόνως τοῖς στρατιώταις ἀπῄτει τὸν μισθόν.
Φήσουσί με σοφὸν εἶναι, εἰ καὶ μὴ εἶμι.
Τοιοῦτον τὶ ἐποίησεν, ὡς πᾶς ἂν ἔγνω ὅτι ἄσμενη ἤκουσε.
Συγχωρῶ ἵνα σοι καὶ περανθῇ ὁ λόγος καὶ Γοργίᾳ τῷδε χαρίσωμαι.
Εἰ δὲ φοβησόμεθα τοὺς κινδύνους, εἰς πολλὰς ταραχὰς καταστήσομεν ἡμᾶς αὐτούς.
Ὅτε ἐπαιδεύετο Κῦρος, πάντων πάντα κράτιστος ἐνομίζετο
Οὕτως ἐσήμηναν οἱ θεοί, ὥστε καὶ ἰδιώτην ἂν γνῶναι.
Μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προύδωκε Ὄλυνθον.
Ἐὰν δ’ ὑμᾶς ἐξαπατήσωσι, τῶν παρόντων κακῶν ἔσονται ἀπηλλαγμένοι.
Καὶ ἐὰν ταῦτα ποιῆτε, δίκαια πεπονθώς ἐγὼ ἔσομαι.

2. Να βρεθεί το είδος των επιρρηματικών προτάσεων


1. Πείσομαι γὰρ οὐ τοσοῦτον οὐδέν, ὥστε μὴ οὐ καλῶς θανεῖν.
2. Οἱ μὲν ἄλλοι πάντες δέονται τῶν πολιτῶν ὅπως ἐπανέλθωσιν.
3. Εἰ νομίζοιμι θεοὺς ἀνθρώπων τε φροντίζειν, οὐκ ἄν ἀμελοίην αὐτῶν.
4. Καὶ ἐπειδὴ ἦσαν ἐν τῳ Πειραιεῖ, οἷον εἰκός, ἔθυεν.
5. Πλείω λέξω, ἵνα δ’ ἔτι ἄμεινον μάθοιτε.
6. Οἱ στρατηγοὶ ἐθαύμαζον ὅτι Κῦρος οὒτ’ ἄλλον πέμποι οὔτε αὐτὸς φαίνοιτο.
7. Κἄν σὺ μὴ θέλῃς, οἱ θεοὶ οὕτω βουλήσονται.
8. Εἰρήσεται τἀληθές, εἰ καὶ τισι δόξω λίαν παράδοξα λέγειν.
9. Ἕως μὲν πόλεμος ἦν τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους, παρέμενεν.
10. Τὰ μὲν οὖν ἄλλ’ ὕστερον, ἂν ὑμῖν βουλόμενος ἦ, λέξω.
11. Ἢν μὲν γὰρ ἐθέλωμεν ἀποθνῄσκειν ὑπὲρ τῶν δικαίων, οὐ μόνον εὐδοκιμήσομεν…
12. Ἐπειδὴ ἐγγὺς ᾖσαν οἱ ὁπλῖται, ἐτρέποντο οἱ βάρβαροι
13. Τούτ’ ἤδη καθ’ ἕκαστον ἐν τῷ νόμω ἐγράψατε, ἴνα μὴ ἀγνοῇ μηδείς.
14. Χρὴ τοὺς Ἀργείους ξυμμαχίαν ποεῖσθαι ὥστε τῇ ἀλλήλων ἐπιμαχεῖν.
15. Τίς ὑπολείπεται σκῆψις ὑμῖν ἁρμόττουσα, ἄν νῦν παρακρουθῆτε;
16. Νικίας μέν, εἰ καὶ τὸν ἄλλον χρόνον εἴθιστο συκοφαντεῖν, τότ’ ἂν ἐπαύσατο.
17. Οὐ λέγεις τὰς ἐμὰς πράξεις, ὅτι ἐδείκνυεν ἄν τὴν ἐμὴν ἀρετήν.
18. Πρὶν Ἀγησίλαον ὁρμηθῆναι ἐκ Τεγέας, παρῇσαν οἱ Θηβαῖοι
19. Κἄν μὴ ἐθέλωμεν πολεμεῖν, ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν.
20. Τὸν Περικλέα ἐκάκιζον ὅτι στρατηγὸς ὢν οὐκ ἐπεξάγοι.
21. Μιλτιάδης ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ὅτι μικρὸν ὤφειλε τῷ δημοσίῳ.
22. Εἰ καὶ πατὴρ ἐβούλετο ὑπομένειν, τοὺς φίλους ἂν οἴεσθε ἐπιτρέπειν αὐτῷ μένειν.
23. Ἡ τελευταία χάρις, κἂν ἐλάσσων ᾖ, δύναται μεῖζον ἔγκλημα λῦσαι.
24. Καὶ αὐτὸς Θεαίτητον προὔπεμψας, ὥστ' οὐκ ἂν ἀποδῶς ἀναπαυοίμην.
25. Μἠ μέλλωμεν, ἵνα μή ὁ καιρός παρέλθῃ.
26. Ἄν οὕτω πράξῃ, ἐπιλέλησται τῶν συνθηκῶν.
27. Ἐάν δέ μή δύνησθε ταῦτα, ἡμᾶς δεῖ ἀδικουμένους τῆς γοῦν Ἑλλάδος μή στέρεσθαι.
28. Ἐπεὶ δὲ φῶς ἐγένετο, ἦγεν ἕκαστος ὁ στρατηγὸς τὸν αὐτὸν λόχον ἐπὶ κώμην.
29. Κῦρος ἐθήρευεν, ὁπότε βούλοιτο γυμνάσαι ἑαυτὸν καὶ τοὺς ἵππους
30. Οὕτως ἐναργής ἐστι, ὢσθ’ εὑρήσετε ὑμεῖς.
31. Ἐὰν καὶ μὴ βουλωνται, πάντες αἰσχύνονται μὴ πράττειν τὰ δίκαια.
32. Ταῦτα ἐρωτῶμεν, ἐπεὶ οὐ γιγνώσκομεν τί ποιεῖ.
33. Νῦν οὕτω διάκειμαι ὑφ’ ὑμῶν ὡς οὐδὲ δεῖπνον ἔχω ἐν τῇ ἐμαυτοῦ χώρᾳ.
34. Καὶ με ὡς εἶδον εἰσιόντα, εὐθὺς πόρρωθεν ἠσπάζοντο ἄλλος ἄλλωθεν.
35. Οὐδὲ γὰρ ζῴη ἂν τίς, εἰ μὴ τρέφοιτο.
36. Ταὐτὰ οὐκ ἂν ἐδύναντο ποιεῖν, εἰ μὴ καὶ διαίτῃ μετρίᾳ ἐχρῶντο.
37. Τούτους ἐβούλοντο ἐκποδὼν ποιήσασθαι, ἵνα ῥαδίως διαπράττοιντο ἃ βούλοιντο.
38. Καὶ τῷ λιμῷ μαχοίμεθ’ ἄν, καὶ εἰ ἐλάχιστος σῖτος μένει.
39. Φαρνάβαζος δὲ περιέμενεν ἐν Καλχηδόνι, μέχρι ἔλθοι Ἀλκιβιάδης ἐκ τοῦ Βυζαντίου.
40. Εἰς τοιοῦτον κακίας ἦλθεν, ὥστε ὑμᾶς κατεδουλώσαιτο.

You might also like