You are on page 1of 2

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ 2013

ΑΣΚΗΣΗ ΓΙΑ ΤΙΣ ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ΕΠΙΡΡΗΜΑΤΙΚΕΣ ΠΡΟΤΑΣΕΙΣ


Να γίνει πλήρης αναγνώριση των δευτερευουσών προτάσεων :
1. [Κῦρος] πρὶν ὁρᾶν τοὺς πολεμίους εἰς τρὶς ἀνέπαυσε τὸ στράτευμα.
2. Ἀβροκόμας προϊὼν κατέκαυσεν [πλοῖα], ἵνα μὴ Κῦρος διαβῇ.
3. Ἄκουσον, ὡς ἂν μάθῃς.
4. Γελᾷ δ’ ὁ μωρός, κἄν τι μὴ γελοῖον ᾖ.
5. Ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω υμῖν [...].
6. Ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους γενέσθαι.
7. Ἐπεὶ δὲ ἧκε τετάρτῳ μηνί, ἀπήγγειλεν ἐν ἐκκλησίᾳ.
8. Ἐπεὶ δὲ Λύσανδρος οὐκ ἀντανήγαγε, καὶ ἦν ὀψὲ τῆς ἡμέρας, ἀπέπλευσαν πάλιν εἰς τοὺς Αἰγὸς
ποταμούς.
9. Ἐπεμελεῖτο, ὅπως μήτε ἄσιτοι μήτε ἄποτοι ἔσοιντο.
10. ᾜσθοντο αὐτὸν ἐλάττω ἔχοντα δύναμιν ἢ ὥστε τοὺς φίλους ὠφελεῖν.
11. Θαυμάζω δ’ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτ’ ἐνθυμεῖται μήτ’ ὀργίζεται.
12. Ἱκέτευον μηδαμῶς ἀποτρέπεσθαι, πρὶν ἐμβαλεῖν εἰς τὴν τῶν Λακεδαιμονίων χώραν.
13. Ἵνα τοίνυν μὴ τοῦτ’ ἐμποδὼν γένηται τῷ Θηβαίους γενέσθαι μικρούς, τὰς μὲν Θεσπίας καὶ τὸν
Ὀρχομενὸν καὶ τὰς Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν.
14. Καὶ εἰ κακῶς ἔχει τὰ πράγματα, ὅμως ἔστι ταῦτα ἐπανορθώσασθαι.
15. Καὶ εἰ μηδένα ἄνθρωπον ᾐσχύνου, τοὺς θεοὺς ἐχρῆν σε δεδιέναι.
16. Καὶ ἐνέπρησαν Κυλλήνην τὸ ἐπίνειον Ἠλείων, ὅτι παρέσχον Κορινθίοις ναῦς καὶ χρήματα.
17. Καὶ τὸν Περικλέα ἐκάκιζον οἱ Ἀθηναῖοι, ὅτι στρατηγὸς ὤν οὐκ ἐπεξάγοι.
18. Κῦρος ᾤετο φίλων δεῖσθαι, ὡς συνεργοὺς ἔχοι.
19. Νῦν δ’ εἰς τοῦτο τὰ πράγματα παρέστηκεν, ὥσθ’ οἱ μὲν μισοῦσι τὴν πόλιν, οἰ δὲ καταφρονοῦσι
ἡμῶν.
20. Οἱ δὲ διήλλαξαν ἐφ’ ᾧτε (μὲν) ἔχειν εἰρήνην ὡς πρὸς ἀλλήλους.
21. Οἱ δὲ πολέμιοι οἱ ἐπὶ τῇ ὁδῷ ἐπειδὴ τὸ ἄνω ἑώρων ἡττώμενον, φεύγουσι.
22. Ὁπότε [ὁ πόνος] ἐς τὴν καρδίαν στηρίξειεν, ἀνέστρεφεν αὐτήν.
23. Ὅταν μὲν γὰρ πείθηται, λαμβάνει τι [ὧν δεῖται].
24. Οὐδεὶς ἂν ἔτι πιστεῦσαι δύναιτο ὑμῖν, οὐδ’ εἰ πάνυ προθυμοῖτο.
25. Οὔτε ἐκεῖνοι φαίνονται ἔχοντες τοιαύτην γνώμην ὥστε καὶ τοῖς ἀποδημοῦσι καὶ τοῖς μηδὲν
ἐξαμαρτάνουσι μεταδιδόναι τῆς πολιτείας.
26. Πρὸν τὸν ἀδελφὸν δὲ οὕτως ἐνειμάμην (τὴν οὐσίαν) ὥστε ὁμολογεῖν ἐκεῖνον τῶν πατρῴων πλέον
ἔχειν ἐμοῦ.
27. Σε ἐρωτῶ διὰ τοῦτο, ὅτι ἄριστ΄ἄν μοι δοκεῖς εἰκάσαι…

ΑΘΑΝΑΣΟΠΟΥΛΟΣ ΠΑΝΑΓΙΩΤΗΣ, 1Ο ΓΕΝΙΚΟ ΛΥΚΕΙΟ ΡΟΔΟΥ -ΒΕΝΕΤΟΚΛΕΙΟ


ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ 2013
28. Τοιαύτη δόξα (= φήμη) γέγονεν, ὡς ὁ βάρβαρος κήδεται (= φροντίζει) τῆς Ἑλλάδος καὶ φύλαξ τῆς
εἰρήνης ἐστι.

ΑΘΑΝΑΣΟΠΟΥΛΟΣ ΠΑΝΑΓΙΩΤΗΣ, 1Ο ΓΕΝΙΚΟ ΛΥΚΕΙΟ ΡΟΔΟΥ -ΒΕΝΕΤΟΚΛΕΙΟ

You might also like