You are on page 1of 14

Να αναγνωριστεί το είδος των προτάσεων:

1. γιγνώσκομεν ὅτι πάντες ἐναντιοῦνται τοῖς ἀδίκοις.

2. οἱ στρατηγοὶ τὰ πεπραγμένα διηγοῦντο, ὅτι αὐτοὶ μὲν ἐπὶ τοὺς πολεμί-


ους πλέοιεν, τὴν δὲ ἀναίρεσιν τῶν ναυαγῶν προστάξειαν τῶν τριηράρ-
χων, ἀνδράσιν ἱκανοῖς καὶ ἐστρατηγηκόσιν ἤδη.

3. ὀκνῶ μὴ πάθωμεν πολλὰ δεινά.

4. γελᾷ δ’ ὁ μωρός, κἄν τι μὴ γελοῖον ᾖ

5. λέγεται ὥς ποτε (=κάποτε ) οἱ τέτιγγες ἄνθρωποι ἦσαν.

6. οὐχ ὁρᾷς ὅτι ἥμαρτες;

7. ὅρκον φεῦγε, κἄν δικαίως ὀμνύῃς

8. φόβος ἐστὶ τοῖς γονεῦσι μὴ στερηθῶσιν τῶν τέκνων.

9. παῦσαι ἤδη, ὦ μακάριε λέγων μοι τὸν αὐτὸν λόγον, ὡς δεῖ ἐμὲ ἐνθέδε
ἀπιέναι

10. Λέγεται δὲ καὶ τοῦτο, ὅτι Θουκυδίδης ἀκούσας Ἡροδότου Ἱστορίαν ἐ-


δάκρυσεν.

11. οὐδεὶς φόβος ἐστὶ μὴ οἱ πολέμιοι καταπλεύσωσιν.

12. τῷ λιμῷ ὑμεῖς, οὐδ’ εἰ πάνυ ἀγαθοὶ εἴητε, μάχεσθαι ἂν δύναισθε

13. Ἀναλογισώμεθα ὅτι ἔνδόν ἐσμεν τῆς τῶν Περσῶν γῆς.

14. ἐφοβήθη τοῦτο, μὴ οὐκ ἔλθοι ἡ βοήθεια.

15. δῆλον ἦν ὅτι οἱ μέτοικοι τοῖς πολίταις ἐνάντιοι ἦσαν.

16. ἧκε γὰρ ἄν σοι διὰ τῆς λεωφόρου ἀσφαλέστερον, εἰ καὶ ὀλίγῳ βραδύτε-
ρον ἧκεν

17. ὀλίγοι τινὲς ἔφυγον, δείσαντες (=ἐπειδὴ φοβήθηκαν) μὴ ἀποθάνοιεν.

18. τοιαύτη δόξα (φήμη) γέγονεν, ὡς ὁ βάρβαρος κήδεται (νοιάζεται) τῆς


Ἑλλάδος.

2
19. φανερόν ἐστιν ὅτι οὐ δυνάμεθα τὰ μέλλοντα γιγνώσκειν.

20. οὐ μὲ πείσεις, κἄν μὲ πείσῃς

21. Βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι, ὅτι οὗτοί εἰσιν ἄδικοι.

22. οὗτος πειρᾶται (=προσπαθεῖ) πείθειν ὑμᾶς ὡς ἀγαθὸς πολίτης ἐστίν.

23. ἐὰν καὶ μὴ βούλωνται, πάντες αἰσχύνονται μὴ πράττειν τὰ δίκαια

24. ὥστε καὶ τοῦτο δέδοικα, μὴ οὐ φίλους ἔχω.

25. σὺ πειρᾷ μου (μὲ δοκιμάζεις) εἰ μέμηνα (=ἔχω τρελαθεῖ);

26. ἠρώτα εἴ τις ἐθέλοι αὐτῷ συμπορεύεσθαι.

27. ἄξιόν ἐστιν ἐξετάσαι καὶ τοῦτο, πῶς οἱ παλαιοὶ τάς τιμὰς ἔνεμον.

28. ἡ δὲ βουλὴ ὑπισχνεῖτο εἰσενεγκειν ὅτῳ τρόπῳ οἱ ἄνδρες κρίνοιντο.

29. οὐδ’ εἰ μὲ ἐκέλευες ταῦτα ποιεῖν, ἡδέως ἂν ταῦτα ἐποίουν

30. Λύσανδρος ἐρωτᾷ τίς ἐστιν ἄξιος στρατηγεῖν.

31. Κροῖσος ἤρετο Σόλωνα εἰ θέαμα κάλλιον τεθέαται (=ἔχει δεῖ).

32. πάντες ἐπεμελούμεθα ὅπως ἀπὸ τοῦ ψύχους φυλαξοίμεθα

33. μήδ’ ἂν μέλλῃς εὐορκεῖν, μηδένα θεῶν ὀμόσῃς ἕνεκα χρημάτων

34. μάθε πρῶτον τίνες εἰσίν.

35. ἀπορία ἐστὶν ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπωμαι.

36. οὐδ’ ἂν ἀντιβολῶσιν ὑμᾶς καὶ ἱκετεύσωσιν, δικαίως ἂν αὐτοὺς ἐλεή-


σαιτε

37. Πρωταγόρας ἠρώτα πότερον οἱ ἄνδρες βούλοιντο λόγον ἢ μῦθον ἀκοῦ-


σαι.

38. σκοπεῖται (=ἐρευνᾶται) πότερον ἐν εὐτυχίαις ἢ ἐν δυστυχίαις φίλων δε-


όμεθα (χρειαζόμαστε).

3
39. ἄδηλον ἦν εἴτε κρατήσαιεν (θὰ νικούσαν) εἴτε κρατηθεῖεν (θὰ νικιόν-
ταν).

40. κἄν μὴ ἐθέλωμεν πολεμεῖν, ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν


41.
42. πειράσομαι (θὰ προσπαθήσω) μαθεῖν εἰ ἀληθῆ λέγεις ἢ μή.

43. δέομαι (παρακαλῶ) σκοπεῖν (=να ἐξετάσετε) εἴτε δίκαια λέγω εἴτε μή.

44. γνωστόν ἐστιν εἰς οἷον ἀγῶνα ἔρχεσθε.

45. ἐρωτῶ τὶς ἡ χώρα ἐστὶν καὶ ὑπὸ τίνος οἱ ἵπποι τρέφονται.

46. τοῦτο ἐπυθόμην (ἔμαθα), τὶ πράσσει ἡ πατρίς.

47. μὴ θαυμάζετέ μου, ὅτι χαλεπῶς φέρω τοῖς πράγμασι

48. ὅπου βία πάρεστιν, οὐ σθένει νόμος

49. ἐπειδὰν ἔλθωσιν, ἕξομεν τὰ ἐπιτήδεια

50. σπονδὰς πρὸς ἀλλήλους ἐποιήσαντο καὶ πρὸς Ἀθηναίους, ὥστε τοὺς
αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν

51. ἐπειδὴ παρῆν τὸ ξενικόν, ἀναστὰς ἔλεγε τοιάδε

52. μὴ ἀπέλθητε πρὶν ἂν ἀκούσητε

53. ὅπως γιγνώσκετε, οὕτω καὶ ποιεῖτε

54. δίκαιος γίγνου, ἵνα δικαίων τυγχάνῃς

55. ἐπισκόπει τοὺς λόγους ἀεὶ τοὺς σαυτοῦ καὶ τάς πράξεις, ὅπως ὡς ἐλα-
χίστοις ἁμαρτήμασι περιπίπτῃς.

56. ὅστις ἐθέλει ὀπίσω ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν

57. πολλοὶ σὲ μισήσουσιν, ἂν σαυτὸν φιλῇς

58. ὅτε ἡ μάχη ἐγένετο, Τισσαφέρνης ἔτυχεν ἐν Σάρδεσιν ὢν

59. μωραίνει Κύριος, ὃν βούλεται ἀπολέσαι

4
60. αὐτοὶ μεταχωρήσατε, ὅποι βούλεσθε

61. ἔχω τριήρεις, ὥστε ἑλεῖν τὸ ἐκείνων πλοῖον

62. ἄνδρες, ἡμεῖς μὲν ἐροῦμεν ὑμῖν τἀληθῆ, εἰ καί τισιν δόξομεν λίαν πα-
ράδοξα λέγειν

63. χαίρω, ὅτι εὐδοκιμεῖς

64. ἡνίκα δείλη ἐγένετο, κονιορτὸς ἐφάνη

65. οἱ δὲ Θηβαῖοι, ἐπεὶ ἐν τῷ πεδίῳ ἐγένοντο, ἐνταῦθα ἐστρατοπεδεύσαντο

66. ἐάν τις τὴν δημοκρατίαν καταλύῃ τὴν Ἀθήνησι, πολέμιος ἔστω Ἀθη-
ναίων καὶ νηποινεὶ τεθνάτω

67. ὅστις ζῆν ἐπιθυμεῖ, πειράσθω νικᾶν

68. οἱ θεοὶ ἱκανοί εἰσι καὶ τοὺς μεγάλους ταχὺ μικροὺς ποιεῖν καὶ τοὺς μι-
κρούς, κἄν ἐν δεινοῖς ὦσιν, σῴζειν εὐπετῶς, ὅταν βούλωνται

69. Κῦρος τὸ παρ’ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ὥστε πολεμεῖν τε ἱκανοὶ


εἶεν καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ

70. ἐπειδὴ ἐξήλθομεν ἐκ τοῦ δεσμωτηρίου, ἐπυθόμεθα ὅτι τὸ πλοῖον ἐκ Δή-


λου ἀφιγμένον εἴη

71. τοῖς νόμοις πείθομαι, ἵνα ἀγαθὸς πολίτης ὦ

72. δέομαί σου παραμεῖναι, ὡς ἐγὼ οὐδ’ ἂν ἑνὸς ἥδιον ἀκούσαιμι ἤ σου

73. ἐὰν ᾖς φιλομαθής, ἔσῃ πολυμαθὴς

74. ὁπότεροι ταύτην τὴν εἰρήνην μὴ δέχονται, τούτοις ἐγὼ πολεμήσω

75. τὰ πλοῖα κατέκαυσεν, ἵνα μὴ Κῦρος διαβῇ

76. εὐλαβοῦ τάς διαβολάς, κἄν ψευδεῖς ὦσιν

77. ἃ μὴ μεμάθηκας, προσλαμβάνε ταῖς ἐπιστήμαις

78. ὅπου ἂν ὦ, πειράσομαι βοηθήσειν ὑμῖν

5
79. οἱ Τριάκοντα πᾶν ἐποίησαν, ὥστε μὴ δοῦναι δίκην

80. ἡνίκα τὸν πέμπτον σταθμὸν ἐπορεύοντο, εἶδον βασίλειόν τι

81. ἡ φύσις ἂν ᾖ πονηρά, πολλάκις βούλεται φαῦλα

82. ὅσα μὲν δὴ ἐν τῇ Κύρου ἀναβάσει ἔπραξαν οἱ Ἕλληνες τῷ πρόσθεν λό-


γῳ δεδήλωται

83. ἴσως οὖν ἄν τις ἐπιτιμήσειέ μοι, ὡς οὐκ ἐπαινῶ τούσδε τοὺς ἄνδρας

84. ἐμοὶ οὖν δοκεῖ, ἐπεὶ ἐνθάδε οὔτε ἀργύριον ἔχομεν, ὥστε ἀγοράζειν, οὔ-
τε ἄνευ ἀργυρίου ἐῶσιν λαμβάνειν, αἱρεῖσθαι ὅ,τι ἂν δοκῇ ἡμῖν κράτι-
στον εἶναι

85. ἐπεὶ ἐν ἀπορίᾳ ἦσαν, ἐλυπεῖτο ὁ Ξενοφῶν

86. ὅτι οἱ Λακεδαιμόνιοι κατέχουσιν τὴν ἀκρόπολιν, μηδὲν ἀθυμεῖτε

87. Εὐαγόρας τὴν πόλιν οὕτως ηὔξησε, ὥστε μηδεμιᾶς τῶν Ἑλληνίδων πό-
λεων ἀπολελεῖφθαι

88. ἦν δέ τις Ἀπολλοφάνης, ὅστις τῷ Φαρναβάζῳ ξένος ἐτύγχανε ὤν

89. φησὶ δὲ τοὺς αἰχμαλώτους ἡμῶν, ὅσοι ἐν τῷ πολέμῳ ἑάλωσαν, ἐπιδε-


δωκέναι

90. εἰ ἀληθῆ λέγεις, σῴζου

91. τὰ δρεπανηφόρα ἅρματα εἶχον τὰ δρέπανα ἐκ τῶν ἀξόνων εἰς πλάγιον


ἀποτεταμένα, ὡς διακόπτειν ὅτῳ ἐντυγχάνοιεν

92. οἱ νέοι γυμνάζονται, ἵνα ἀνδρεῖοι ὦσι

93. ἕως ἂν τοίνυν ἐκείσε πορεύωμαι, δίδου τῇ στρατιὰ τὰ ἐπιτήδεια

94. Κῦρος ᾤετο φίλων δεῖσθαι, ὡς συνεργοὺς ἔχοι

95. οἱ Ἕλληνες ἠθύμουν, ὅτι οὐδαμοῦ Κῦρος φαίνοιτο

96. οὔτε τέχνη οὔτε σοφία ἐφικτόν ἐστιν, ἢν μὴ μάθῃ τις

6
97. εἰ τύφλωσιν ἀδύνατόν μοι ἰᾶσθαι, ἐμόν ἐστι τοὺς πλέοντας σῴζεσθαι ἢ
μὴ

98. Ὀδυσσεὺς ἀλείφει τὰ ὦτα τῶν ἑταίρων πολλῷ κηρῷ, ὥστε οὐκ ἐδύναν-
το ἀκούειν τῆς φωνῆς τῶν Σειρήνων

99. Φαρνάβαζος δὲ περιέμενεν ἐν Καλχηδόνι, μέχρι ἔλθοι Ἀλκιβιάδης ἐκ


τοῦ Βυζαντίου

100. Θίβρων, ἐπεὶ οὐκ ἐδύνατο ἑλεῖν Λάρισα, ὑπόνομον ὤρυττε, ἵνα ἀφαι-
ρήσεται τὸ ὕδωρ αὐτῶν

101. ἥδιον ἂν εἴη αὐλίζεσθαι ἐν ἐχυροῖς χωρίοις μᾶλλον ἣ ἐν οἰκίαις, ὥστε


ἀπολέσθαι

102. ἐὰν διαλύωμεν τὸ στράτευμα, τὰ ἠμέτερ’ ἀσθενέστερα γίγνοιτ’ ἂν

103. οἱ πολέμιοι ἔφευγον, ᾗ ἕκαστος ἐδύνατο

104. οἱ ἰατροὶ εὐτυχεῖς εἰσιν, ὅτι τάς μὲν ἐπιτυχίας αὐτῶν ὁ ἥλιος ὁρᾷ, τάς
δὲ ἀποτυχίας ἡ γῆ καλύπτει

105. ἐπειδὰν οἰμώζωμεν, Μένιππος γελᾷ

106. ἐμίσει, εἴ τις εὐεργετούμενος ἀχάριστος φαίνοιτο

107. τοῖς διὰ γῆρας καταλειπομένοις αἰχμαλώτοις προσέταττεν ἐπιμελεῖ-


σθαι αὐτῶν, ὡς μήτε ὑπὸ κυνῶν μήθ’ ὑπὸ λύκων διαφθείροιντο

108. Σωκράτης ἐθαύμαζεν, εἴ τις ἀρετὴν ἐπαγγελόμενος ἀργύριον πράτ-


τοιτο

109. εἰ μὲν ἐπαινῶ Σεύθην, δικαίως ἂν μὲ αἰτιῷσθε

110. ταῦτα ἐρωτῶμεν, ἐπεὶ οὐ γιγνώσκομέν τι ποιεῖ

111. ἔδοξεν αὐτοῖς προϊέναι εἰς τὸ πρόσθεν, ἕως Κύρῳ συμμείξειαν

112. ἐπεὶ ὑμεῖς ἐμοὶ οὐ θέλετε πείθεσθαι, ἐγὼ σὺν ὑμῖν ἕψομια

113. οἱ δὲ ἀκούσαντες ἐλυπήθησαν, ὅτι τοιοῦτον ἄνδρα ἠγνόησαν

114. οἱ δὲ ἐποίησαν, ὡς ἐκέλευσεν ὁ Λύσανδρος

7
115. Δερκυλίδας ἀφικνεῖται, ἵνα ἄρξῃ τοῦ στρατεύματος

116. ὁ ἑκών φάγοι ἄν, ὁπότε βούλοιτο

117. ἡμεῖς μὲν οὐκ ἐπιορκοῦμεν, ὥσπερ οἱ πολέμιοι ἐπιορκοῦσι

118. Θράσυλλος εἰς Ἀθήνας ἀπέπλευσεν, ἵνα αἰτήσειε ναῦς

119. οἶμαι δ’ ἐγὼ ταῦτα γίγνεσθαι, οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν
οἱ πολῖται, οὐδ’ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, ἀλλ’ ἵνα τοῖς
νόμοις πείθωνται

120. οὐκ αἰσχρόν ἐστιν, εἰ Ἀθηναῖοι ὄντες φοβήσεσθε βάρβαρον ἄνθρω-


πον;

121. ἀλλ’ ἐκεῖνα ὕβρις ἦν, ἃ ὑμεῖς ἐποιεῖτε

122. αἰσχρόν ἐστιν, εἰ οἱ ἄρχοντες παρακελεύσονται ὑμᾶς, τῶν μὲν κατα-


ψηφίζεσθαι, τῶν δὲ ἀποψηφίζεσθαι

123. οἷς δὲ ταῦτα ἄρεσκοι κάλαμον φέρειν ἐδόκει, ἵνα ἀλλήλους μάθοιεν
ὁπόσοι εἶεν

124. τὴν γῆν ἔδοσαν αὐτοῖς, ὅτι σφῶν εὐεργέται εἶεν

125. οἱ κύνες ὑλακτοῦσιν, ὃν μὴ γιγνώσκουσιν

126. οἱ Λακεδαιμόνιοί φασιν οὐδενὶ πολέμιοι ἥκειν, ὅστις μὴ πολέμου ἐρᾷ

127. προσμενῶ, ἕως ἂν πίῃ

128. μαχόμεθα, ἵνα τοὺς ἐχθροὺς διώξωμεν

129. ἐγὼ συμβουλεύσαιμι ἂν πρὸς Κλέαρχον ἀπελθεῖν, ἐπεὶ οὐδένα ἂν εὕ-


ροιμεν στρατηγὸν βελτίω

130. τὶς οὖν οὕτως ἀγαθὸς ὃς λιμῷ καὶ ῥίγει δύναιτ’ ἂν μαχόμενος στρα-
τεύεσθαι;

131. ὁπότε τις λέγοι περὶ ἀρετῆς, οἱ παῖδες ἤκουον

132. Κῦρος ἦν φιλοτιμότατος, ὥστε πάντα πόνον ὑπομένειν

8
133. μὴ θαυμάσῃς Φίλιππε, διότι τοῦ λόγου ποιήσομαι τὴν ἀρχήν.

134. ἐπεὶ δὲ ἐκεῖ ἀφίκοντο, ἐπλεονέκτει ὁ Πελοπίδας

135. ἔξεστιν αὐτῷ μεταβαίνειν ἐκείσε, ὅποι ἂν βούληται

136. πλοῖα ἡμῖν πάρεστιν, ὥστε, ὅπῃ ἂν βούλησθε, ἐξαίφνης ἂν ἐπιπέσοι-


τε

137. ἐγὼ μὲν οὖν, ἐστὲ μὲν αἱ σπονδαὶ ἦσαν, οὒποτ’ ἐπαυόμην ὑμᾶς οἰ-
κτίρων

138. Μένων δὲ ὁ Θετταλὸς δῆλος ἦν ἐπιθυμῶν μὲν πλουτεῖν ἰσχυρῶς, ἐπι-


θυμῶν δὲ ἄρχειν, ὅπως πλείω λαμβάνοι, ἐπιθυμῶν δὲ τιμᾶσθαι, ἵνα
πλείω κερδαίνοι.

139. Φίλος δὲ ἐβούλετο εἶναι τοῖς μέγιστα δυναμένοις, ἵνα ἀδικῶν μὴ δι-
δοίη δίκην

140. ἐπειδὴ ἀνοιχθείη τὸ δεσμωτήριον, εἰσῆμεν παρὰ τῷ Σωκράτει

141. ἔστε ἂν μόλωσιν οἱ πρέσβεις, ἔφη παρέξειν σιτία

142. αἰδοῦς δὲ ἐνεπίμπλατο, ὥστε ἐρυθραίνεσθαι, ὁπότε συντυγχάνοι τοῖς


πρεσβυτέροις

143. οἱ Βυζάντιοι καθεῖλκον τάς ναῦς, ὡς ἐν ταῖς τριήρεσιν σῴζοιντο

144. οὐ λέγει τάς ἐμάς πράξεις, ὅτι ἐδείκνυεν ἂν τὴν ἐμὴν ἀρετὴν

145. εἴπερ ἴσην ῥώμην τῇ γνώμῃ εἶχες, ὦ Δημόσθενες,οὒποτ’ ἂν Ἑλλήνων


ἦρξεν Ἄρης Μακεδών.

146. Μετὰ δὲ τοῦτο, ἐπειδὴ ἐδόκει τῷ Νικίᾳ καί τῷ Δημοσθένει ἱκανῶς πα-
ρεσκευάσθαι, ἡ ἀνάστασις τοῦ στρατεύματος ἐγένετο.

147. Τῶν τε γὰρ νεκρῶν ἀτάφων ὄντων, ὁπότε τις ἴδοι τινὰ τῶν ἐπιτηδεί-
ων κείμενον, ἒς λύπην μετὰ φόβου καθίστατο.

148. Προσήκει τοίνυν τάς στήλας ταύτας κυρίας ἐᾶν τὸν πάντα χρόνον,
ἲν’ ἕως μὲν ἄν τινες ζῶσιν, μηδὲν ὑφ’ ἡμῶν ἀδικῶνται, ἐπειδὰν δὲ τε-

9
λευτήσωσιν, ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν καὶ παρα-
δείγμαθ’ ἑστῶσι τοῖς βουλομένοις τι ποιεῖν ἡμᾶς ἀγαθόν.

149. Οἱ δὲ Συρακόσιοι τόν τε λιμένα εὐθὺς παρέπλεον ἀδεῶς καὶ τὸ στόμα


αὐτοῦ διενοοῦντο κλῄσειν, ὅπως μηκέτι, μήθ’ εἰ βούλοιντο, λάθοιεν αὐ-
τοὺς οἱ Ἀθηναῖοι ἐκπλεύσαντες.

150. οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἐληλύθασιν, ὥστε πειρῶνται πείθειν
τοὺς νεωτέρους ὡς, ἢν αὐτοῖς πλησιάζωσιν, ἅ τε πρακτέον ἐστὶν εἴσον-
ται καὶ διὰ ταύτης τῆς ἐπιστήμης εὐδαίμονες γενήσονται.

151. τοῦτο δὴ ἄξιον ἐπαινεῖν τῶν τότε ναυμαχησάντων, ὅτι τὸν ἐχόμενον
φόβον διέλυσαν τῶν Ἑλλήνων.

152. πολίτης τις εἶπεν ὅτι, ἃ ἄρχων ποιεῖ, οὐκ ἀρέσκουσιν τῷ δήμῳ.

153. ἐν δὲ ταῖς Ἀθήναις πυνθανόμενοι περὶ τῆς στρατιᾶς ὅτι ταλαιπωρεῖ-


ται καὶ ὅτι σῖτος ἐν τοῖς ἐν τῇ νήσῳ ἐσπλεῖ, ἠπόρουν καὶ ἐδεδοίκεσαν
μὴ σφῶν χειμὼν τὴν φυλακὴν ἐπιλάβοι.

154. Ὁ δὲ Ξενοφῶν, ὡς εἶδε τὰ γιγνόμενα, δείσας μὴ ἐφ’ ἁρπαγὴν τράποι-


το τὸ στράτευμα καὶ ἀνήκεστα κακὰ γένοιτο τῇ πόλει καὶ ἑαυτῷ καὶ
τοῖς στρατιώταις, ἔθει καὶ συνεπίπτει εἵσω τῶν πυλῶν σὺν τῷ ὄχλῳ.

155. ὁ δὲ μὴ ἐπιστάμενος οὔτε ἰατρὸς οὔτε στρατηγός ἐστιν, οὐδ’ ἐὰν ὑπὸ
πάντων ἀνθρώπων αἱρεθῇ.

156. Μίνδαρος ἀπέπλει ὅπως ἀναλάβοι πάσας τάς ναῦς.

157. Ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν.

158. Τοὺς στρατηγοὺς ἐζημίωσαν, ὅτι δώροις πεισθέντες ἀποχωρήσειαν.

159. Δῆλον ὅτι βασιλεὺς ἐγγὺς ἦν.

160. Πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις ἔπεισαν Ἀθηναίους οἱ γραψά-


μενοι Σωκράτην.

161. δεῖ δ’ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἐξ ἀρχῆς τῶν πραγμάτων πάντων ἀ-


κοῦσαι, ἵνα εἰδῆτε πρῶτον μὲν ᾧ τρόπῳ ὑμῖν ἡ δημοκρατία κατελύθη
καὶ ἔπειτα ᾧ τρόπῳ οἱ ἄνδρες ὑπὸ Ἀγοράτου ἀπέθανον.

10
162. Αὐτὸ οὖν προσήκει σκοπεῖν, πότερον ἀγαθὰ ἢ κακά ἐστι τὰ πεπραγ-
μένα.

163. Ἄδηλόν ἐστιν εἰ τις τούτων ἀδίκως διαβεβλημένος ἐστίν.

164. Καὶ ἐπιστάμεθα καὶ οἵαν ὁδὸν οἱ Ἀθηναῖοι πορεύονται καὶ ὅτι κατ’ ὀ-
λίγον χωροῦσιν ἐπὶ τοὺς πέλας.

165. καὶ μετὰ τὰ Τρωικὰ ἡ Ἑλλὰς ἔτι μετανίστατο καὶ κατῳκίζετο, ὥστε
μὴ ἠσυχάσασα αὐξηθῆναι.

166. εἰ δὲ τοῦτ’ ἀγνοεῖς, ὅτι πίστις ἀφορμὴ τῶν πασῶν ἐστιν μεγίστη πρὸς
χρηματισμόν, πᾶν ἂν ἀγνοήσειας.

167. ὑμεῖς δέ, εἴπερ πλεῖν βούλεσθε, περιμένετε, ἒστ’ ἂν ἐγὼ ἔλθω.

168. τῶν δὲ Χαλδέων οἱ παρόντες, ὡς ἐπλησίαζον οἱ Ἀρμένιοι, ἀλαλάξαν-


τες ἔθεον, ὥσπερ εἰώθασιν, εἰς αὐτούς.

169. μηδένα φίλον ποιοῦ, πρὶν ἂν ἐξετάσῃς πῶς κέχρηται τοῖς πρότερον
φίλοις.

170. ἐπειδὴ γὰρ αἱ πεντηκοντούτεις σπονδαὶ ἐγένοντο καὶ ὕστερον ἡ ξυμ-


μαχία, αἱ ἀπὸ τῆς Πελοποννήσου πρεσβεῖαι, αἵπερ παρεκλήθησαν ἒς
αὐτά, ἀνεχώρουν ἐκ τῆς Λακεδαίμονος.

171. ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη πόθεν ἕ-
ξεις τὰ ἐπιτήδεια.

172. τοῦτο βούλομαι εἰπεῖν, ὃ ἔπαθον δεινότατον, ὅτ’ ἠγωνιζόμην.

173. Προεῖπε δὲ ὁ Ἀγησίλαος, ὅστις παρέχοιτο ἵππον καὶ ὅπλα καὶ ἄνδρα
δόκιμον ὡς δύναται αὐτὸς μὴ στρατεύεσθαι.

174. παρορᾶτε ὅ,τι ὑμᾶς μὴ καθ’ ἡμέραν ἐνοχλῇ.

175. οὐχ ὁ Κύρου τρόπος τοιοῦτος ἦν οἷος χρηματίζεσθαι.

176. περὶ ὧν οὐτοσὶ Στέφανος μεμαρτύρηκεν, ἤδη πειράσομαι διδάσκειν


ὑμᾶς.

177. σκόπει νυνὶ τίνα ὑμεῖς γνώμην περὶ αὐτῆς ἕξετε

11
178. εἰς τοῦτ’ ἀνανδρίας καὶ πονηρίας ἦλθον, ὥστ’ ὤμοσαν ἀκολουθήσειν
μετ’ ἐκείνων.

179. καὶ μηδεὶς οἰέσθω μὲ λέγειν ὥς ἐστι δικαιοσύνην διδακτόν.

180. ἀγανακτῶ μάλιστα, ὦ βουλή, ὅτι περὶ τοιούτων πραγμάτων εἰπεῖν ἀ-


ναγκασθήσομαι πρὸς ὑμᾶς.

181. ἀνάγκη οὖν ἐστιν, εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ
πατρί.

182. καὶ τούτους ἄξιον ἐπαινέσαι τοὺς ἄνδρας, οἳ τοῦτον τὸν πόλεμον πο-
λεμήσαντες ἐνθάδε κεῖνται.

183. πρῶτον μὲν Τισσαφέρνης πέμψας ἤρετο αὐτὸν τίνος δεόμενος ἤκοι.

184. δέομαι οὖν ὑμῶν συγγνώμην ἔχειν εἰ καὶ νεώτερος ὢν λέγειν ἐπὶ δι-
καστηρίου τετόλμηκα.

185. ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπορεύθησαν, οὗτοι μόνοι τῆς ἀ-
ρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν, ἧς οὐδὲν κτῆμα σεμνότερον οὐ-
δὲ βεβαιότερόν ἐστι.

186. τοῦτο δ’ ἂν εἴποι τις, ὡς πολλὰς ἀρχὰς ἄρξας ἐκ τῶν ὑμετέρων ὠφέ-
λημαι.

187. ἄνδρες Λακεδαιμόνιοι, ὅτι μὲν ἃ μέλλω λέγειν οὐ πρὸς χάριν ὑμῖν ῥη-
θήσεται οὐκ ἀγνοῶ.

188. οὐ τοῦτο δέδοικα, μὴ οὐκ ἔχω ὅ,τι δῶ ἑκάστῳ τῶν φίλων.

189. οὕτω δὲ σφόδρα ἠπορούμην ὅ,τι χρησαίμην τῇ τούτου παρανομίᾳ, ὥ-


στε ἔδοξέ μοι κράτιστον εἶναι ἀποδημῆσαι ἐκ τῆς πόλεως.

190. σκέψασθε δὲ ἐὰν τοῦτο ἱκανὸν γένηται τεκμήριον.

191. ἡδέως ἂν πυθοίμην τίν’ ἄν ποτε γνώμην περὶ ἐμοῦ εἴχετε, εἰ μὴ ἐτριη-
ράρχησα.

192. ἀλλ’ ἐκεῖνο μόνον ἐτήρουν, ὅπως μηδὲν μήτε τῶν πατρίων καταλύ-
σουσιν μήτε ἔξω τῶν νομιζομένων προσθήσουσιν.

12
193. μέλλομέν σοι συμβουλεύειν, ὧν χρή τοὺς νεωτέρους ὀρέγεσθαι καὶ
τίνων ἔργων ἀπέχεσθαι καὶ ποίοις τισὶν ἀνθρώποις ὁμιλεῖν καὶ πῶς
τὸν ἑαυτῶν βίον οἰκονομεῖν.

194. δεινὸν δέ μοι δοκεῖ εἶναι, εἰ ὅταν εἰσφορὰν εἰσενεγκεῖν δέῃ, ἣν πάντες
εἴσεσθαι μέλλουσιν οὐκ ἐθέλουσι.

195. ἐχαλέπηναν, ὅτι αἴσθοιντο τοὺς πολεμίους ἰόντας.

196. σχέτλιον δ’ ἂν εἴη, εἰ οὗτος μὲν ἅπαντας τοὺς πολίτας περὶ οὐδενὸς
ἡγήσαιτο, ὑμεῖς δὲ τοιοῦτον ὄντα μὴ ἀποδοκιμάσαιτε.

197. θαυμάζω δ’ εἴ τινες τάς μάχας καὶ τάς νίκας τάς παρὰ τὸ δίκαιον γι-
γνομένας μὴ νομίζουσιν αἰσχρὰς εἶναι.

198. καίτοι διὰ τοῦτο πλείω τῶν ὑπὸ τῆς πόλεως προσταττομένων ἐδαπα-
νώμην, ἵνα καὶ βελτίων ὑφ’ ὑμῶν νομιζοίμην, καί, εἴ πού μοί τις συμ-
φορὰ γίγνοιτο, ἄμεινον ἀγωνιζοίμην.

199. ὁ νομοθέτης οὐδεμίαν ὀργὴ συγγνώμην δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέ-
γοντα, ἐὰν μὴ ἀποφαίνῃ ὥς ἐστι ἀληθῆ τὰ εἰρημένα.

200. καὶ γὰρ ταφῆς καλῆς τε καὶ μεγαλοπρεποῦς τυγχάνει, καὶ ἐὰν πένης
τις ὢν τελευτήσῃ, καὶ ἐπαίνου αὖ ἔτυχε, καὶ ἐὰν φαῦλος ᾖ.

201. πολλὰ ᾠήθησαν ἰδεῖν ὧν οὐκ εἶδον.

202. χαλεπόν ἐστιν ὃ μέλλω ποιεῖν.

203. ποίει ὅπως ἄριστόν σοι δοκεῖ εἶναι.

204. ἐν κεφαλαίῳ δ’ ἃ λέγω φράσας καταβῆναι βούλομαι.

205. ἀπορῶ δ΄ ὅ,τι χρήσομαι τοῖς ἐπιλοίποις.

206. οἱ δ’ ἐν τῇ Ἀττικῇ ὄντες Πελοποννήσιοι, ὡς ἐπύθοντο τῆς Πύλου κα-


τειλημμένης ἀνεχώρησαν ἐπ’ οἴκου

207. Μετὰ δὲ τοῦτο, ἐπειδὴ ἐδόκει τῷ Νικία κα τῷ Δημοσθένει ἱκανῶς πα-


ρεσκευάσθαι, ἡ ἀνάστασις τοῦ στρατεύματος ἐγένετο.

208. Τῶν τε γὰρ νεκρῶν ἀτάφων ὄντων, ὁπότε τις ἴδοι τινὰ τῶν ἐπιτηδεί-
ων κείμενον, ἒς λύπην μετὰ φόβου καθίστατο.

13
209. Δῆλον ὅτι βασιλεὺς ἐγγὺς ἤν.

210. ἐπειδὴ δεδοκίμασαι καὶ ἀνὴρ γεγένησαι, σκόπει αὐτὸς ἤδη πόθεν ἕ-
ξεις τὰ ἐπιτήδεια.

211. περὶ ὧν οὐτοσὶ Στέφανος μεμαρτύρηκεν, ἤδη πειράσομαι διδάσκειν


ὑμᾶς.

212. ὅσοι γὰρ τοῦ βίου ταύτην τὴν ὁδὸν ἐπορεύθησαν, οὗτοι μόνοι τῆς ἀ-
ρετῆς ἐφικέσθαι γνησίως ἠδυνήθησαν, ἧς οὐδὲν κτῆμα σεμνότερον οὐ-
δὲ βεβαιότερόν ἐστι.

213. τοῦτο δ’ ἂν εἴποι τις, ὡς πολλὰς ἀρχὰς ἄρξας ἐκ τῶν ὑμετέρων ὠφέ-
λημαι.

214. ἄνδρες Λακεδαιμόνιοι, ὅτι μὲν ἂ μέλλω λέγειν οὐ πρὸς χάριν ὑμῖν ῥη-
θήσεται οὐκ ἀγνοῶ.

14

You might also like