You are on page 1of 2

ODISEO Y EL CÍCLOPE

Ὁ Ὀδυσσεὺς ἐπὶ τὴν Τροίαν πλεῖ μετὰ τοῦ Ἀγαμέμνονος καὶ τῶν Ἀχαιῶν. Δέκα μὲν
οὖν ἔτη περὶ Τροίαν μάχονται, τέλος δε τὴν πόλιν αἱροῦσιν. Ὁ οῦν Ὀδυσσεὺς τοὺς
ἑταίρους κελεύει ἀπὸ τῆς Τροίας οἴκαδε ἀποπλεῖν. Ἐν δὲ τῇ ὁδῷ πολλὰ καὶ δεινὰ
πάσχουσιν. Πολλάκις μὲν γὰρ χειμώνας ὑπέχουσιν, πολλάκις δὲ εἰς ἄλλους
κινδύνους μεγίστους ἐμπίπτουσιν.
Πλέουσί ποτε εἰς νῆσόν τινα μικράν, ἐκβαίνουσι δὲ ἐκ τῶν νεῶν καὶ δείπνον
ποιοῦσιν ἐν τῷ αἰγιαλῷ. Ἐστι δὲ ἐγγὺς ἄλλη νῆσος,· καπνὸν ὁρῶσι καὶ φθόγγον
ἀκοῦουσιν προβάτων τε καὶ αἰγῶν. Τῇ οὖν ὑστεραίᾳ ὁ Ὀδυσσεὺς τοὺς ἑταίρους
κελεύει εἰς τὴν ναῦν εἰσβαίνειν βούλεται γὰρ εἰς τὴν νῆσον πλεῖν καὶ γιγνώσκειν
τίνες ἐκεῖ οἰκοῦσιν.
Δι᾽ὀλίγου οὖν ἀφικνοῦνται εἰς τὴν νῆσον καὶ ἄντρον μέγα ὁρῶσι καὶ πολλὰ τε
πρόβατα καὶ πολλὰς αἶγας. Ὁ οὖν Ὀδυσσεὺς τοῖς ἑταίροις, “ὑμεῖς μέν,” φησίν,
“πρὸς τῇ νηΐ μένετε. Ἐγῶ δὲ ἐν νῷ ἔχω εἰς τὸ ἄντρον εἰσιέναι”. Δώδεκα οὖν τῶν
ἑταίρων κελεύει ἑαυτῷ ἕπεσθαι. Οἱ δὲ ἄλλοι πρὸς τῇ νηῒ μένουσιν. Ἐπεὶ δὲ εἰς τὸ
ἄντρον ἀφικνοῦνται, οὐδένα ἄνθρωπον εὑρίσκουσιν ἐνδον.
Οἱ οὖν ἑταῖροι τῷ Ὀδυσσεῖ λέγουσιν οὐδένα ἄνθρωπόν εἶναι ἔνδον ἀλλὰ ὁ
Ὀδυσσεὺς βούλεται γιγνώσκειν τίς ἐν τῷ ἄντρῳ οἰκεῖ. Οἱ δὲ ἑταῖροι μάλα
φοβοῦνται. Δι’ὀλίγου δὲ ψόφον μέγιστον ἀκοῦουσι καὶ εἰσέρχεται γίγας φοβερός
δεινὸς ὅς ἕνα ὀφθαλμὸν ἐν μέσῳ τῷ μετώπῳ ἔχει.
Ὅ οῦν Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι μάλιστα φοβοῦνται καὶ εἰς τὸν τοῦ ἄντρου μυχὸν
φεύγουσιν. Ὁ δὲ γίγας τὰ ποίμνια εἰς τὸ ἄντρον εἰσελαύνει καὶ λίθον μέγιστον
αἴρει καὶ εἰς τὴν τοῦ ἄντρου εἴσοδον βάλλει. Οὕτω δὴ τὸν Ὀδυσσέα καὶ τοὺς
ἑταίρους ὁρᾷ καὶ, “ὦ ξένοι”, βοᾷ, “τίνες ἐστέ καὶ πόθεν πλεῖτε;”
Ὁ δ᾽Ὀδυσσεὺς ἀποκρίνεται· “ἡμεῖς Ἀχαιοί ἐσμεν, καὶ ἀπὸ τῆς Τροίας οἴκαδε
πλέομεν. Χειμὼν δὲ ἡμᾶς ἐνθάδε ἐλαύνει”.
Ὁ δὲ Κύκλωψ οὐδὲν ἀποκρίνεται ἀλλὰ ὅρμαται ἐπὶ τοὺς Ἀχαιοὺς· τῶν ἑταίρων δὲ
δύο ἁρπάζει καὶ κόπτει πρὸς την γην· ὁ δὲ ἐγκέφαλος ἐκρεῖ καὶ δεύει τήν γην”.
Ὁ γὰρ Ὀδυσσεὺς, ἀνὴρ πολύμητις, ἐπεὶ πρῶτον οἱ ἑταῖροι ὑπὸ τοῦ Κύκλωπος
ἀποκτείνονται, πολύν οἴνον τῷ Κύκλωπι παρέχει, ὥστε δι᾽ὀλίγου μάλα μεθύει.
Ἐπεὶ δὲ καθεύδει ὁ Κύκλωψ, ῥόπαλον μέγιστον ὁ Ὀδυσσεὺς εὑρίσκει καὶ τοὺς
ἑταίρους κελεύει θερμαίνειν αὐτὸ ἐν τῷ πυρί. Έπεί δέ μέλλει ἅψεσθαι τὸ ῥόπαλον,
ὁ Ὀδυσσεὺς αἴρει αὑτὸ ἐκ τοῦ πυρός καὶ ἐλαύνει εἰς τὸν ἕνα ὀφθαλμὸν τοῦ
Κύκλωπος.
Ὁ δὲ ἀναπηδᾷ καὶ δεινῶς κλάζει. Ὁ δὲ Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι εἰς τὸν τοῦ άντρου
μυχὸν φεύγουσιν. Ὁ δὲ Κύκλωψ οὐ δύναται αὑτοὺς ὁρᾶν. Τυφλὸς γάρ έστιν.
Tῇ ὑστεραίᾳ, ἐπεὶ πρῶτον ἀνατέλλει ὁ ἥλιος, ὁ Κύκλωψ τὸν λίθον ἐξαίρει ἐκ τῆς
τοῦ ἄντρου εἰσόδου καί πάντα τά τε πρόβατα καὶ τὰς αἶγας ἐκπέμπει.
Ὁ οὖν Ὀδυσσεὺς τοὺς ἑταίρους κρύπτει ὑπὸ τῶν προβάτων. Οὕτω δὴ ὁ Κύκλωψ
ἐκπέμπει τοὺς Αχαιοὺς μετὰ τῶν προβάτων καὶ πρὸς τὴν ναῦν ἐλαύνουσι καὶ
ἀποπλέουσιν.
Ἐπεὶ ὁ Ποσειδών, ὁ τῆς θαλάττης θεὸς καὶ ὁ τοῦ Κύκλωπος πατήρ, ἐχθρός αὐτοῖς
γίγνεται καὶ οὐκ ἐᾷ αὐτοὺς οἴκαδε ἐπανιέναι.
Ὁ γὰρ Ὀδυσσεὺς ἀπὸ τοῦ τῆς νήσου αἰγιαλοῦ ἀποπλεῖ, ἀλλ᾽ἐκ μέσης τῆς θαλάττης
οὕτω βοᾷ· “Ὦ Κύκλωψ, δεινὸς μὲν εἶ σὺ, ἐγὼ δὲ ἀνδρεῖος καὶ ἰσχυρός εἱμι. Ἐγὼ δὲ
αἰτιός εἱμι, καὶ τὸ ὄνομά μου Ὀδυσσεὺς ἐστιν· Ὀδυσσεὺς εἰμι πολύμητις, υἱός τοῦ
Λαέρτου, καὶ ἐν τῇ Ιθάκῃ οἰκίαν ἔχω”.
Ὀ δὲ Κύκλωψ μέγαν λίθον ἐκ τοῦ ὄρους αἴρει, καὶ βάλλει αὐτὸν εἰς τὴν τοῦ
Ὀδυσσέως ναῦν. Ὁ μὲν οὖν λίθος τῇ θαλάττῃ ἐμπίπτει, ὁ δὲ Ὀδυσσεὺς καὶ οἱ
ἑταῖροι ἀποφεύγουσιν.
Ἀλλ᾽ὁ Κύκλωψ τὸν Ποσειδώνα τὸν ἑαυτοῦ πατέρα καλεῖ, καὶ λέγει· “Ὦ Πόσειδον
πάτερ, ὦ δέσποτα καὶ βασιλεῦ τῆς θαλάττης, ὅρα τὶ πάσχω ὑπὸ τοῦ Οδυσσέως·
βοήθει μοι, καὶ μή ἔα αὐτὸν οἴκαδε ἐπανιέναι. Eἰ δὲ μὴ τοῦτο δυνατόν ἐστιν,
ἀπόκτεινε πάντας τοὺς ἑταίρους αὐτοῦ”.
Ὁ δὲ Όδυσσεύς, καὶ οἱ ἑταῖροι αὑτοῦ πολλὰ καὶ δεινὰ πάσχουσιν, πολλάκις
χειμώνας ὑπέχουσιν, καὶ οἱ μὲν σῴζονται, οἱ δὲ ἐν τῇ θαλάττῃ ἀποθνήσκουσιν.
Τέλος δὲ ἀφικνοῦνται εἰς τὴν νῆσον τοῦ Αἰόλου, βασιλέως τῶν ἀνέμων καὶ τῶν
χειμώνων.
Ὁ μὲν Αἴολος καλὼς δέχεται τοὺς ξένους, καὶ πολὺν χρόνον ὁ τε Ὀδυσσεὺς καὶ οἱ
ἑταῖροι μένουσιν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Τέλος δὲ ὁ Ὀδυσσεὺς εἰς τὴν πατρίδα
ἐπανιέναι βούλεται καὶ ἀπὸ τοῦ λιμένος τοῦ Αἰόλου ἀποπλεῖν. Παρὰ δὲ τοῦ Αἰόλου
ἀσκόν τινα δέχεται.
Ὁ δέ Αἴολος, “ἐν τοῦτῳ τῷ ἀσκῷ,” φησίν, “πάντες τε οἱ ἄνεμοι καὶ πάντες οἱ
χειμώνες ἐνεισιν· μὴ οὖν λῦε αὐτόν, εἰ μὴ βούλει χειμώνας ὑπέχειν καὶ πολλὰ καὶ
δεινὰ πάσχειν”.
Ὁ μὲν οὖν Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι αὐτοῦ ἀποπλέουσιν ἀπὸ τῆς τοῦ Αἰόλου νήσου.
Πολλὰς μὲν οὖν ἡμέρας οἴκαδε εὐδίᾳ πλέουσιν.
Adaptado de Athénaze I, VII

You might also like