You are on page 1of 2

1. Να χωρίσετε το κείμενο σε περιόδους και ημιπεριόδους.

«Μετὰ δὲ ταῦτα οὐ πολλαῖς ἡμέραις ὕστερον ἦλθεν ἐξ Ἀθηνῶν


Θυμοχάρης ἔχων ναῦς ὀλίγας· καὶ εὐθὺς ἐναυμάχησαν αὖθις
Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι, ἐνίκησαν δὲ Λακεδαιμόνιοι ἡγουμένου
Ἁγησανδρίδου, μετ' ὀλίγον δὲ Δωριεὺς ὁ Διαγόρου ἐκ Ῥόδου εἰς
Ἑλλήσποντον εἰσεπλει ἀρχομένου χειμῶνος τέτταρσι καὶ δέκα ναυσὶν
ἅμα ἡμέρᾳ, κατιδὼν δὲ ὁ τῶν Ἀθηναίων ἡμεροσκόπος ἐσήμηνε τοῖς
στρατηγοῖς, οἱ δὲ ἀνηγάγοντο ἐπ᾽ αὐτὸν εἴκοσι ναυσίν, ὡς ὁ Δωριεύς
φυγὼν πρὸς τὴν γῆν ἀνεβίβαζε τὰς αὐτοῦ τριήρεις, ὡς ἥνυτε, περὶ τὸ
Ῥοίτειον»

Ξενοφ, Ἑλληνικά Α΄, 191-2

2. Πόσες και ποιες προτάσεις εντοπίζετε στα κείμενα;

«Καίτοι πῶς αὐτοῖς χρὴ συγγνώμην ἔχειν, ὅταν ὁρᾶτε τὰς μὲν ναῦς, ὧν
ἦρχον οὗτοι, δι᾽ ἀπορίαν χρημάτων καταλυομένας καὶ ἐκ πολλῶν ὀλίγας
γιγνομένας, τούτους δὲ πένητας καὶ ἀπόρους ἐκπλεύσαντας οὕτως
ταχέως πλείστην τῶν πολιτῶν οὐσίαν κεκτημένους;»

Λυσ. Κατά Έργοκλέους, Ἐπίλογος 2

«Τοῦ δ' αὐτοῦ χειμῶνος οἱ Πλαταιῆς (ἔτι γὰρ ἐπολιορκοῦντο ὑπὸ τῶν
Πελοποννησίων καὶ Βοιωτῶν) ἐπειδὴ τῷ τε σίτῳ ἐπιλείποντι ἐπιέζοντο καὶ
ἀπὸ τῶν Ἀθηνῶν οὐδεμία ἐλπὶς ἦν τιμωρίας οὐδὲ ἄλλη σωτηρία ἐφαίνετο,
ἐπιβουλεύουσιν αὐτοί τε καὶ Ἀθηναίων οἱ ξυμπολιορκούμενοι πρῶτον μὲν
πάντες ἐξελθεῖν καὶ ὑπερβῆναι τὰ τείχη τῶν πολεμίων, ἥν δύνωνται
βιάσασθαι, ἐσηγησαμένων τὴν πεῖραν αὐτοῖς Θεαινέτου τε τοῦ Τολμίδου
ἀνδρὸς μάντεως καὶ Εὐπομπίδου τοῦ Δαϊμάχου, ὃς καὶ ἐστρατήγει· ἔπειτα
οἱ μὲν ἡμίσεις ἀπώκνησάν πως τὸν κίνδυνον μέγαν ἡγησάμενοι, ἐς δὲ
ἄνδρας διακοσίους καὶ εἴκοσι μάλιστα ἐνέμειναν τῇ ἑξόδῳ ἐθελονταὶ
τρόπῳ τοιῷδε.»

Θουκ. III 20, 1-2

3. Να εντοπίσετε τις περιόδους, ημιπεριόδους και τις προτάσεις στο


κείμενο.

«Καὶ μήν, ὦ ἄνδρες, καὶ τοῦθ᾽ ὑμᾶς δεῖ μαθεῖν, ὅτι τὸ συνέχον τὴν
δημοκρατί ἂν ὅρκος ἐστί. Τρία γάρ ἐστι ἐξ ὧν ἡ πολιτεία συνέστηκεν, ὁ
ἄρχων, ὁ δικαστής, ὁ ἰδιώτης. Τούτων τοίνυν ἕκαστος ταύτην πίστιν
δίδωσιν, εἰκότως· τοὺς μὲν γὰρ ἀνθρώπους πολλοὶ ἤδη ἐξαπατήσαντες
καὶ διαλαθόντες οὐ μόνον τῶν παρόντων κινδύνων ἀπελύθησαν, ἀλλὰ
καὶ τὸν ἄλλον χρόνον ἀθῷοι τῶν ἀδικημάτων τούτων εἰσί· τοὺς δὲ θεοὺς
οὔτ᾽ ἂν ἐπιορκήσας τις λάθοι οὔτ᾽ ἄν ἐκφύγοι τὴν ἀπ᾽ αὐτῶν τιμωρίαν,
ἀλλ᾽ εἰ μὴ αὐτός, οἱ παῖδές γε καὶ τὸ γένος ἅπαν τὸ τοῦ ἐπίορκήσαντος
μεγάλοις ἀτυχήμασι περιπίπτει.»

Λυκ., Κατά Λεωκράτους 79

4. Να χωρίσετε τις προτάσεις στην περίοδο.

«Ἴσως τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων μὲν οὐδὲν ἀπολογήσεται,


ἐρεῖ δὲ πρὸς ὑμᾶς ἅπερ ἐτόλμα λέγειν καὶ πρὸς τὸν διαιτητήν, ὡς οὐκ ἔστι
τῶν ἀπορρήτων, ἐάν τις εἴπῃ τὸν πατέρα ἀπεκτονέναι»

Λυσίας, Κατά Θεομνήστου Α, 6

5. Να βρείτε πόσες περίοδοι και πόσες προτάσεις υπάρχουν στο


κείμενο.

«Τῶν τοίνυν ἄλλων πόλεων ταῖς ἐπιφανεστάταις καὶ μεγίσταις, ἦν


ἐξετάζειν βουληθῶμεν, εὑρήσομεν τὰς δημοκρατίας μᾶλλον ἥ τὰς
ὀλιγαρχίας συμφερούσας ἐπεὶ καὶ τὴν ἡμετέραν πολιτείαν, ᾗ πάντες
ἐπιτιμῶσιν, ἣν παραβάλωμεν αὐτὴν μὴ πρὸς τὴν ὑπ' ἐμοῦ ῥηθεῖσαν ἀλλὰ
πρὸς τὴν ὑπὸ τῶν τριάκοντα καταστασαν, οὐδεὶς ὅστις οὐκ ἂν θεοποίητον
είναι νομίσειεν. Βούλομαι δ᾽ εἰ καί τινές με ψήσου σιν ἔξω τῆς ὑποθέσεως
λέγειν, δηλῶσαι καὶ διελθεῖν, ὅσον αὕτη τῆς τότε διήνεγκεν, ἵνα μηδεὶς
οἴηταί με τὰ μὲν ἁμαρτήματα τοῦ δήμου λίαν ἀκριβῶς ἐξετάζειν, εἰ δὲ τι
καλὸν ἥ σεμνὸν διαπέπρακται, ταῦτα δὲ παραλείπειν.»

Ἰσοκράτους, Ἀρεοπαγητικός 62 639

You might also like