You are on page 1of 7

«Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ πατρός,

πλήρης χάριτος καὶ ἀληθείας».

Ἐπειδὴ εἶπεν, ὅτι «Σὰρξ ἐγένετο», ἐπιφέρει λοιπόν, ὅτι «Ἐθεασάμεθα τὴν
δόξαν αὐτοῦ», ἐν σαρκὶ δηλονότι ὄντος. Εἰ γὰρ τὸ πρόσωπον Μωσέως
λαμπρυνθὲν ἐκ τῆς πρὸς Θεὸν ὁμιλίας οἱ Ἰσραηλῖται ἰδεῖν οὐκ ἠδύναντο,
πολλῷ μᾶλλον τὴν θεότητα τοῦ Μονογενοῦς γυμνὴν οὐκ ἂν ἐχώρησαν οἱ
ἀπόστολοι, εἰ μὴ διὰ τῆς σαρκὸς ἐπεφάνη. Ἐθεασάμεθα δὲ τὴν δόξαν οὐ
τοιαύτην οἵαν ἔσχεν ὁ Μωσῆς, ἢ μεθ’ οἵας δόξης ὤφθησαν τὰ Χερουβὶμ
καὶ τὰ Σεραφὶμ τῷ προφήτῃ, ἀλλὰ τοιαύτην δόξαν, οἵαν ἔπρεπεν εἶναι
μονογενεῖ Υἱῷ, ἐκ τοῦ Πατρὸς φυσικῶς αὐτῷ προσοῦσαν. Τὸ γὰρ «ὡς»
ἐνταῦθα οὐχ ὁμοιώσεώς ἐστιν, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου
διορισμοῦ. Ὥσπερ βασιλέα βλέποντες μετὰ δόξης πολλῆς προερχόμενον,
λέγομεν ὅτι ὡς βασιλεὺς προῆλθεν, ἀντὶ τοῦ, ὡς ὄντος καὶ κατὰ ἀλήθειαν
βασιλεύς· οὕτως οὖν κἀνταῦθα τὸ «ὡς Μονογενοῦς» ὀφείλομεν νοῆσαι,
ἀντὶ τοῦ, Ἡ δόξα ἣν ἐθεασάμεθα, ὡς τῷ ὄντι κατὰ ἀλήθειαν Υἱοῦ δόξα
ἦν. «Πλήρης χάριτος καὶ ἀληθείας». Χάριτος μὲν πλήρης, καθὸ καὶ ὁ
Λόγος αὐτοῦ κεχαριτωμένος ἦν, ἵνα οὕτως εἴπω, καθὰ καὶ Δαβὶδ λέγει·
«Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου». Καὶ ὁ εὐαγγελιστής, ὅτι «Ἐθαύμαζον
πάντες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τῆς ἐκπορευομένης ἐκ τοῦ στόματος
αὐτοῦ». Καὶ πᾶσι δὲ τὰς ἰάσεις ἐχαρίζατο τοῖς χρῄζουσιν αὐτῶν. Ἀληθείας
δὲ πλήρης ἦν, καθὸ καὶ οἱ προφῆται, καὶ Μωσῆς αὐτός, ὅσα ἔλεγον ἢ
ἔπραττον, πάντα τύποι ἦσαν· ὁ δὲ Χριστὸς ἃ ἔλεγεκαὶ ἔπραττεν, ἅπαντα
ἀληθείας πλήρη, αὐτόχαρις ὢν καὶ αὐτοαλήθεια, καὶ ἄλλοις ταῦτα
χορηγῶν. Ποῦ δὲ ἐθεάσαντο τὴν δόξαν; Ἴσως μέν τινες ὑπολήψονται, ὅτι
ἐν τῷ ὅρει τῷ Θαβώρ. Τάχα δὲ καὶ τοῦτο μὲν ἀληθές, πλὴν οὐκ ἐν τῷ ὅρει
μόνῳ, ἀλλ’ ἐν πᾶσιν οἷς ἔπραττε καὶ ἔλεγεν, ἔβλεπον τὴν δόξαν αὐτοῦ.

«Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων· Οὗτος ἦν, ὃν εἶπον, ὁ ὀπίσω
μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν».

Τὴν Ἰωάννου μαρτυρίαν συνεχῶς παραλαμβάνει ὁ εὐαγγελιστής· οὐχὶ τὸν


Δεσπότην ἀξιόπιστον ἀπὸ τοῦ δούλου ποιῶν, ἀλλ’ ἐπεὶ μεγάλην
ὑπόληψιν εἶχον περὶ Ἰωάννου οἱ ὄχλοι, τούτου ἕνεκεν παραλαμβάνει εἰς
τὴν περὶ τοῦ Χριστοῦ μαρτυρίαν τὸν παρ’ ἐκείνοις νομιζόμενον μέγαν
Ἰωάννην, καὶ διὰ τοῦτο ὑπὲρ ἅπαντας πιστευόμενον. Τὸ δέ, «κέκραγε» τὴν
πολλὴν παῤῥησίαν τοῦ Ἰωάννου δεικνύει. Οὐ γὰρ ἐν γωνίᾳ, ἀλλὰ μετὰ
πολλῆς τῆς παῤῥησίας ἐβόα περὶ Χριστοῦ. Τί δὲ ἔλεγεν; «Οὗτος ἦν, ὃν
εἶπον»· καὶ πρὸ τοῦ ἰδεῖν τὸν Χριστὸν ὁ Ἰωάννης ἐμαρτύρει περὶ αὐτοῦ.
Καὶ τοῦτο Θεοῦ πάντως εὐδοκία, ἵνα μὴ δόξῃ, τῷ προσώπῳ χαριζόμενος
τοῦ Χριστοῦ, περὶ αὐτοῦ τὰ χρηστότερα μαρτυρεῖν. Διὸ καὶ λέγει «Ὃν
εἶπον», τουτέστι, καὶ πρὶν ἰδεῖν αὐτόν, «ὁ ὀπίσω μου ἐρχόμενος», κατὰ
τοὺς τῆς γεννήσεως δηλαδὴ χρόνους· ἓξ γὰρ μῆνας πρότερος ἦν ὁ
πρόδρομος τοῦ Χριστοῦ κατὰ τὴν ἐν σαρκὶ γέννησιν. «Οὗτος ἔμπροσθέν
μου γέγονεν», ἀντὶ τοῦ, προτιμότερός μου καὶ ἐνδοξότερος ἐγένετο. Διὰ τί;
Ὅτι καὶ πρῶτός μου ἦν κατὰ τὴν θεότητα. Οἱ δὲ Ἀρειανοὶ ἀνοήτως
ἡρμήνευσαν τὸ ῥητὸν τοῦτο. Θέλοντες γὰρ δεῖξαι, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ οὐκ
ἐγεννήθη ἀπὸ τοῦ Πατρός, ἀλλὰ γέγονεν ὡς ἓν τῶν κτισμάτων, φασίν, ὅτι
Ἰδοὺ ὁ Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ τὸ « Ἔμπροσθέν μου γέγονεν», ἀντὶ
τοῦ, πρὸ ἑμοῦ γέγονε, καὶ ἐκτίσθη παρὰ τοῦ Θεοῦ, ὡς ἓν τῶν ποιημάτων.
Ἐλέγχονται δέ, κακῶς νοοῦντες τὸ ῥητὸν ἐκ τοῦ ἐφεξῆς. Ποία γὰρ ἔννοια
ἐμφαίνεται ἐν τῷ λέγειν, ὅτι « Οὗτος», ὁ Χριστός, δηλαδή, «ἔμπροσθέν μου
γέγονεν», ἀντὶ τοῦ, πρὸ ἑμοῦ ἐκτίσθη, «διότι πρῶτός μου ἦν»; Ἀνόητον
γὰρ παντάπασι τὸ λέγειν, ὅτι Τοῦτον ἔκτισεν ὁ Θεὸς πρότερον, διότι
πρῶτός μου ἦν. Τοὐναντίον γὰρ ὤφειλε μᾶλλον εἰπεῖν, ὅτι Οὗτος πρῶτός
μού ἐστι, διότι ἔμπροσθέν μου γέγονεν, ἤγουν ἐκτίσθη. Ταῦτα μὲν τὰ τῶν
Ἀρειανῶν. Ἡμεῖς δὲ ὀρθοδόξως νοοῦμεν, ὅτι «Ὁ ὀπίσω μου ἐρχόμενος»,
κατὰ τὴν ἐκ Παρθένου ἐν σαρκὶ γέννησιν, «ἔμπροσθέν μου γέγονεν»,
ἀντὶ τοῦ, ἐνδοξότερος καὶ προτιμότερός μου ἐγένετο ἐκ τῶν περὶ αὐτῶν
συμβάντων θαυμάτων, ἐκ τοῦ τόκου, ἐκ τῆς ἀνατροφῆς, ἐκ τῆς σοφίας.
Καὶ εἰκότως τοῦτο. Καὶ γὰρ πρῶτός μου ἦν, κατὰ τὴν πρὸ αἰώνων ἐκ
Πατρὸς γέννησιν, εἰ καὶ ὀπίσω μου ἦλθε κατὰ τὴν ἐν σαρκὶ παρουσίαν.

«Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ
χάριτος»

Καὶ ταῦτα τοῦ Προδρόμου εἰσὶ ῥήματα λέγοντος περὶ τοῦ Χριστοῦ, ὅτι
Ἡμεῖς πάντες οἱ προφῆται ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Οὐ γὰρ
τοσαύτην ἔχει τὴν χάριν, ὅσην οἱ πνευματοφόρητοι ἄνθρωποι· ἀλλὰ πηγὴ
ὑπάρχων παντὸς ἀγαθοῦ, καὶ πάσης σοφίας καὶ προφητείας, ὑπερβλύζει
αὐτὴν πᾶσι τοῖς ἀξίοις, καὶ ἐν τῷ ὑπερβλύζειν πλήρης διαμένων, καὶ
οὐδέποτε κινούμενος. Καὶ χάριν δὲ ἐλάβομεν, τὴν τῆς Καινῆς δηλαδὴ
Διαθήκης, ἀντὶ τῆς χάριτος, τῆς παλαιᾶς νομοθεσίας. Ἐπεὶ γὰρ ἐκείνη ἡ
διαθήκη ἐγήρασε καὶ ἐσαθρώθη, ἀντ’ ἐκείνης τὴν Νέαν ἐλάβομεν. Καὶ
πῶς, φησίν, ὠνόμασε χάριν τὴν Παλαιὰν Διαθήκην; Διότι καὶ οἱ Ἰουδαῖοι
χάριτι υἱοθετήθησαν καὶ προσεδέχθησαν. Φησὶ γάρ, ὅτι «Οὐ διὰ τὸ
πολυπληθεῖν ἡμᾶς, ἀλλὰ διὰ τοὺς πατέρας ὑμῶν ἐξελεξάμην ὑμᾶς». Καὶ
οἱ παλαιοὶ τοίνυν χάριτι προσεδέχθησαν, καὶ ἡμεῖς δὲ ὁμολογουμένως
χάριτί ἐσμεν σεσωσμένοι.

«Ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ
ἐγένετο».
Ἐφερμηνεύει ἡμῖν, πῶς ἐλάβομεν χάριν μεγίστην ἀντὶ μικρᾶς χάριτος· καί
φησιν, ὅτι ὁ μὲν νόμος διὰ Μωσέως ἐδόθη, μεσίτῃ χρησαμένου τοῦ Θεοῦ
ἀνθρώπῳ, τῷ Μωσεῖ φημι· ἡ δὲ Καινὴ Διαθήκη διὰ Ἰησοῦ Χριστοῦ, ἥτις καὶ
χάρις ὀνομάζεται, διότι ἐχαρίσατο ἡμῖν ὁ Θεὸς οὐ μόνον τὴν ἄφεσιν τῶν
ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν υἱοθεσίαν. Ἀλήθεια δὲ καλεῖται, καθ’ ὅσον ὅσα οἱ
πάλαι τυπικῶς ἢ εἶδον, ἢ εἶπον, λαμπρῶς αὕτη ἀνεκήρυξεν. Ἡ τοίνυν
Καινὴ Διαθήκη, ἣ καὶ χάρις ὀνομαζομένη καὶ ἀλήθεια, οὐκ ἀνθρώπῳ
ψιλῷ μεσίτῃ ἐχρήσατο, ἀλλὰ τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ὅρα πῶς ἐπὶ μὲν τῆς
Παλαιᾶς εἶπε τό, «Ἐδόθη διὰ Μωσέως»· ὑπουργὸς γὰρ καὶ ὑπηρέτης οὗτος
ἦν. Ἐπὶ δὲ τῆς Καινῆς, οὐκ εἶπε τό, «ἐδόθη», ἀλλὰ τό, «ἐγένετο», ἵνα δείξῃ
ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς δεσπότου, οὐχὶ δούλου,
γενομένην, καὶ εἰς τέλος προβᾶσαν τὴν χάριν καὶ τὴν ἀλήθειαν. Νόμος
μὲν γὰρ ἐδόθη παρὰ Θεοῦ διὰ μέσου τοῦ Μωσέως· ἡ χάρις ἐγένετο, οὐχὶ
ἐδόθη, διὰ Ἰησοῦ Χριστοῦ. Αὐθεντικὸν μὲν τό, «Ἐγένετο», δουλικὸν δὲ τό,
«ἐδόθη».

«Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ


Πατρός, ἐκεῖνος ἐξηγήσατο».

Ἐπειδὴ εἶπεν, ὅτι «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο»,
τοῦτο θέλων κατασκευάσαι, φησίν, ὅτι Οὐδὲν ἄπιστον εἴρηκα. Ὁ μὲν γὰρ
Μωςῆς οὔτε Θεὸν ἑώρακεν, ὥσπερ οὐδ’ ἄλλος τις, οὔτε εἶχεν ἡμῖν
ἐξήγησιν τρανεστάτην καὶ σαφῆ περὶ αὐτοῦ εἰπεῖν· ἀλλὰ δοῦλος ὤν,
ὑπηρέτησε μόνον πρὸς τὴν τοῦ νομικοῦ γράμματος διακονίαν. Ὁ δὲ
Χριστός, Υἱὸς ὢν καὶ Μονογενής, καὶ ἐν τοῖς κόλποις ὢν τοῖς πατρικοῖς, οὐ
μόνον αὐτὸν ὁρᾷ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐξηγεῖται περὶ αὐτοῦ. Ὥστε
ἐπειδὴ Υἱός ἐστι καὶ τὸν Πατέρα ὁρᾷ, οἷα δὴ ἐν τοῖς κόλποις αὐτοῦ ὤν,
εἰκότως τὴν χάριν καὶ τὴν ἀλήθειαν ἡμῖν ἔδωκεν. Ἀλλ’ ἐρεῖ τις ἴσως· Πῶς
ἐνταῦθα μανθάνομεν, ὅτι οὐδεὶς ἑώρακε τὸν Θεόν, ὁ δὲ προφήτης λέγει·
«Εἶδον τὸν Κύριον»; Εἶδε μὲν ὁ προφήτης, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν,
ἀλλ’ ὁμοίωμά τι καὶ φαντασίαν τινά, ὡς ἐχώρει ἰδεῖν. Καὶ ἄλλος πάλιν ἐν
ἄλλῳ τύπῳ εἶδε, καὶ ἄλλος ἐν ἄλλῳ. Ὅθεν δῆλον, ὅτι οὐκ αὐτὴν τὴν
ἀλήθειαν ἔβλεπον· οὐ γὰρ ἂν ἐν διαφόροις σχήμασιν αὐτὴν ἐθεώρουν
ἁπλῆν οὐσίαν καὶ ἀσχημάτιστον. Ἀλλ’ οὐδὲ οἱ ἄγγελοι βλέπουσι Θεοῦ
οὐσίαν, εἰ καὶ λέγονται τὸ πρόσωπον τοῦ Θεοῦ ὁρᾷν· τοῦτο γὰρ
ἐνδεικτικόν ἐστι μόνου τοῦ φαντάζεσθαι ἀεὶ Θεόν. Ὁ Υἱὸς οὖν μόνος ὁρᾷ
τὸν Πατέρα, καὶ ἐξηγεῖται αὐτὸν πᾶσιν ἀνθρώποις. Κόλπους δὲ ἀκούων
πατρικούς, μηδὲν ὑποπτεύσῃς σωματικὸν ἐπὶ Θεοῦ. Τὴν γὰρ γνησιότητα,
καὶ τὸ ἀχώριστον, καὶ συναΐδιον δεῖξαι βουλόμενος τοῦ Υἱοῦ πρὸς τὸν
Πατέρα ὁ εὐαγγελιστής, τούτου τοῦ ὀνόματος ἐμνήσθη.
«Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ
Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ
ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ὁ
Χριστός».

Εἶπεν ἀνωτέρω, ὅτι Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ· εἶτα εἰπὼν διὰ μέσου τί
ἐμαρτύρησεν ὁ Ἰωάννης περὶ τοῦ Χριστοῦ, ὅτι «Οὗτος ἔμπροσθέν μου
γέγονε», καὶ ὅτι «Ἠμεῖς πάντες οἱ προφῆται ἐκ τοῦ πληρώματος αὐτοῦ
ἐλάβομεν», ἐπιφέρει· «Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου». Ποία; Ἢν
ἀνωτέρω εἶπεν, ὅτι «Ἔμπροσθέν μου γέγονε» καὶ τὰ λοιπά· ἀλλὰ καὶ ἃ
ἐφεξῆς λέγει, ὅτι «Οὐκ εἰμὶ ὁ Χριστός», καὶ ταῦτα μαρτυρία Ἰωάννου εἰσίν.
«Ἀπέστειλαν οὖν οἱ Ἰουδαῖοι πρὸς Ἰωάννην οὓς εἶχον κρείττονας· ἱερεῖς
γὰρ καὶ Λευΐτας, καὶ τούτους Ἱεροσολυμίτας· ὡς ἂν οὖτοι, οἷα δὴ
συνετώτεροι, πείσωσι τὸν Ἰωάννην διὰ κολακείας, ὁμολογὴσαι ἑαυτὸν
Χριστόν. Ὅρα δὲ τὴν σκαιότητα· οὐκ ἐρωτῶσιν αὐτὸν εὐθέως· Σὺ εἶ ὁ
Χριστός; ἀλλά, «Σὺ τίς εἶ»; Ἐκεῖνος δέ, τὴν κακουργίαν εἰδὼς αὐτῶν, οὐ
λέγει τίς ἦν, ἀλλ’ ὁμολογεῖ, ὅτι «Οὐκ εἰμὶ ὁ Χριστός», πρὸς τὸν σκοπὸν
αὐτῶν ἀποβλέπων, καὶ πανταχόθεν αὐτοὺς ἐπισπώμενος πρὸς τὸ
πιστεῦσαι, ὅτι ἄλλος ἐστὶν ὁ Χριστὸς ὁ παρ’ αὐτῶν νομιζόμενος εὐτελής,
καὶ εὐτελοῦς πατρός, τέκτονος γάρ· καὶ εὐτελοῦς πατρίδος Ναζαρὲτ γάρ·
ἐξ ἧς οὐδὲν ἀγαθὸν εἶναι ἐπίστευον. Περὶ μέντοι αὐτοῦ τοῦ Προδρόμου
μεγάλην δόξαν εἶχον· πατρός τε γὰρ ἀρχιερέως ἦν, καὶ βίου ἀγγελικοῦ
καὶ ἄϋλον σχεδόν. Ὅθεν θαυμάσαι δίκαιον, πῶς ἐξ ὧν ᾤοντο ἐκεῖνοι
βλάψαι τὴν τοῦ Χριστοῦ δόξαν, ἐκ τούτων συμποδίζονται. Ἐρωτῶσι μὲν
γὰρ ὡς ἀξιόπιστον τὸν Ἰωάννην, ἵνα τῆς εἰς Χριστὸν ἀπιστίας τὴν ἐκείνου
μαρτυρίαν ὑπόθεσιν ἔχωσιν, εἴπερ μὴ ὁμολογήσῃ αὐτὸν Χριστόν· τὸ δὲ εἰς
τοὐναντίον περιετράπη αὐτοῖς. Τοῦτον γάρ, ὃν εἶχον ἀξιόπιστον,
εὑρίσκουσι μαρτυροῦντα περὶ Χριστοῦ, καὶ μὴ εἰς ἑαυτὸν ἕλκοντα τὴν
τιμήν.

«Καὶ ἠρώτησαν αὐτόν· τί οὖν; Ἠλίας εἶ σύ; Καὶ λέγει· οὐκ εἰμί. Ὁ προφήτης
εἶ σύ; Καὶ ἀπεκρίθη· Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς εἶ, ἵνα ἀπόκρισιν δῶμεν τοῖς
πέμψασιν ἡμᾶς; Τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ
ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης».

Τὸν Ἠλίαν προσεδόκων ἥξειν, ἀρχαίᾳ παραδόσει πειθόμενοι· διὸ


ἐρωτῶσιν αὐτὸν εἰ ἔστιν Ἠλίας· καὶ γάρ τοι καὶ ὁ βίος αὐτοῦ ἐῴκει τῷ τοῦ
Ἡλιού. Ἀρνεῖται οὖν καὶ τοῦτο. «Ὁ προφήτης εἶ σύ»; Ἀρνεῖται καὶ τοῦτο,
καίτοι γε προφήτης ἦν. Πῶς οὖν ἀρνεῖται; Πῶς; Ὅτι οὐκ ἠρώτησαν αὐτόν,
Προφήτης εἶ σύ; ἀλλ’, «Ὁ προφήτης εἴ»; μετὰ τοῦ, «ὁ» ἄρθρου ποιησάμενοι
τὴν ἐρώτησιν, ἀντὶ τοῦ, ἐκεῖνος ὁ προφήτης ὁ προσδοκώμενος, ὃν εἶπε
Μωσῆς, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός». Οὐκ ἠρνήσατο
οὖν ὁ Ἰωάννης τὸ προφήτης εἶναι, ἀλλὰ τό, «ὁ προφήτης», ἐκεῖνος ὁ
προσδοκώμενος. Ἐπεὶ γὰρ ἤκουσαν Μωσέως εἰπόντος, ὅτι προφήτης
ἀναστήσεται ἤλπιζον κατά τινας καιροὺς γενήσεσθαι τοῦτον τὸν
προφήτην. Εἶτα πάλιν ἐπίκεινται· Εἰπὲ οὖν ἡμῖν, τίς εἶ; Τότε ἀποκρίνεται
αὐτοῖς «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». Ἐγώ, φησίν, εἰμί, περί οὗ
γέγραπται· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». Εἰ μὴ γὰρ προσθήσεις τό, «περί
οὗ γέγραπται», ἄτοπός τις φαίνεται ἡ τοῦ λόγου σύνταξις. Τί δὲ βοῶντος;
«Εὐθύνατε τὴν ὁδὸν Κυρίου». Δοῦλος, φησίν, εἰμί, καὶ προοδοποιῶ τῷ
Κυρίῳ τὰς καρδίας ὑμῶν. Εὐθύνατε οὖν ταύτας, οἱ σκολιοὶ καὶ δόλιοι, καὶ
ὁμαλίσατε, ὥστε ὁδὸν γενέσθαι τῷ Κυρίῳ Χριστῷ δι’ ὑμῶν. Εἶτα ἐπεισάγει
τὸν Ἡσαΐαν μάρτυρα. Μεγάλα γὰρ εἰπὼν περὶ τοῦ Χριστοῦ, ὅτι Κύριός
ἐστι, καὶ ὅτι αὐτὸς δούλου καὶ κήρυκος ἔργον μεταχειρίζεται, καταφεύγει
ἐπὶ τὸν προφήτην. Τάχα δ’ ἄν τις τό, «Ἐγὼ φωνὴ βοῶντος», οὕτως
ἑρμηνεύσειεν, ὅτι Ἑγώ εἰμι φωνὴ τοῦ Χριστοῦ τοῦ βοῶντος, τουτέστι, τοῦ
τὴν ἀλήθειαν τρανῶς διαγγέλλοντος. Οἱ μὲν γὰρ τοῦ νόμου πάντες
ἰσχνόφωνοι, οἷα μὴ τῆς ἀληθείας τοῦ Εὐαγγελίου καιρὸν ἐχούσης· καὶ
τοῦτο ἦν ἄρα τὸ ἰσχνόφωνον τοῦ Μωσέως, τὸ τοῦ νόμου ἀτράνωτον καὶ
ἀσαφές. Ὁ Χριστὸς οἷα δὴ αὐτοαλήθεια ὤν, καὶ πάντα ἡμῖν ἀπαγγείλας
τὰ τοῦ Πατρός, βοῶν ἐστιν. Ὁ τοίνυν Ἰωάννης, φησίν· Ἑγώ εἰμι ἡ φωνὴ
τοῦ Λόγου τοῦ βοῶντος, ἐν τῇ ἐρήμῳ διάγων. Εἶτα ἀπ’ ἄλλης ἀρχῆς·
«Εὐθύνατε τὴν ὁδὸν τοῦ Κυρίου». Εἰκότως λέγεται φωνὴ ὁ Ἰωάννης, ὡς
Πρόδρομος ὢν τοῦ Χριστοῦ, ὥσπερ καὶ ἡ φωνὴ προτρέχει τοῦ λόγου· οἷον,
ἵνα σαφέστερον εἴπω, φωνὴ μέν ἐστιν πνεῦμα ἀδιάρθρωτον, ὃ ἐκ τοῦ
θώρακος ἔξεισιν· ὅταν δὲ ὑπὸ τῆς γλώττης διαρθρωθῇ, τότε γίνεται λόγος.
Πρῶτον οὖν ἡ φωνή, εἶτα ὁ λόγος· πρότερος Ἰωάννης, εἶτα Χριστὸς κατὰ
τὴν ἐν σαρκὶ παρουσίαν. Καὶ τὸ μὲν τοῦ Ἰωάννου βάπτισμα, ἀδιάρθρωτον·
οὐ γὰρ εἶχε τό «ἐν Πνεύματι»· τὸ δὲ τοῦ Χριστοῦ, διηρθρωμένον, καὶ οὐδὲν
τοῦ σκιώδους καὶ τυπικοῦ ἔχον· «ἐν Πνεύματι» γάρ.

«Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτόν, καὶ


εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε Ἠλίας οὔτε ὁ
προφήτης;».

Ἐπειδὴ διὰ κολακείας οὐκ ἠδύναντο αὐτὸν ἑλεῖν, διὰ σκληροτέρων καὶ
ἐπιπληκτικωτέρων λόγων ἐκφοβοῦσιν· ἵνα εἴπῃ ὃ ἤθελον, καὶ ὁμολογήσῃ
ἑαυτὸν Χριστόν, «Τί οὖν βαπτίζεις;» λέγοντες· τίς σoι τοσαύτην ἐξουσιαν
ἔδωκεν; Ὅσον δὲ ἐκ τοῦ λόγου τούτου, δείκνυται, ὅτι ἄλλον εἶναι ἐνόμιζον
τὸν Χριστόν, καὶ ἄλλον τὸν προσδοκώμενον προφήτην. Λέγουσι γάρ· «Εἰ
σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε ὁ προφήτης»· ἕτερον νοοῦντες τὸν Χριστὸν εἶναι,
καὶ ἄλλον τὸν προφήτην, κακῶς εἰδότες. Ὁ γὰρ προφήτης αὐτός ἐστιν ὁ
Χριστὸς καὶ Θεὸς ἡμῶν. Ταῦτα δὲ πάντα ἔλεγον, ὡς ἔφην, ὡς ἂν
καταναγκάσωσι ὁμολογῆσαι ἑαυτὸν Χριστόν· μᾶλλον δέ, εἰ χρὴ τὸ
ἀληθέστερον εἰπεῖν, ὡς βασκαίνοντες αὐτοῦ τῆς δόξῃς, ἐρωτῶσιν αὐτόν.
Διὸ οὐδὲ πυνθάνονται, εἰ αὐτός ἐστιν ὁ Χριστός, ἀλλά, «Σὺ τίς εἶ»;» ὡσανεὶ
λέγοντες· Τίς εἶ σὺ ὁ τηλικούτῳ ἔργῳ ἐπιχειρῶν, τῷ βαπτίζειν καὶ
καθαίρειν τοὺς ἐξομολογουμένους; Καὶ γάρ μοι φαίνονται οἱ Ἰουδαῖοι
θέλοντες μηδὲ τὸν Ἰωάννην δόξαι παρὰ τοῖς πολλοῖς Χριστόν, ἀλλ’ ἀπὸ
φθόνου καὶ βασκανίας ἐρωτᾷν αὐτόν· «Σὺ τίς εἶ;». Καταρατώτατοι τοίνυν,
οἱ βαπτίζοντα ὑποδεχόμενοι, μεθ’ ὃ δὲ βαπτισθῶσιν, ἀγνωμονοῦντες,
ὄντως γεννήματα ἐχιδνῶν οἱ Ἰουδαῖοι.

«Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν


ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε· αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς
ἔμπροσθέν μου γέγονεν, οὗ οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ
ὑποδήματος».

Ἴδε καὶ τὴν πραότητα τοῦ ἁγίου, καὶ τὴν ἀλήθειαν· τὴν μέν, ὅτι οὐδὲν
πρὸς αὐτοὺς τραχὺ φθέγγεταιμ καἰτοι ἐπηρεαστὰς ὄντας· τὴν δὲ
ἀλήθειαν ὅτι μάρτυς ἐστὶ τῆς του Χριστοῦ δόξῃς εὐπαῤῥησίαστος· καὶ οὐκ
ἀποκρύπτεται τὴν δόξαν τοῦ Κυρίου, ἑαυτῷ περιποιούμενος εὔκλειαν,
ἀλλ’ ὁμολογεῖ, ὅτι Ἑγὼ μὲν βαπτίζω εὐτελὲς βάπτισμα· ἐν ὕδατι γὰρ
μόνῳ, οὐκ ἄφεσιν ἁμαρτιῶν ἔχοντι, ἀλλὰ προπαρασκευάζοντι εἰς τὸ
δέξασθαι τὸ πνευματικὸν βάπτισμα, τὸ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν
δωρούμενον. «Μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε»·
ἀναμεμιγμένος γὰρ τῷ πλήθει ὁ Κύριος, ἠγνοεῖτο τίς εἴη καὶ πόθεν. Τάχα
δ’ ἄν τις εἴποι, ὅτι καὶ κατ’ ἄλλον τρόπον μέσος ἵστατο τῶν Φαρισαίων ὁ
Κύριος, ἀλλ’ ἠγνόουν αὐτόν. Ἐπεὶ γὰρ αὐτοὶ τὰς Γραφὰς ἐδόκουν
ἐκμελετᾷν, ἐν δὲ ταύταις κατηγγέλλετο ὁ Κύριος, μέσος αὐτῶν ἦν,
τουτέστιν, ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλ’ ἠγνόουν αὐτόν, οἷα μὴ νοοῦντες
τὰς Γραφάς, εἰ καὶ ἐν ταῖς καρδίαις ταύτας εἶχον. Μή ποτε δὲ καὶ καθὸ
μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἦν ὁ Κύριος, μέσος ἵστατο τῶν Φαρισαίων,
ἀποκαταλλάξαι θέλων αὐτοὺς τῷ Θεῷ, ἀλλ’ ἠγνόουν αὐτόν. Συνεχῶς δὲ
τίθησι τό· «Ὁ ὀπίσω μου ἐρχομενος»· δεικνύων, ὅτι οὐ τελειωτικόν ἐστι τὸ
αὐτοῦ βάπτισμα, ἀλλὰ προοδοποιητικὸν τοῦ πνευματικοῦ βαπτίσματος.
Τὸ δέ, «Ἔμπροσθέν μου γέγονεν», ἀντὶ τοῦ, ἐντιμότερος, ἐνδοξότερος, καὶ
τοσοῦτον, ὥστε οὐδὲ ἐν τοῖς ἐσχάτοις τῶν αὐτοῦ δούλων καταριθμεῖσθαί
με· τὸ γὰρ λύειν τὸ ὑπόδημα τῆς ἐσχάτης διακονίας ἐστίν. Οἶδα δὲ παρά
τινι τῶν ἁγίων τοιαύτην ἀναγνοὺς ἐξήγησιν· Τὸ ὑπόδημα εἰς τὴν τῶν
ἁμαρτωλῶν σάρκα, καὶ τῇ φθορᾷ ὑποκειμένην, λαμβάνεται πανταχοῦ· ὁ
δὲ ἱμάς, ἤτοι ὁ λῶρος, εἰς τὸν δεσμὸν τῶν ἁμαρτιῶν. Ὁ τοίνυν Ἰωάννης ἐν
μὲν τοῖς ἄλλοις, τοῖς ἐκπορευομένοις πρὸς αὐτὸν καὶ ἐξομολογουμένοις,
ἴσχυε λύειν τὸν ἱμάντα τῶν ἁμαρτιῶν· σειραῖς γὰρ τῶν οἰκείων ἁμαρτιῶν
σφιγγόμενοι ἐξήρχοντο πρὸς αὐτόν· καὶ διὰ τοῦ εἰς μετάνοιαν αὐτοὺς
παρακαλεῖν, προωδοποίει αὐτοῖς εἰς τὸ καὶ τελείως ἀποβαλέσθαι τὸν
ἱμάντα τοῦτον, καὶ τὸ ἁμαρτωλὸν ὑπόδημα· ἐπὶ δὲ Χριστοῦ, ἱμάντα μὴ
εὑρίσκων, ἤτοι σύνδεσμον ἁμαρτίας, εἰκότως οὐδὲ λύειν αὐτὸν ἐδύνατο.
Πῶς γάρ, ὃν οὐχ εὕρισκεν; «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη ἐν
τῷ στόματι αὐτοῦ δόλος». Ὑπόδημα δὲ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς ἡμᾶς·
ἱμὰς δὲ αὐτῆς, ὁ τρόπος τῆς σαρκώσεως, καὶ τοῦ πως συνεδέθη τῷ σώματι
ὁ Λόγος τοῦ Θεοῦ. Τοῦτον οὖν τὸν τρόπον λύειν ἀδύνατον· τίς γὰρ
δύναται λῦσαι πῶς συνεδέθη τῷ σώματι Θεός;

You might also like