You are on page 1of 43

Αγαμέμνων-Αισχύλος 1

ΦΥΛΑΞ4
Θεοὺς μὲν αἰτῶ τῶνδ' ἀπαλλαγὴν πόνων,4
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος4
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,4
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,4
καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς 54
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι4
[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].4
καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,4
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν4
ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ 104
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.4
εὖτ' ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ' ἔχων4
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην4
ἐμήν–φόβος γὰρ ἀνθ' ὕπνου παραστατεῖ,4
τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ– 154
ὅταν δ' ἀείδειν ἢ μινύρεσθαι δοκῶ,4
ὕπνου τόδ' ἀντίμολπον ἐντέμνων ἄκος,4
κλαίω τότ' οἴκου τοῦδε συμφορὰν στένων4
οὐχ ὡς τὰ πρόσθ' ἄριστα διαπονουμένου.4
νῦν δ' εὐτυχὴς γένοιτ' ἀπαλλαγὴ πόνων 204
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.4
ὦ χαῖρε λαμπτήρ, νυκτὸς ἡμερήσιον4
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν4
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.4
ἰοὺ ἰού. 254
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς4
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις4
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι4
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις4
ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει· 304
αὐτός τ' ἔγωγε φροίμιον χορεύσομαι.4
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι4
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.4
γένοιτο δ' οὖν μολόντος εὐφιλῆ χέρα4
ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. 354
τὰ δ' ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας4
βέβηκεν· οἶκος δ' αὐτός, εἰ φθογγὴν λάβοι,4
σαφέστατ' ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ4
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.4
4
ΧΟΡΟΣ4
Αγαμέμνων-Αισχύλος 2
δέκατον μὲν ἔτος τόδ' ἐπεὶ Πριάμῳ 404
μέγας ἀντίδικος,4
Μενέλαος ἄναξ ἠδ' Ἀγαμέμνων,4
διθρόνου Διόθεν καὶ δισκήπτρου4
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν,4
στόλον Ἀργείων χιλιοναύταν 454
τῆσδ' ἀπὸ χώρας4
ἦραν, στρατιῶτιν ἀρωγάν,4
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη4
τρόπον αἰγυπιῶν,4
οἵτ' ἐκπατίοις ἄλγεσι παίδων 504
ὕπατοι λεχέων στροφοδινοῦνται4
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,4
δεμνιοτήρη4
πόνον ὀρταλίχων ὀλέσαντες·4
ὕπατος δ' ἀίων ἤ τις Ἀπόλλων 554
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον4
γόον ὀξυβόαν τῶνδε μετοίκων4
ὑστερόποινον4
πέμπει παραβᾶσιν Ἐρινύν.4
οὕτω δ' Ἀτρέως παῖδας ὁ κρείσσων 604
ἐπ' Ἀλεξάνδρῳ πέμπει ξένιος4
Ζεὺς πολυάνορος ἀμφὶ γυναικός,4
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ,4
γόνατος κονίαισιν ἐρειδομένου4
διακναιομένης τ' ἐν προτελείοις 654
κάμακος, θήσων Δαναοῖσιν4
Τρωσί θ' ὁμοίως. ἔστι δ' ὅπη νῦν4
ἔστι· τελεῖται δ' ἐς τὸ πεπρωμένον·4
οὔθ' ὑποκαίων οὔτ' ἐπιλείβων4
οὔτε δακρύων ἀπύρων ἱερῶν 704
ὀργὰς ἀτενεῖς παραθέλξει.4
ἡμεῖς δ' ἀτίται σαρκὶ παλαιᾷ4
τῆς τότ' ἀρωγῆς ὑπολειφθέντες4
μίμνομεν ἰσχὺν4
ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. 754
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων4
ἐντὸς ἀνᾴσσων4
ἰσόπρεσβυς Ἄρης δ' οὐκ ἔνι χώρᾳ,4
τό θ' ὑπέργηρων φυλλάδος ἤδη4
κατακαρφομένης τρίποδας μὲν ὁδοὺς 804
στείχει, παιδὸς δ' οὐδὲν ἀρείων4
Αγαμέμνων-Αισχύλος 3
ὄναρ ἡμερόφαντον ἀλαίνει.4
4
σὺ δέ, Τυνδάρεω4
θύγατερ, βασίλεια Κλυταιμήστρα,4
τί χρέος; τί νέον; τί δ' ἐπαισθομένη 854
τίνος ἀγγελίας4
πειθοῖ περίπεμπτα θυοσκεῖς;4
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,4
ὑπάτων, χθονίων,4
τῶν τε θυραίων τῶν τ' ἀγοραίων, 904
βωμοὶ δώροισι φλέγονται·4
ἄλλη δ' ἄλλοθεν οὐρανομήκης4
λαμπὰς ἀνίσχει,4
φαρμασσομένη χρίματος ἁγνοῦ4
μαλακαῖς ἀδόλοισι παρηγορίαις, 954
πελάνῳ μυχόθεν βασιλείῳ.4
τούτων λέξασ' ὅ τι καὶ δυνατὸν4
καὶ θέμις αἴνει4
παιών τε γενοῦ τῆσδε μερίμνης,4
ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, 1004
τοτὲ δ' ἐκ θυσιῶν ἀγάν' ἀμφαίνουσ'4
ἐλπὶς ἀμύνει φροντίδ' ἄπληστον4
† τὴν θυμοφθόρον λύπης φρένα. †4
4
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν [στρ. α.4
ἐντελέων· ἔτι γὰρ θεόθεν καταπνεύει4
πειθώ, μολπᾶν ἀλκάν, σύμφυτος αἰών·4
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας4
ξύμφρονα ταγάν, 1104
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι4
θούριος ὄρνις Τευκρίδ' ἐπ' αἶαν,4
οἰωνῶν βασιλεὺς βασιλεῦσι νεῶν ὁ κελαινός, ὅ τ' ἐξόπιν4
ἀργᾶς,4
φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου4
παμπρέπτοις ἐν ἕδραισι,4
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματα, γένναν,4
βλαβέντα λοισθίων δρόμων. 1204
αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.4
4
κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς [ἀντ. α.4
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας4
πομπούς τ' ἀρχάς· οὕτω δ' εἶπε τερᾴζων·4
Αγαμέμνων-Αισχύλος 4
‘χρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος,4
πάντα δὲ πύργων4
κτήνη πρόσθε τὰ δημιοπληθέα4
Μοῖρα λαπάξει πρὸς τὸ βίαιον· 1304
οἶον μή τις ἄγα θεόθεν κνεφάσῃ προτυπὲν στόμιον μέγα Τροίας4
στρατωθέν. οἴκτῳ γὰρ ἐπίφθονος Ἄρτεμις ἀγνὰ4
πτανοῖσιν κυσὶ πατρὸς4
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι·4
στυγεῖ δὲ δεῖπνον αἰετῶν.’4
αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.4
4
‘τόσον περ εὔφρων ἁ καλά, 140 [μεσῳδ.4
δρόσοις ἀέπτοις μαλερῶν λεόντων4
πάντων τ' ἀγρονόμων φιλομάστοις4
θηρῶν ὀβρικάλοισι τερπνά,4
τούτων αἰτεῖ ξύμβολα κρᾶναι,4
δεξιὰ μὲν κατάμομφα δὲ φάσματα † στρουθῶν.4
ἰήιον δὲ καλέω Παιᾶνα,4
μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας4
τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν, ἄνομόν τιν', ἄδαιτον,4
νεικέων τέκτονα σύμφυτον, 1504
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος4
οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.’4
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν4
μόρσιμ' ἀπ' ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·4
τοῖς δ' ὁμόφωνον4
αἵλινον αἵλινον εἰπέ, τὸ δ' εὖ νικάτω.4
4
Ζεύς, ὅστις ποτ' ἐστίν, εἰ τόδ' αὐ- 160 [στρ. β.4
τῷ φίλον κεκλημένῳ,4
τοῦτό νιν προσεννέπω.4
οὐκ ἔχω προσεικάσαι4
πάντ' ἐπισταθμώμενος4
πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος4
χρὴ βαλεῖν ἐτητύμως.4
4
οὐδ' ὅστις πάροιθεν ἦν μέγας, [ἀντ. β.4
παμμάχῳ θράσει βρύων,4
οὐδὲ λέξεται πρὶν ὤν· 1704
ὃς δ' ἔπειτ' ἔφυ, τρια-4
κτῆρος οἴχεται τυχών.4
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων4
Αγαμέμνων-Αισχύλος 5
τεύξεται φρενῶν τὸ πᾶν,4
4
τὸν φρονεῖν βροτοὺς ὁδώ- [στρ. γ.4
σαντα, τὸν πάθει μάθος4
θέντα κυρίως ἔχειν.4
στάζει δ' ἀνθ' ὕπνου πρὸ καρδίας4
μνησιπήμων πόνος· καὶ παρ' ἄ- 1804
κοντας ἦλθε σωφρονεῖν.4
δαιμόνων δέ που χάρις βίαιος4
σέλμα σεμνὸν ἡμένων.4
4
καὶ τόθ' ἡγεμὼν ὁ πρέ- [ἀντ. γ.4
σβυς νεῶν Ἀχαιικῶν,4
μάντιν οὔτινα ψέγων,4
ἐμπαίοις τύχαισι συμπνέων,4
εὖτ' ἀπλοίᾳ κεναγγεῖ βαρύ-4
νοντ' Ἀχαιικὸς λεώς,4
Χαλκίδος πέραν ἔχων παλιῤῥό- 1904
χθοις ἐν Αὐλίδος τόποις·4
4
πνοαὶ δ' ἀπὸ Στρυμόνος μολοῦσαι [στρ. δ.4
κακόσχολοι, νήστιδες, δύσορμοι,4
βροτῶν ἄλαι,4
ναῶν <τε> καὶ πεισμάτων ἀφειδεῖς,4
παλιμμήκη χρόνον τιθεῖσαι4
τρίβῳ κατέξαινον ἄνθος Ἀργεί-4
ων· ἐπεὶ δὲ καὶ πικροῦ4
χείματος ἄλλο μῆχαρ4
βριθύτερον πρόμοισιν 2004
μάντις ἔκλαγξεν4
προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκτροις4
ἐπικρούσαντας Ἀτρείδας4
δάκρυ μὴ κατασχεῖν·4
4
ἄναξ δ' ὁ πρέσβυς τόδ' εἶπε φωνῶν· [ἀντ. δ.4
‘βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,4
βαρεῖα δ', εἰ4
τέκνον δαΐξω, δόμων ἄγαλμα,4
μιαίνων παρθενοσφάγοισιν4
ῥείθροις πατρῴους χέρας πέλας βω- 2104
μοῦ. τί τῶνδ' ἄνευ κακῶν;4
πῶς λιπόναυς γένωμαι4
Αγαμέμνων-Αισχύλος 6
ξυμμαχίας ἁμαρτών;4
παυσανέμου γὰρ4
θυσίας παρθενίου θ' αἵματος ὀργᾷ4
περιόργως ἐπιθυμεῖν4
θέμις. εὖ γὰρ εἴη.’4
4
ἐπεὶ δ' ἀνάγκας ἔδυ λέπαδνον [στρ. ε.4
φρενὸς πνέων δυσσεβῆ τροπαίαν4
ἄναγνον, ἀνίερον, τόθεν 2204
τὸ παντότολμον φρονεῖν μετέγνω.4
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις4
τάλαινα παρακοπὰ πρωτοπήμων.4
ἔτλα δ' οὖν θυτὴρ γενέσθαι4
θυγατρός, γυναικοποίνων4
πολέμων ἀρωγὰν4
καὶ προτέλεια ναῶν.4
4
λιτὰς δὲ καὶ κληδόνας πατρῴους [ἀντ. ε.4
παρ' οὐδὲν αἰῶ τε παρθένειον4
ἔθεντο φιλόμαχοι βραβῆς. 2304
φράσεν δ' ἀόζοις πατὴρ μετ' εὐχὰν4
δίκαν χιμαίρας ὕπερθε βωμοῦ4
πέπλοισι περιπετῆ παντὶ θυμῷ4
προνωπῆ λαβεῖν ἀέρδην,4
στόματός τε καλλιπρῴρου4
φυλακᾷ κατασχεῖν4
φθόγγον ἀραῖον οἴκοις.4
4
βίᾳ χαλινῶν δ', ἀναύδῳ μένει, [στρ. ζ.4
κρόκου βαφὰς [δ'] ἐς πέδον χέουσα,4
ἔβαλλ' ἕκαστον θυτή- 2404
ρων ἀπ' ὄμματος βέλει φιλοίκτῳ,4
πρέπουσα τὼς ἐν γραφαῖς, προσεννέπειν4
θέλουσ', ἐπεὶ πολλάκις4
πατρὸς κατ' ἀνδρῶνας εὐτραπέζους4
ἔμελψεν, ἁγνᾷ δ' ἀταύρωτος αὐδᾷ πατρὸς4
φίλου τριτόσπονδον εὔποτμον4
παιῶνα φίλως ἐτίμα.4
4
τὰ δ' ἔνθεν οὔτ' εἶδον οὔτ' ἐννέπω· [ἀντ. ζ.4
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.4
Δίκα δὲ τοῖς μὲν παθοῦ- 2504
Αγαμέμνων-Αισχύλος 7
σιν μαθεῖν ἐπιῤῥέπει· τὸ μέλλον4
ἐπεὶ γένοιτ' ἂν κλύοις· πρὸ χαιρέτω·4
ἴσον δὲ τῷ προστένειν.4
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.4
πέλοιτο δ' οὖν ἁ 'πὶ τούτοισιν εὖ πρᾶξις, ὡς4
θέλει τόδ' ἄγχιστον Ἀπίας4
γαίας μονόφρουρον ἕρκος.4
4
– ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·4
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν4
γυναῖκ' ἐρημωθέντος ἄρσενος θρόνου. 2604
σὺ δ' εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη4
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,4
κλύοιμ' ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.4
4
ΚΛΥΤΑΙΜΗΣΤΡΑ4
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,4
ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.4
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·4
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.4
Χο. πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.4
Κλ. Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;4
Χο. χαρά μ' ὑφέρπει δάκρυον ἐκκαλουμένη. 2704
Κλ. εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.4
Χο. τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;4
Κλ. ἔστιν· τί δ' οὐχί; μὴ δολώσαντος θεοῦ.4
Χο. πότερα δ' ὀνείρων φάσματ' εὐπειθῆ σέβεις;4
Κλ. οὐ δόξαν ἂν λάκοιμι βριζούσης φρενός. 2754
Χο. ἀλλ' ἦ σ' ἐπίανέν τις ἄπτερος φάτις;4
Κλ. παιδὸς νέας ὣς κάρτ' ἐμωμήσω φρένας.4
Χο. ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;4
Κλ. τῆς νῦν τεκούσης φῶς τόδ' εὐφρόνης λέγω.4
Χο. καὶ τίς τόδ' ἐξίκοιτ' ἂν ἀγγέλων τάχος; 2804
Κλ. Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.4
φρυκτὸς δὲ φρυκτὸν δεῦρ' ἀπ' ἀγγάρου πυρὸς4
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας4
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον4
Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, 2854
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι4
ἰχθῦς πορευτοῦ λαμπάδος πρὸς ἡδονήν,4
πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,4
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·4
Αγαμέμνων-Αισχύλος 8
ὁ δ' οὔτι μέλλων οὐδ' ἀφρασμόνως ὕπνῳ 2904
νικώμενος παρῆκεν ἀγγέλου μέρος·4
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ' Εὐρίπου ῥοὰς4
Μεσσαπίου φύλαξι σημαίνει μολόν.4
οἱ δ' ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω4
γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. 2954
σθένουσα λαμπὰς δ' οὐδέπω μαυρουμένη,4
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην4
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας,4
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.4
φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο 3004
φρουρά, πλέον καίουσα τῶν εἰρημένων,4
λίμνην δ' ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος,4
ὄρος τ' ἐπ' Αἰγίπλαγκτον ἐξικνούμενον4
ὤτρυνε θεσμὸν μὴ χατίζεσθαι πυρός.4
πέμπουσι δ' ἀνδαίοντες ἀφθόνῳ μένει 3054
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ4
πορθμοῦ κάτοπτον πρῶν' ὑπερβάλλειν πρόσω4
φλέγουσαν· εἶτ' ἔσκηψεν, εὖτ' ἀφίκετο4
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·4
κἄπειτ' Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος 3104
φάος τόδ' οὐκ ἄπαππον Ἰδαίου πυρός.4
τοιοίδε τοί μοι λαμπαδηφόρων νομοί,4
ἄλλος παρ' ἄλλου διαδοχαῖς πληρούμενοι·4
νικᾷ δ' ὁ πρῶτος καὶ τελευταῖος δραμών.4
τέκμαρ τοιοῦτον σύμβολόν τε σοὶ λέγω 3154
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.4
Χο. θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.4
λόγους δ' ἀκοῦσαι τούσδε κἀποθαυμάσαι4
διηνεκῶς θέλοιμ' ἂν ὡς λέγεις πάλιν.4
Κλ. Τροίαν Ἀχαιοὶ τῇδ' ἔχουσ' ἐν ἡμέρᾳ. 3204
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.4
ὄξος τ' ἄλειφά τ' ἐγχέας ταὐτῷ κύτει4
διχοστατοῦντ' ἂν οὐ φίλως † προσεννέποις.4
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα4
φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. 3254
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες4
ἀνδρῶν κασιγνήτων τε, καὶ φυταλμίων4
παῖδες γερόντων, οὐκέτ' ἐξ ἐλευθέρου4
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·4
τοὺς δ' αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος 3304
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις4
Αγαμέμνων-Αισχύλος 9
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,4
ἀλλ' ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.4
ἐν αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν4
ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων 3354
δρόσων τ' ἀπαλλαχθέντες· ὡς δ' εὐδαίμονες4
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.4
εἰ δ' εὐσεβοῦσι τοὺς πολισσούχους θεοὺς4
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ' ἱδρύματα,4
οὔ τἂν ἑλόντες ἀνθαλοῖεν ἄν. 3404
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ4
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.4
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας4
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·4
θεοῖς δ' ἀναμπλάκητος εἰ μόλοι στρατός, 3454
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων4
γένοιτ' ἄν, εἰ πρόσπαιά πη τεύχοι κακά.4
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·4
τὸ δ' εὖ κρατοίη, μὴ διχοῤῥόπως ἰδεῖν.4
πολλῶν γὰρ ἐσθλῶν τήνδ' ὄνησιν εἱλόμην. 3504
Χο. γύναι, κατ' ἄνδρα σώφρον' εὐφρόνως λέγεις.4
ἐγὼ δ' ἀκούσας πιστά σου τεκμήρια4
θεοὺς προσειπεῖν αὖ παρασκευάζομαι.4
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.4
4
– ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία 3554
μεγάλων κόσμων κτεάτειρα,4
ἥτ' ἐπὶ Τροίας πύργοις ἔβαλες4
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν4
μήτ' οὖν νεαρῶν τιν' ὑπερτελέσαι4
μέγα δουλείας 3604
γάγγαμον, ἄτης παναλώτου.4
Δία τοι ξένιον μέγαν αἰδοῦμαι4
τὸν τάδε πράξαντ', ἐπ' Ἀλεξάνδρῳ4
τείνοντα πάλαι τόξον, ὅπως ἂν4
μήτε πρὸ καιροῦ μήθ' ὑπὲρ ἄστρων4
βέλος ἠλίθιον σκήψειεν.4
4
– Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, [στρ. α.4
πάρεστιν τοῦτό γ' ἐξιχνεῦσαι.4
ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις4
θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν 3704
ὅσοις ἀθίκτων χάρις4
Αγαμέμνων-Αισχύλος 10
πατοῖθ'· ὁ δ' οὐκ εὐσεβής.4
πέφανται δ' ἐγγονοῦσα τόλμη τῶν Ἄρη4
πνεόντων μεῖζον ἢ δικαίως,4
φλεόντων δωμάτων ὑπέρφευ4
ὑπὲρ τὸ βέλτιστον. ἔστω δ' ἀπή-4
μαντον, ὥστ' ἀπαρκεῖν4
εὖ πραπίδων λαχόντι. 3804
4
οὐ γὰρ ἔστιν ἔπαλξις4
πλούτου πρὸς κόρον ἀνδρὶ4
λακτίσαντι μέγαν Δίκας4
βωμὸν εἰς ἀφάνειαν.4
4
βιᾶται δ' ἁ τάλαινα πειθώ, [ἀντ. α.4
προβούλου παῖς ἄφερτος ἄτας.4
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,4
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·4
κακοῦ δὲ χαλκοῦ τρόπον 3904
τρίβῳ τε καὶ προσβολαῖς4
μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ4
διώκει παῖς ποτανὸν ὄρνιν,4
πόλει πρόστριμμα θεὶς ἄφερτον·4
λιτᾶν δ' ἀκούει μὲν οὔτις θεῶν·4
† τὸν δ' ἐπίστροφον τῶν[δε]4
φῶτ' ἄδικον καθαιρεῖ.4
4
οἷος καὶ Πάρις ἐλθὼν4
ἐς δόμον τὸν Ἀτρειδᾶν 4004
ᾔσχυνε ξενίαν τράπε-4
ζαν κλοπαῖσι γυναικός.4
4
λιποῦσα δ' ἀστοῖσιν ἀσπίστορας [στρ. β.4
κλόνους λοχισμούς τε καὶ4
ναυβάτας ὁπλισμούς,4
ἄγουσά τ' ἀντίφερνον Ἰλίῳ φθορὰν4
βεβάκει ῥίμφα διὰ4
πυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δ' ἔστενον4
τόδ' ἐννέποντες δόμων προφῆται·4
‘ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, 4104
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.4
† πάρεστι σιγᾶς ἄτιμος † ἀλοίδορος4
ἄλιστος ἀφεμένων ἰδεῖν.4
Αγαμέμνων-Αισχύλος 11
πόθῳ δ' ὑπερποντίας4
φάσμα δόξει δόμων ἀνάσσειν.’4
4
εὐμόρφων δὲ κολοσσῶν4
ἔχθεται χάρις ἀνδρί·4
ὀμμάτων δ' ἐν ἀχηνίαις4
ἔῤῥει πᾶσ' Ἀφροδίτα.4
4
ὀνειρόφαντοι δὲ 420 πειθήμονες [ἀντ. β.4
πάρεισι δόξαι φέρου-4
σαι χάριν ματαίαν.4
μάταν γάρ, εὖτ' ἂν ἐς θιγὰς δοκῶν ὁρᾷ,4
παραλλάξασα διὰ4
χερῶν βέβακεν ὄψις, οὐ μεθύστερον4
πτεροῖς ὀπαδοῦσ' ὕπνου κελεύθοις.4
τὰ μὲν κατ' οἴκους ἐφ' ἑστίας ἄχη4
τάδ' ἐστὶ καὶ τῶνδ' ὑπερβατώτερα.4
τὸ πᾶν δ' ἀπ' αἴας Ἕλλαδος συνορμένοις4
πένθεια τλησικάρδιος 4304
δόμῳ 'ν ἑκάστου πρέπει.4
πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·4
οὓς μὲν γάρ <τις> ἔπεμψεν4
οἶδεν, ἀντὶ δὲ φωτῶν4
τεύχη καὶ σποδὸς εἰς ἑκά-4
στου δόμους ἀφικνεῖται.4
4
ὁ χρυσαμοιβὸς δ' Ἄρης σωμάτων [στρ. γ.4
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς4
πυρωθὲν ἐξ Ἰλίου 4404
φίλοισι πέμπει βαρὺ4
ψῆγμα δυσδάκρυτον, ἀντ-4
ήνορος σποδοῦ γεμί-4
ζων λέβητας εὐθέτους.4
στένουσι δ' εὖ λέγοντες ἄν-4
δρα τὸν μὲν ὡς μάχης ἴδρις,4
τὸν δ' ἐν φοναῖς καλῶς πεσόντ'– ‘ἀλ-4
λοτρίας διαὶ γυναικός’·4
τάδε σῖγά τις βαΰζει·4
φθονερὸν δ' ὑπ' ἄλγος ἕρπει 4504
προδίκοις Ἀτρείδαις.4
4
οἱ δ' αὐτοῦ περὶ τεῖχος4
Αγαμέμνων-Αισχύλος 12
θήκας Ἰλιάδος γᾶς4
εὔμορφοι κατέχουσιν· ἐ-4
χθρὰ δ' ἔχοντας ἔκρυψεν.4
4
βαρεῖα δ' ἀστῶν φάτις ξὺν κότῳ· [ἀντ. γ.4
δημοκράτου δ' ἀρᾶς τίνει χρέος.4
μένει δ' ἀκοῦσαί τί μοι4
μέριμνα νυκτηρεφές. 4604
τῶν πολυκτόνων γὰρ οὐκ4
ἄσκοποι θεοί. κελαι-4
ναὶ δ' Ἐρινύες χρόνῳ4
τυχηρὸν ὄντ' ἄνευ δίκας4
παλιντυχεῖ τριβᾷ βίου4
τιθεῖσ' ἀμαυρόν, ἐν δ' ἀίστοις4
τελέθοντος οὔτις ἀλκά·4
τὸ δ' ὑπερκόπως κλύειν εὖ4
βαρύ· βάλλεται γὰρ ὄσσοις4
Διόθεν κεραυνός. 4704
4
κρίνω δ' ἄφθονον ὄλβον·4
μήτ' εἴην πτολιπόρθης4
μήτ' οὖν αὐτὸς ἁλοὺς ὑπ' ἄλ-4
λων βίον κατίδοιμι.4
4
– πυρὸς δ' ὑπ' εὐαγγέλου [ἐπῳδ.4
πόλιν διήκει θοὰ4
βάξις· εἰ δ' ἐτήτυμος,4
τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.4
4
– τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,4
φλογὸς παραγγέλμασιν 4604
νέοις πυρωθέντα καρδίαν ἔπειτ'4
ἀλλαγᾷ λόγου καμεῖν;4
– γυναικὸς αἰχμᾷ πρέπει4
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.4
πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται4
ταχύπορος· ἀλλὰ ταχύμορον4
γυναικογήρυτον ὄλλυται κλέος.4
4
Χο. τάχ' εἰσόμεσθα λαμπάδων φαεσφόρων4
φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, 4904
εἴτ' οὖν ἀληθεῖς, εἴτ' ὀνειράτων δίκην4
Αγαμέμνων-Αισχύλος 13
τερπνὸν τόδ' ἐλθὸν φῶς ἐφήλωσεν φρένας.4
κήρυκ' ἀπ' ἀκτῆς τόνδ' ὁρῶ κατάσκιον4
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις4
πηλοῦ ξύνουρος διψία κόνις τάδε,4
ὡς οὐκ ἄναυδος οὗτος, οὐ δαίων φλόγα4
ὕλης ὀρείας, σημανεῖ καπνῷ πυρός,4
ἀλλ' ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων–4
τὸν ἀντίον δὲ τοῖσδ' ἀποστέργω λόγον·4
εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι. 5004
4
– ὅστις τάδ' ἄλλως τῇδ' ἐπεύχεται πόλει,4
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.4
4
ΚΗΡΥΞ4
ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,4
δεκάτῳ σε φέγγει τῷδ' ἀφικόμην ἔτους,4
πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. 5054
οὐ γάρ ποτ' ηὔχουν τῇδ' ἐν Ἀργείᾳ χθονὶ4
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.4
νῦν χαῖρε μὲν χθών, χαῖρε δ' ἡλίου φάος,4
ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ' ἄναξ,4
τόξοις ἰάπτων μηκέτ' εἰς ἡμᾶς βέλη· 5104
ἅλις παρὰ Σκάμανδρον ἦσθ' ἀνάρσιος,4
νῦν δ' αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,4
ἄναξ Ἄπολλον. τούς τ' ἀγωνίους θεοὺς4
πάντας προσαυδῶ, τόν τ' ἐμὸν τιμάορον4
Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, 5154
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν4
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.4
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,4
σεμνοί τε θᾶκοι, δαίμονές τ' ἀντήλιοι,4
εἴ που πάλαι, φαιδροῖσι τοισίδ' ὄμμασι 5204
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.4
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων4
καὶ τοῖσδ' ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.4
ἀλλ' εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,4
Τροίαν κατασκάψαντα τοῦ δικηφόρου 5254
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.4
βωμοὶ δ' ἄιστοι καὶ θεῶν ἱδρύματα,4
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.4
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον4
ἄναξ Ἀτρείδης πρέσβυς, εὐδαίμων ἀνήρ, 5304
Αγαμέμνων-Αισχύλος 14
ἥκει, τίεσθαι δ' ἀξιώτατος βροτῶν4
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις4
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.4
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην4
τοῦ ῥυσίου θ' ἥμαρτε καὶ πανώλεθρον 5354
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.4
διπλᾶ δ' ἔτεισαν Πριαμίδαι θἀμάρτια.4
Χο. κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.4
Κη. χαίρω, † τεθνᾶναι δ' οὐκέτ' ἀντερῶ θεοῖς. †4
Χο. ἔρως πατρῴας τῆσδε γῆς σ' ἐγύμνασεν; 5404
Κη. ὥστ' ἐνδακρύειν γ' ὄμμασιν χαρᾶς ὕπο.4
Χο. τερπνῆς ἄρ' ἦστε τῆσδ' ἐπήβολοι νόσου,4
Κη. πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.4
Χο. τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.4
Κη. ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις; 5454
Χο. ὡς πόλλ' ἀμαυρᾶς ἐκ φρενός <μ'> ἀναστένειν.4
Κη. πόθεν τὸ δύσφρον; τοῦτ' ἐπῆν στύγος στρατῷ;4
Χο. πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.4
Κη. καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;4
Χο. ὡς νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. 5504
Κη. εὖ γὰρ πέπρακται. ταῦτα δ' ἐν πολλῷ χρόνῳ4
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,4
τὰ δ' αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν4
ἅπαντ' ἀπήμων τὸν δι' αἰῶνος χρόνον;4
μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, 5554
σπαρνὰς παρήξεις καὶ κακοστρώτους–τί δ' οὐ4
στένοντες, οὐ λαχόντες ἤματος μέρος;4
τὰ δ' αὖτε χέρσῳ· καὶ προσῆν πλέον στύγος·4
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν,4
ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμωνίας 5604
† δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος4
ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.4
χειμῶνα δ' εἰ λέγοι τις οἰωνοκτόνον,4
οἷον παρεῖχ' ἄφερτον Ἰδαία χιών,4
ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς 5654
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών–4
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·4
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν4
τὸ μήποτ' αὖθις μηδ' ἀναστῆναι μέλειν–4
τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, 5704
τὸν ζῶντα δ' ἀλγεῖν χρὴ τύχης παλιγκότου;4
καὶ πολλὰ χαίρειν ξυμφοραῖς καταξιῶ.4
Αγαμέμνων-Αισχύλος 15
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ4
νικᾷ τὸ κέρδος, πῆμα δ' οὐκ ἀντιῤῥέπει·4
ὡς κομπάσαι τῷδ' εἰκὸς ἡλίου φάει 5754
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·4
‘Τροίαν ἑλόντες δήποτ' Ἀργείων στόλος4
θεοῖς λάφυρα ταῦτα τοῖς καθ' Ἑλλάδα4
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.’4
τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν 5804
καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται4
Διὸς τάδ' ἐκπράξασα. πάντ' ἔχεις λόγον.4
Χο. νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·4
ἀεὶ γὰρ ἥβη τοῖς γέρουσιν εὐμαθεῖν.4
δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν 5854
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.4
Κλ. ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,4
ὅτ' ἦλθ' ὁ πρῶτος νύχιος ἄγγελος πυρός,4
φράζων ἅλωσιν Ἰλίου τ' ἀνάστασιν.4
καί τίς μ' ἐνίπτων εἶπε, ‘φρυκτωρῶν διὰ 5904
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;4
ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.’4
λόγοις τοιούτοις πλαγκτὸς οὖσ' ἐφαινόμην.4
ὅμως δ' ἔθυον, καὶ γυναικείῳ νόμῳ4
ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν 5954
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις,4
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.4
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;4
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.4
ὅπως δ' ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν 6004
σπεύσω πάλιν μολόντα δέξασθαι–τί γὰρ4
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,4
ἀπὸ στρατείας ἄνδρα σώσαντος θεοῦ4
πύλας ἀνοῖξαι; –ταῦτ' ἀπάγγειλον πόσει·4
ἥκειν ὅπως τάχιστ' ἐράσμιον πόλει· 6054
γυναῖκα πιστὴν δ' ἐν δόμοις εὕροι μολὼν4
οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα,4
ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,4
καὶ τἄλλ' ὁμοίαν πάντα, σημαντήριον4
οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. 6104
οὐδ' οἶδα τέρψιν οὐδ' ἐπίψογον φάτιν4
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.4
τοιόσδ' ὁ κόμπος, τῆς ἀληθείας γέμων,4
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.4
Αγαμέμνων-Αισχύλος 16
αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι 6154
† τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.4
σὺ δ' εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,4
εἰ νόστιμός τε καὶ σεσῳμένος πάλιν4
ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.4
Κη. οὐκ ἔσθ' ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ 6204
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.4
Χο. πῶς δῆτ' ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;4
σχισθέντα δ' οὐκ εὔκρυπτα γίγνεται τάδε.4
Κη. ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,4
αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. 6254
Χο. πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,4
ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;4
Κη. ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·4
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.4
Χο. πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος 6304
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;4
Κη. οὐκ οἶδεν οὐδεὶς ὥστ' ἀπαγγεῖλαι τορῶς,4
πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.4
Χο. πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ4
ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; 6354
Κη. εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ4
γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.4
ὅταν δ' ἀπευκτὰ πήματ' ἄγγελος πόλει4
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,4
πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, 6404
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων4
ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,4
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·4
τοιῶνδε μέντοι πημάτων σεσαγμένον4
πρέπει λέγειν παιᾶνα τόνδ' Ἐρινύων. 6454
σωτηρίων δὲ πραγμάτων εὐάγγελον4
ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν–4
πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων4
χειμῶν' Ἀχαιῶν οὐκ ἀμήνιτον θεοῖς;4
ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, 6504
πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ' ἐδειξάτην4
φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν·4
ἐν νυκτὶ δυσκύμαντα δ' ὠρώρει κακά.4
ναῦς γὰρ πρὸς ἀλλήλῃσι Θρῄκιαι πνοαὶ4
ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ 6554
χειμῶνι τυφῶ σὺν ζάλῃ τ' ὀμβροκτύπῳ4
Αγαμέμνων-Αισχύλος 17
ᾤχοντ' ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ.4
ἐπεὶ δ' ἀνῆλθε λαμπρὸν ἡλίου φάος,4
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς4
ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ' ἐρειπίοις. 6604
ἡμᾶς γε μὲν δὴ ναῦν τ' ἀκήρατον σκάφος4
ἤτοι τις ἐξέκλεψεν ἢ 'ξῃτήσατο4
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.4
τύχη δὲ σωτὴρ ναῦν θέλουσ' ἐφέζετο,4
ὡς μήτ' ἐν ὅρμῳ κύματος ζάλην ἔχειν 6654
μήτ' ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.4
ἔπειτα δ' Ἅιδην πόντιον πεφευγότες,4
λευκὸν κατ' ἦμαρ, οὐ πεποιθότες τύχῃ,4
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,4
στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. 6704
καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,4
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν;4
ἡμεῖς τ' ἐκείνους ταὔτ' ἔχειν δοξάζομεν.4
γένοιτο δ' ὡς ἄριστα. Μενέλεων γὰρ οὖν4
. . . . . . .4
πρῶτόν τε καὶ μάλιστα προσδόκα μέλειν· 6754
εἰ δ' οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ4
χλωρόν τε καὶ βλέποντα, μηχαναῖς Διὸς4
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,4
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.4
τοσαῦτ' ἀκούσας ἴσθι τἀληθῆ κλυών. 6804
4
Χο. τίς ποτ' ὠνόμαξεν ὧδ' [στρ. α.4
ἐς τὸ πᾶν ἐτητύμως–4
μή τις ὅντιν' οὐχ ὁρῶ-4
μεν προνοί-4
αισι τοῦ πεπρωμένου4
γλῶσσαν ἐν τύχᾳ νέμων; –τὰν4
δορίγαμβρον ἀμφινεικῆ4
θ' Ἑλέναν; ἐπεὶ πρεπόντως4
ἑλένας, ἕλανδρος, ἑλέ-4
πτολις, ἐκ τῶν ἁβροπήνων 6904
προκαλυμμάτων ἔπλευσε4
Ζεφύρου γίγαντος αὔρᾳ,4
πολύανδροί4
τε φεράσπιδες κυναγοὶ4
κατ' ἴχνος πλατᾶν ἄφαντον4
κελσάντων Σιμόεντος4
Αγαμέμνων-Αισχύλος 18
ἀκτὰς ἐπ' ἀεξιφύλλους4
δι' ἔριν αἱματόεσσαν.4
4
Ἰλίῳ δὲ κῆδος ὀρθ- [ἀντ. α.4
ώνυμον τελεσσίφρων 7004
μῆνις ἤλασεν, τραπέ-4
ζας ἀτί-4
μωσιν ὑστέρῳ χρόνῳ4
καὶ ξυνεστίου Διὸς πρασ-4
σομένα τὸ νυμφότιμον 7054
μέλος ἐκφάτως τίοντας,4
ὑμέναιον, ὃς τότ' ἐπέρ-4
ρεπε γαμβροῖσιν ἀείδειν.4
μεταμανθάνουσα δ' ὕμνον4
Πριάμου πόλις γεραιὰ 7104
πολύθρηνον4
μέγα που στένει κικλήσκουσ'4
Ἄπαριν τὸν αἰνόλεκτρον,4
παμπορθῆ πολύθρηνον4
αἰῶν' ἀμφὶ πολιτᾶν 7154
μέλεον αἷμ' ἀνατλᾶσα.4
4
ἔθρεψεν δὲ λέοντος ἶ- [στρ. β.4
νιν δόμοις ἀγάλακτον οὕ-4
τως ἀνὴρ φιλόμαστον,4
ἐν βιότου προτελείοις 7204
ἅμερον, εὐφιλόπαιδα4
καὶ γεραροῖς ἐπίχαρτον.4
πολέα δ' ἔσκ' ἐν ἀγκάλαις4
νεοτρόφου τέκνου δίκαν,4
φαιδρωπὸς ποτὶ χεῖρα σαί- 7254
νων τε γαστρὸς ἀνάγκαις.4
4
χρονισθεὶς δ' ἀπέδειξεν ἦ- [ἀντ. β.4
θος τὸ πρὸς τοκέων· χάριν4
γὰρ τροφεῦσιν ἀμείβων4
μηλοφόνοισι μάταισιν 7304
δαῖτ' ἀκέλευστος ἔτευξεν,4
αἵματι δ' οἶκος ἐφύρθη,4
ἄμαχον ἄλγος οἰκέταις,4
μέγα σίνος πολυκτόνον.4
ἐκ θεοῦ δ' ἱερεύς τις ἄ-4
Αγαμέμνων-Αισχύλος 19
τας δόμοις προσεθρέφθη.4
4
πάραυτα δ' ἐλθεῖν ἐς Ἰλίου πόλιν [στρ. γ.4
λέγοιμ' ἂν φρόνημα μὲν4
νηνέμου γαλάνας, 7404
ἀκασκαῖον <τ'> ἄγαλμα πλούτου,4
μαλθακὸν ὀμμάτων βέλος,4
δηξίθυμον ἔρωτος ἄνθος.4
παρακλίνασ' ἐπέκρανεν4
δὲ γάμου πικρὰς τελευτάς, 7454
δύσεδρος καὶ δυσόμιλος4
συμένα Πριαμίδαισιν,4
πομπᾷ Διὸς ξενίου,4
νυμφόκλαυτος Ἐρινύς.4
4
παλαίφατος δ' ἐν βροτοῖς γέρων 750 λόγος [ἀντ. γ.4
τέτυκται, μέγαν τελε-4
σθέντα φωτὸς ὄλβον4
τεκνοῦσθαι μηδ' ἄπαιδα θνῄσκειν,4
ἐκ δ' ἀγαθᾶς τύχας γένει4
βλαστάνειν ἀκόρεστον οἰζύν.4
δίχα δ' ἄλλων μονόφρων εἰ-4
μί. τὸ δυσσεβὲς γὰρ ἔργον4
μετὰ μὲν πλείονα τίκτει,4
σφετέρᾳ δ' εἰκότα γέννᾳ. 7604
οἴκων γὰρ εὐθυδίκων4
καλλίπαις πότμος ἀεί.4
4
φιλεῖ δὲ τίκτειν Ὕβρις [στρ. δ.4
μὲν παλαιὰ νεά-4
ζουσαν ἐν κακοῖς βροτῶν 7654
Ὕβριν τότ' ἢ τόθ', ὅτε τὸ κύριον μόλῃ4
φάος τόκου, δαίμονά τ' ἔταν,4
ἄμαχον ἀπόλεμον ἀνίερον,4
Θράσος, μελαίνα μελάθροισιν Ἄτα,4
εἰδομένα τοκεῦσιν. 7704
4
Δίκα δὲ λάμπει μὲν ἐν [ἀντ. δ.4
δυσκάπνοις δώμασιν,4
τόν τ' ἐναίσιμον τίει [βίον].4
τὰ χρυσόπαστα δ' ἔδεθλα σὺν πίνῳ χερῶν4
παλιντρόποις ὄμμασι λιποῦσ',4
Αγαμέμνων-Αισχύλος 20
ὅσια προσέβατο δύναμιν οὐ4
σέβουσα πλούτου παράσημον αἴνῳ· 7804
πᾶν δ' ἐπὶ τέρμα νωμᾷ.4
4
– ἄγε, δή, βασιλεῦ, Τροίας πτολίπορθ',4
Ἀτρέως γένεθλον,4
πῶς σε προσείπω; πῶς σε σεβίξω4
μήθ' ὑπεράρας μήθ' ὑποκάμψας 7854
καιρὸν χάριτος;4
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι4
προτίουσι δίκην παραβάντες.4
τῷ δυσπραγοῦντί τ' ἐπιστενάχειν 7904
πᾶς τις ἑτοῖμος· δῆγμα δὲ λύπης4
οὐδὲν ἐφ' ἧπαρ προσικνεῖται·4
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς,4
ἀγέλαστα πρόσωπα βιαζόμενοι4
. . . . . .4
ὅστις δ' ἀγαθὸς προβατογνώμων, 7954
οὐκ ἔστι λαθεῖν ὄμματα φωτός4
† τὰ δοκοῦντ' εὔφρονος ἐκ διανοίας4
ὑδαρεῖ σαίνειν φιλότητι.4
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν4
Ἑλένης ἕνεκ', οὐ γάρ <σ'> ἐπικεύσω, 8004
κάρτ' ἀπομούσως ἦσθα γεγραμμένος,4
οὐδ' εὖ πραπίδων οἴακα νέμων,4
θάρσος ἑκούσιον4
ἀνδράσι θνῄσκουσι κομίζων.4
νῦν δ' οὐκ ἀπ' ἄκρας φρενὸς οὐδ' ἀφίλως 8054
εὔφρων πόνος εὖ τελέσασιν.4
γνώσῃ δὲ χρόνῳ διαπευθόμενος4
τόν τε δικαίως καὶ τὸν ἀκαίρως4
πόλιν οἰκουροῦντα πολιτῶν.4
4
ΑΓΑΜΕΜΝΩΝ4
πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους 8104
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους4
νόστου δικαίων θ' ὧν ἐπραξάμην πόλιν4
Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ4
κλυόντες ἀνδροθνῆτας Ἰλιοφθόρους4
εἰς αἱματηρὸν τεῦχος οὐ διχοῤῥόπως 8154
ψήφους ἔθεντο· τῷ δ' ἐναντίῳ κύτει4
ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.4
Αγαμέμνων-Αισχύλος 21
καπνῷ δ' ἁλοῦσα νῦν ἔτ' εὔσημος πόλις.4
ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ4
σποδὸς προπέμπει πίονας πλούτου πνοάς. 8204
τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν4
τίνειν, ἐπείπερ χἀρπαγὰς ὑπερκόπους4
ἐπραξάμεσθα καὶ γυναικὸς οὕνεκα4
πόλιν διημάθυνεν Ἀργεῖον δάκος,4
ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς, 8254
πήδημ' ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·4
ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων4
ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.4
θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·4
τὰ δ' ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλυών, 8304
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ' ἔχεις.4
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,4
φίλον τὸν εὐτυχοῦντ' ἄνευ φθόνων σέβειν.4
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος4
ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον· 8354
τοῖς τ' αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται4
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.4
εἰδὼς λέγοιμ' ἄν· εὖ γὰρ ἐξεπίσταμαι4
ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς,4
δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. 8404
μόνος δ' Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,4
ζευχθεὶς ἑτοῖμος ἦν ἐμοὶ σειραφόρος,4
εἴτ' οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι4
λέγω. τὰ δ' ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς4
κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει 8454
βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον4
ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·4
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,4
ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως4
πειρασόμεσθα πῆμ' ἀποστρέψαι νόσου. 8504
νῦν δ' ἐς μέλαθρα καὶ δόμους ἐφεστίους4
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,4
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.4
νίκη δ' ἐπείπερ ἕσπετ' ἐμπέδως μένοι.4
Κλ. ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, 8554
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους4
λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δ' ἀποφθίνει4
τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα4
μαθοῦσ', ἐμαυτῆς δύσφορον λέξω βίον4
Αγαμέμνων-Αισχύλος 22
τοσόνδ' ὅσονπερ οὗτος ἦν ὑπ' Ἰλίῳ. 8604
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα4
ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,4
πολλὰς κλύουσαν κληδόνας παλιγκότους·4
καὶ τὸν μὲν ἥκειν, τὸν δ' ἐπεσφέρειν κακοῦ4
κάκιον ἄλλο, πῆμα λάσκοντας δόμοις. 8654
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν4
ἀνὴρ ὅδ', ὡς πρὸς οἶκον ὠχετεύετο4
φάτις, τέτρηται δικτύου πλέω λέγειν.4
εἰ δ' ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,4
τρισώματός τἄν, Γηρυὼν ὁ δεύτερος, 8704
[πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,]4
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,4
ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.4
τοιῶνδ' ἕκατι κληδόνων παλιγκότων4
πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης 8754
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.4
ἐκ τῶνδέ τοι παῖς ἐνθάδ' οὐ παραστατεῖ,4
ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,4
ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.4
τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος 8804
Στροφίος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα4
ἐμοὶ προφωνῶν, τόν θ' ὑπ' Ἰλίῳ σέθεν4
κίνδυνον, εἴ τε δημόθρους ἀναρχία4
βουλὴν καταῤῥίψειεν, ὥς τε σύγγονον4
βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. 8854
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.4
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι4
πηγαὶ κατεσβήκασιν, οὐδ' ἔνι σταγών.4
ἐν ὀψικοίτοις δ' ὄμμασιν βλάβας ἔχω4
τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας 8904
ἀτημελήτους αἰέν. ἐν δ' ὀνείρασιν4
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην4
ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη4
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.4
νῦν ταῦτα πάντα τλᾶσ', ἀπενθήτῳ φρενὶ 8954
λέγοιμ' ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,4
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης4
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,4
καὶ γῆν φανεῖσαν ναυτίλοις παρ' ἐλπίδα,4
κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, 9004
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος.4
Αγαμέμνων-Αισχύλος 23
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.4
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.4
φθόνος δ' ἀπέστω. πολλὰ γὰρ τὰ πρὶν κακὰ4
ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα, 9054
ἔκβαιν' ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς4
τὸν σὸν πόδ', ὦναξ, Ἰλίου πορθήτορα.4
δμῳαί, τί μέλλεθ', αἷς ἐπέσταλται τέλος4
πέδον κελεύθου στορνύναι πετάσμασιν;4
εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος 9104
ἐς δῶμ' ἄελπτον ὡς ἂν ἡγῆται Δίκη.4
τὰ δ' ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη4
θήσει–δικαίως σὺν θεοῖς εἱμαρμένα.4
Αγ. Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,4
ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ· 9154
μακρὰν γὰρ ἐξέτεινας· ἀλλ' ἐναισίμως4
αἰνεῖν, παρ' ἄλλων χρὴ τόδ' ἔρχεσθαι γέρας.4
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ4
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην4
χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, 9204
μηδ' εἵμασι στρώσασ' ἐπίφθονον πόρον4
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·4
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν4
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.4
λέγω κατ' ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. 9254
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων4
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν4
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ4
βίον τελευτήσαντ' ἐν εὐεστοῖ φίλῃ.4
εἰ πάντα δ' ὣς πράσσοιμ' ἄν, εὐθαρσὴς ἐγώ. 9304
Κλ. καὶ μὴν τόδ' εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.4
Αγ. γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ' ἐμέ.4
Κλ. ηὔξω θεοῖς δείσας ἂν ὧδ' ἔρδειν τάδε;4
Αγ. εἴπερ τις, εἰδώς γ' εὖ τόδ' ἐξεῖπον τέλος.4
Κλ. τί δ' ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ' ἤνυσεν; 9354
Αγ. ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.4
Κλ. μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.4
Αγ. φήμη γε μέντοι δημόθρους μέγα σθένει.4
Κλ. ὁ δ' ἀφθόνητός γ' οὐκ ἐπίζηλος πέλει.4
Αγ. οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. 9404
Κλ. τοῖς δ' ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.4
Αγ. ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;4
Κλ. πιθοῦ· κρατεῖς μέντοι παρεὶς ἑκὼν ἐμοί.4
Αγαμέμνων-Αισχύλος 24
Αγ. ἀλλ' εἰ δοκεῖ σοι ταῦθ', ὑπαί τις ἀρβύλας4
λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. 9454
καὶ τοῖσδέ μ' ἐμβαίνονθ' ἁλουργέσιν θεῶν4
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.4
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν4
φύροντα πλοῦτον ἀργυρωνήτους θ' ὑφάς.4
τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς 9504
τήνδ' ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς4
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.4
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.4
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον4
ἄνθος, στρατοῦ δώρημ', ἐμοὶ ξυνέσπετο. 9554
ἐπεὶ δ' ἀκούειν σοῦ κατέστραμμαι τάδε,4
εἶμ' ἐς δόμων μέλαθρα πορφύρας πατῶν.4
Κλ. ἔστιν θάλασσα–τίς δέ νιν κατασβέσει; –4
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον4
κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. 9604
οἶκος δ' ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ,4
ἔχειν· πένεσθαι δ' οὐκ ἐπίσταται δόμος.4
πολλῶν πατησμὸν δ' εἱμάτων ἂν ηὐξάμην,4
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,4
ψυχῆς κόμιστρα τῆσδε μηχανωμένη. 9654
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ' ἐς δόμους,4
σκιὰν ὑπερτείνασα σειρίου κυνός.4
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,4
θάλπος μὲν ἐν χειμῶνι σημαίνει μολόν·4
ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ' ὄμφακος πικρᾶς 9704
οἶνον, τότ' ἤδη ψῦχος ἐν δόμοις πέλει,4
ἀνδρὸς τελείου δῶμ' ἐπιστρωφωμένου.4
Ζεῦ Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·4
μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.4
4
Χο. τίπτε μοι τόδ' ἐμπέδως 975 [στρ. α.4
δεῖμα προστατήριον4
καρδίας τερασκόπου4
πωτᾶται,4
μαντιπολεῖ δ' ἀκέλευστος ἄμισθος ἀοιδά,4
οὐδ' ἀποπτύσαι δίκαν 9804
δυσκρίτων ὀνειράτων4
θάρσος εὐπειθὲς ἵ-4
ζει φρενὸς φίλον θρόνον;4
χρόνος δ' † ἐπεὶ4
Αγαμέμνων-Αισχύλος 25
πρυμνησίων ξυνεμβολαῖς4
ψαμμίας ἀκάτα † παρή-4
βησεν, εὖθ' ὑπ' Ἴλιον4
ὦρτο ναυβάτας στρατός.4
4
πεύθομαι δ' ἀπ' ὀμμάτων [ἀντ. α.4
νόστον, αὐτόμαρτυς ὤν·4
τὸν δ' ἄνευ λύρας ὅμως 9904
ὑμνῳδεῖ4
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν4
θυμός, οὐ τὸ πᾶν ἔχων4
ἐλπίδος φίλον θράσος.4
σπλάγχνα δ' οὔτοι ματᾴ-4
ζει, πρὸς ἐνδίκοις φρεσὶν4
τελεσφόροις4
δίναις κυκλούμενον κέαρ.4
εὔχομαι δ' ἐξ ἐμᾶς4
ἐλπίδος ψύθη πεσεῖν4
ἐς τὸ μὴ τελεσφόρον. 10004
4
μάλα † γάρ τοι τᾶς πολλᾶς † [στρ. β.4
ὑγιείας ἀκόρεστον4
τέρμα. νόσος γὰρ4
γείτων ὁμότοιχος ἐρείδει,4
καὶ πότμος εὐθυπορῶν4
. . . . .4
ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.4
καὶ πρὸ μέν τι χρημάτων4
κτησίων ὄκνος βαλὼν4
σφενδόνας ἀπ' εὐμέτρου– 10104
οὐκ ἔδυ πρόπας δόμος4
πλησμονᾶς γέμων ἄγαν,4
οὐδ' ἐπόντισε σκάφος.4
πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-4
φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν4
νῆστιν ὤλεσεν νόσον,4
4
τὸ δ' ἐπὶ γᾶν πεσὸν ἅπαξ [ἀντ. β.4
θανάσιμον πρόπαρ ἀνδρὸς 10204
μέλαν αἷμα τίς ἂν4
πάλιν ἀγκαλέσαιτ' ἐπαείδων;4
οὐδὲ τὸν ὀρθοδαῆ4
Αγαμέμνων-Αισχύλος 26
τῶν φθιμένων ἀνάγειν4
Ζεὺς ἀπέπαυσεν ἐπ' ἀβλαβείᾳ.4
εἰ δὲ μὴ τεταγμένα4
μοῖρα μοῖραν ἐκ θεῶν4
εἶργε μὴ πλέον φέρειν,4
προφθάσασα καρδία4
γλῶσσαν ἂν τάδ' ἐξέχει.4
νῦν δ' ὑπὸ σκότῳ βρέμει 10304
θυμαλγής τε καὶ οὐδὲν ἐπελπομέ-4
να ποτὲ καίριον ἐκτολυπεύσειν4
ζωπυρουμένας φρενός.4
4
Κλ. εἴσω κομίζου καὶ σύ, Κασσάνδραν λέγω·4
ἐπεί σ' ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις 10354
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα4
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας,4
ἔκβαιν' ἀπήνης τῆσδε, μηδ' ὑπερφρόνει.4
καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτε 10404
πραθέντα τλῆναι, † δουλίας μάζης βίᾳ.4
εἰ δ' οὖν ἀνάγκη τῆσδ' ἐπιῤῥέποι τύχης,4
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.4
οἳ δ' οὔποτ' ἐλπίσαντες ἤμησαν καλῶς,4
ὠμοί τε δούλοις πάντα καὶ πέρα σταθμῶν. 10454
ἔχεις παρ' ἡμῶν οἷάπερ νομίζεται.4
Χο. σοί τοι λέγουσα παύεται σαφῆ λόγον.4
ἐντὸς δ' ἁλοῦσα μορσίμων ἀγρευμάτων4
πείθοι' ἄν, εἰ πείθοι'· ἀπειθοίης δ' ἴσως.4
Κλ. ἀλλ' εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην 10504
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,4
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.4
Χο. ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.4
πείθου λιποῦσα τόνδ' ἁμαξήρη θρόνον.4
Κλ. οὔτοι θυραίᾳ τῇδ' ἐμοὶ σχολὴ πάρα 10554
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου4
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος.4
[ὡς οὔποτ' ἐλπίσασι τήνδ' ἕξειν χάριν.]4
σὺ δ' εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.4
εἰ δ' ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον– 10604
σὺ δ' ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.4
Χο. ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ4
δεῖσθαι. τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.4
Κλ. ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,4
Αγαμέμνων-Αισχύλος 27
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον 10654
ἥκει, χαλινὸν δ' οὐκ ἐπίσταται φέρειν4
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.4
οὐ μὴν πλέω ῥίψασ' ἀτιμασθήσομαι.4
Χο. ἐγὼ δ', ἐποικτίρω γάρ, οὐ θυμώσομαι.4
ἴθ', ὦ τάλαινα, τόνδ' ἐρημώσασ' ὄχον, 10704
εἴκουσ' ἀνάγκῃ τῇδε καίνισον ζυγόν.4
4
ΚΑΣΣΑΝΔΡΑ4
ὀτοτοτοτοῖ πόποι δᾶ. [στρ. α.4
ὦπολλον ὦπολλον.4
Χο. τί ταῦτ' ἀνωτότυξας ἀμφὶ Λοξίου;4
οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν. 10754
4
Κα. ὀτοτοτοτοῖ πόποι δᾶ. [ἀντ. α.4
ὦπολλον ὦπολλον.4
Χο. ἥδ' αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ4
οὐδὲν προσήκοντ' ἐν γόοις παραστατεῖν.4
4
Κα. Ἄπολλον· 1080 Ἄπολλον· [στρ. β.4
ἀγυιᾶτ', ἀπόλλων ἐμός.4
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.4
Χο. χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.4
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.4
Κα. Ἄπολλον· 1085 Ἄπολλον· [ἀντ. β.4
ἀγυιᾶτ', ἀπόλλων ἐμός.4
ἆ ποῖ ποτ' ἤγαγές με; πρὸς ποίαν στέγην;4
Χο. πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ' ἐννοεῖς,4
ἐγὼ λέγω σοι· καὶ τάδ' οὐκ ἐρεῖς ψύθη.4
4
Κα. μισόθεον μὲν οὖν· πολλὰ συνίστορα, 1090 [στρ. γ.4
αὐτόφονα, † κακὰ καρτάναι †4
ἀνδρὸς σφαγεῖον καὶ πέδον ῥαντήριον.4
Χο. ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην4
εἶναι, ματεύει δ' ὧν ἀνευρήσει φόνον.4
4
Κα. μαρτυρίοισι γὰρ τοῖσδ' ἐπιπείθομαι· 1095 [ἀντ. γ.4
κλαιόμενα τάδε βρέφη σφαγὰς4
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.4
Χο. † ἦ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι4
ἦμεν· προφήτας δ' οὔτινας ματεύομεν.4
4
Αγαμέμνων-Αισχύλος 28
Κα. ἰὼ πόποι, τί ποτε μήδεται; 1100 [στρ. δ.4
τί τόδε νέον ἄχος μέγα;4
μέγ' ἐν δόμοισι τοῖσδε μήδεται κακόν,4
ἄφερτον φίλοισιν, δυσίατον· ἀλκὰ δ'4
ἑκὰς ἀποστατεῖ.4
Χο. τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων. 11054
ἐκεῖνα δ' ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.4
4
Κα. ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς; [ἀντ. δ.4
τὸν ὁμοδέμνιον πόσιν4
λουτροῖσι φαιδρύνασα–πῶς φράσω τέλος;4
τάχος γὰρ τόδ' ἔσται· προτείνει δὲ χεὶρ ἐκ4
χερὸς ὀρεγομένα.4
Χο. οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων4
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.4
4
Κα. ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; [στρ. ε.4
ἦ δίκτυόν τί γ' Ἅιδου.4
ἀλλ' ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία4
φόνου. στάσις δ' ἀκόρετος γένει4
κατολολυξάτω θύματος λευσίμου.4
Χο. ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ4
ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος. 11204
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς4
σταγών, ἅτε καὶ δορὶ πτωσίμοις4
ξυνανύτει βίου δύντος αὐγαῖς.4
ταχεῖα δ' ἄτα πέλει.4
4
Κα. ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς 1125 [ἀντ. ε.4
τὸν ταῦρον· ἐν πέπλοισιν4
μελαγκέρῳ λαβοῦσα μηχανήματι4
τύπτει· πίτνει δ' <ἐν> ἐνύδρῳ τεύχει.4
δολοφόνου λέβητος τύχαν σοι λέγω.4
Χο. οὐ κομπάσαιμ' ἂν θεσφάτων γνώμων ἄκρος 11304
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.4
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις4
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ4
πολυεπεῖς τέχναι θεσπιῳδοὶ4
φόβον φέρουσιν μαθεῖν. 11354
4
Κα. ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι· [στρ. ζ.4
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέασα.4
Αγαμέμνων-Αισχύλος 29
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;4
οὐδέν ποτ' εἰ μὴ ξυνθανουμένην. τί γάρ;4
Χο. φρενομανής τις εἶ θεοφόρητος, ἀμ- 11404
φὶ δ' αὑτᾶς θροεῖς4
νόμον ἄνομον, οἷά τις ξουθὰ4
ἀκόρετος βοᾶς, φεῦ, φιλοίκτοις φρεσὶν4
Ἴτυν Ἴτυν στένουσ' ἀμφιθαλῆ κακοῖς4
ἀηδὼν βίον.4
4
Κα. ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος· [ἀντ. ζ.4
πτεροφόρον γάρ οἱ περὶ δέμας βάλοντο4
θεοὶ γλυκύν τ' ἀγῶνα κλαυμάτων ἄτερ·4
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.4
Χο. πόθεν ἐπισσύτους θεοφόρους [τ'] ἔχεις 11504
ματαίους δύας;4
τὰ δ' ἐπίφοβα δυσφάτῳ κλαγγᾷ4
μελοτυπεῖς ὁμοῦ τ' ὀρθίοις ἐν νόμοις.4
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ4
κακοῤῥήμονας;4
4
Κα. ἰὼ γάμοι, γάμοι Πάριδος, [στρ. η.4
ὀλέθριοι φίλων.4
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.4
τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν'4
ἠνυτόμαν τροφαῖς·4
νῦν δ' ἀμφὶ Κωκυτόν τε κἀχερουσίους 11604
ὄχθους ἔοικα θεσπιῳδήσειν τάχα.4
Χο. τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;4
νεογνὸς ἂν ἀΐων μάθοι.4
πέπληγμαι δ' ὑπ' αὖ δήγματι φοινίῳ4
δυσαλγεῖ τύχᾳ μινυρὰ θρεομένας,4
θραύματ' ἐμοὶ κλύειν.4
4
Κα. ἰὼ πόνοι πόνοι πόλεος [ἀντ. η.4
ὀλομένας τὸ πᾶν.4
ἰὼ πρόπυργοι θυσίαι πατρὸς4
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ'4
οὐδὲν ἐπήρκεσαν 11704
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἐχρῆν παθεῖν,4
ἐγὼ δὲ θερμόνους τάχ' ἐν πέδῳ βαλῶ.4
Χο. ἑπόμενα προτέροισι τάδ' ἐφημίσω.4
καί τίς σε κακοφρονῶν τίθη-4
Αγαμέμνων-Αισχύλος 30
σι δαίμων ὑπερβαρὴς ἐμπίτνων 11754
μελίζειν πάθη γοερὰ θανατοφόρα.4
τέρμα δ' ἀμηχανῶ.4
4
Κα. καὶ μὴν ὁ χρησμὸς οὐκέτ' ἐκ καλυμμάτων4
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·4
λαμπρὸς δ' ἔοικεν ἡλίου πρὸς ἀντολὰς 11804
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην4
κλύζειν πρὸς αὐγάς, τοῦδε πήματος πολὺ4
μεῖζον· φρενώσω δ' οὐκέτ' ἐξ αἰνιγμάτων.4
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν4
ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. 11854
τὴν γὰρ στέγην τήνδ' οὔποτ' ἐκλείπει χορὸς4
σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.4
καὶ μὴν πεπωκώς γ', ὡς θρασύνεσθαι πλέον,4
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,4
δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων. 11904
ὑμνοῦσι δ' ὕμνον δώμασιν προσήμεναι4
πρώταρχον ἄτης· ἐν μέρει δ' ἀπέπτυσαν4
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.4
ἥμαρτον, ἢ κυρῶ τι τοξότης τις ὥς;4
ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; 11954
ἐκμαρτύρησον προυμόσας τό μ' εἰδέναι4
λόγῳ παλαιὰς τῶνδ' ἁμαρτίας δόμων.4
Χο. καὶ πῶς ἂν ὅρκου πῆγμα, γενναίως παγέν,4
παιώνιον γένοιτο; θαυμάζω δέ σου,4
πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν 12004
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.4
Κα. μάντις μ' Ἀπόλλων τῷδ' ἐπέστησεν τέλει.4
Χο. μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;4
Κα. προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.4
Χο. ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. 12054
Κα. ἀλλ' ἦν παλαιστὴς κάρτ' ἐμοὶ πνέων χάριν.4
Χο. ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;4
Κα. ξυναινέσασα Λοξίαν ἐψευσάμην.4
Χο. ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;4
Κα. ἤδη πολίταις πάντ' ἐθέσπιζον πάθη. 12104
Χο. πῶς δῆτ' ἄνατος ἦσθα Λοξίου κότῳ;4
Κα. ἔπειθον οὐδέν' οὐδέν, ὡς τάδ' ἤμπλακον.4
Χο. ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.4
Κα. ἰοὺ ἰού, ὢ ὢ κακά.4
ὑπ' αὖ με δεινὸς ὀρθομαντείας πόνος 12154
Αγαμέμνων-Αισχύλος 31
στροβεῖ ταράσσων φροιμίοις .....4
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους4
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;4
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,4
χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς· 12204
σὺν ἐντέροις τε σπλάγχν', ἐποίκτιστον γέμος,4
πρέπουσ' ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.4
ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινά,4
λέοντ' ἄναλκιν, ἐν λέχει στρωφώμενον4
οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ– 12254
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·4
νεῶν τ' ἄπαρχος Ἰλίου τ' ἀναστάτης4
οὐκ οἶδεν οἵα γλῶσσα, μισητῆς κυνὸς4
λείξασα κἀκτείνασα φαιδρὸν οὖς δίκην,4
ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ. 12304
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεύς·4
ἔστιν–τί νιν καλοῦσα δυσφιλὲς δάκος4
τύχοιμ' ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ4
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,4
† θύουσαν Ἅιδου μητέρ' † ἄσπονδόν τ' Ἄρη 12354
φίλοις πνέουσαν; ὡς δ' ἐπωλολύξατο4
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ.4
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.4
καὶ τῶνδ' ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;4
τὸ μέλλον ἥξει. καὶ σύ μ' ἐν τάχει παρὼν 12404
ἄγαν γ' ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.4
Χο. τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν4
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ' ἔχει4
κλύοντ' ἀληθῶς οὐδὲν ἐξῃκασμένα.4
τὰ δ' ἄλλ' ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. 12454
Κα. Ἀγαμέμνονός σέ φημ' ἐπόψεσθαι μόρον.4
Χο. εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.4
Κα. ἀλλ' οὔτι παιὼν τῷδ' ἐπιστατεῖ λόγῳ.4
Χο. οὔκ, εἴπερ ἔσται γ'· ἀλλὰ μὴ γένοιτό πως.4
Κα. σὺ μὲν κατεύχῃ, τοῖς δ' ἀποκτείνειν μέλει. 12504
Χο. τίνος πρὸς ἀνδρὸς τοῦτ' ἄχος πορσύνεται;4
Κα. ἦ κάρτα χρησμῶν παρεκόπης ἐμῶν ἄρα.4
Χο. τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.4
Κα. καὶ μὴν ἄγαν γ' Ἕλλην' ἐπίσταμαι φάτιν.4
Χο. καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ' ὅμως. 12554
Κα. παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.4
ὀτοτοῖ, Λύκει' Ἄπολλον, οἲ ἐγὼ ἐγώ.4
Αγαμέμνων-Αισχύλος 32
αὕτη δίπους λέαινα συγκοιμωμένη4
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,4
κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον 12604
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει ποτῷ·4
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον,4
ἐμῆς ἀγωγῆς ἀντιτείσεσθαι φόνον.4
τί δῆτ' ἐμαυτῆς καταγέλωτ' ἔχω τάδε,4
καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; 12654
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.4
ἴτ' ἐς φθόρον· πεσόντα γ' ὧδ' ἀμείβομαι.4
ἄλλην τιν' Ἄτην ἀντ' ἐμοῦ πλουτίζετε.4
ἰδοὺ δ', Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ4
χρηστηρίαν ἐσθῆτ', ἐποπτεύσας δέ με 12704
κἀν τοῖσδε κόσμοις καταγελωμένην † μετὰ4
φίλων ὑπ' ἐχθρῶν οὐ διχοῤῥόπως μάτην.4
κακουμένη δέ, φοιτὰς ὡς ἀγύρτρια,4
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην·4
καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ 12754
ἀπήγαγ' ἐς τοιάσδε θανασίμους τύχας.4
βωμοῦ πατρῴου δ' ἀντ' ἐπίξηνον μένει,4
θερμῷ κοπείσης φοίνιον προσφάγματι.4
οὐ μὴν ἄτιμοί γ' ἐκ θεῶν τεθνήξομεν.4
ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, 12804
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·4
φυγὰς δ' ἀλήτης τῆσδε γῆς ἀπόξενος4
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·4
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,4
ἄξειν νιν ὑπτίασμα κειμένου πατρός. 12854
τί δῆτ' ἐγὼ κάτοικτος ὧδ' ἀναστένω;4
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν4
πράξασαν ὡς ἔπραξεν, οἳ δ' εἷλον πόλιν4
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει.4
ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν. 12904
Ἅιδου πύλας δὲ τάσδ' ἐγὼ προσεννέπω·4
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,4
ὡς ἀσφάδᾳστος, αἱμάτων εὐθνησίμων4
ἀποῤῥυέντων, ὄμμα συμβάλω τόδε.4
Χο. ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ' αὖ σοφὴ 12954
γύναι, μακρὰν ἔτεινας. εἰ δ' ἐτητύμως4
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου4
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;4
Κα. οὐκ ἔστ' ἄλυξις, οὔ, ξένοι, † χρόνῳ πλέῳ.4
Αγαμέμνων-Αισχύλος 33
Χο. ὁ δ' ὕστατός γε τοῦ χρόνου πρεσβεύεται. 13004
Κα. ἥκει τόδ' ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.4
Χο. ἀλλ' ἴσθι τλήμων οὖσ' ἀπ' εὐτόλμου φρενός.4
Κα. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.4
Χο. ἀλλ' εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.4
Κα. ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων. 13054
Χο. τί δ' ἐστὶ χρῆμα; τίς σ' ἀποστρέφει φόβος;4
Κα. φεῦ φεῦ.4
Χο. τί τοῦτ' ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.4
Κα. φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.4
Χο. καὶ πῶς; τόδ' ὄζει θυμάτων ἐφεστίων. 13104
Κα. ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.4
Χο. οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις;4
Κα. ἀλλ' εἶμι κἀν δόμοισι κωκύσουσ' ἐμὴν4
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.4
ἰὼ ξένοι. 13154
οὔτοι δυσοίζω, θάμνον ὡς ὄρνις, φόβῳ4
ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,4
ὅταν γυνὴ γυναικὸς ἀντ' ἐμοῦ θάνῃ,4
ἀνήρ τε δυσδάμαρτος ἀντ' ἀνδρὸς πέσῃ.4
ἐπιξενοῦμαι ταῦτα δ' ὡς θανουμένη. 13204
Χο. ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.4
Κα. ἅπαξ ἔτ' εἰπεῖν ῥῆσιν, ἢ θρῆνον θέλω4
ἐμὸν τὸν αὐτῆς. ἡλίου δ' ἐπεύχομαι4
πρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροις4
ἐχθροὺς φόνευσιν τὴν ἐμὴν τίνειν ὁμοῦ, 13254
δούλης θανούσης, εὐμαροῦς χειρώματος.4
ἰὼ βρότεια πράγματ'· εὐτυχοῦντα μὲν4
σκιᾷ τις ἂν πρέψειεν· εἰ δὲ δυστυχοῖ,4
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.4
καὶ ταῦτ' ἐκείνων μᾶλλον οἰκτίρω πολύ. 13304
4
Χο. τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ4
πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ'4
οὔτις ἀπειπὼν εἴργει μελάθρων,4
μηκέτ' ἐσέλθῃς, τάδε φωνῶν.4
καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν 13354
μάκαρες Πριάμου·4
θεοτίμητος δ' οἴκαδ' ἱκάνει·4
νῦν δ' εἰ προτέρων αἷμ' ἀποτείσει4
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων4
ποινὰς θανάτων ἐπικρανεῖ, 13404
Αγαμέμνων-Αισχύλος 34
τίς τἂν εὔξαιτο βροτῶν ἀσινεῖ4
δαίμονι φῦναι τάδ' ἀκούων;4
4
Αγ. ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.4
Χο. σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;4
Αγ. ὤμοι μάλ' αὖθις, δευτέραν πεπληγμένος. 13454
Χο. τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.4
ἀλλὰ κοινωσώμεθ', ἤν πως, ἀσφαλῆ βουλεύματα.4
1. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,4
πρὸς δῶμα δεῦρ' ἀστοῖσι κηρύσσειν βοήν.4
2. ἐμοὶ δ' ὅπως τάχιστά γ' ἐμπεσεῖν δοκεῖ 13504
καὶ πρᾶγμ' ἐλέγχειν σὺν νεοῤῥύτῳ ξίφει.4
3. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν4
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ' ἀκμή.4
4. ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὥς,4
τυραννίδος σημεῖα πράσσοντες πόλει. 13554
5. χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος4
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.4
6. οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.4
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.4
7. κἀγὼ τοιοῦτός εἰμ', ἐπεὶ δυσμηχανῶ 13604
λόγοισι τὸν θανόντ' ἀνιστάναι πάλιν.4
8. ἦ καὶ βίον τείνοντες ὧδ' ὑπείξομεν4
δόμων καταισχυντῆρσι τοῖσδ' ἡγουμένοις;4
9. ἀλλ' οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·4
πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος. 13654
10. ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων4
μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;4
11. σάφ' εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·4
τὸ γὰρ τοπάζειν τοῦ σάφ' εἰδέναι δίχα.4
1370 12. ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, 13704
τρανῶς Ἀτρείδην † εἰδέναι κυροῦνθ' ὅπως.4
4
Κλ. πολλῶν πάροιθεν καιρίως εἰρημένων4
τἀναντί' εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.4
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις4
δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ' ἂν 13754
φράξειεν ὕψος κρεῖσσον ἐκπηδήματος;4
ἐμοὶ δ' ἀγὼν ὅδ' οὐκ ἀφρόντιστος πάλαι·4
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·4
ἕστηκα δ' ἔνθ' ἔπαισ' ἐπ' ἐξειργασμένοις.4
οὕτω δ' ἔπραξα–καὶ τάδ' οὐκ ἀρνήσομαι– 13804
Αγαμέμνων-Αισχύλος 35
ὡς μήτε φεύγειν μήτ' ἀμύνεσθαι μόρον.4
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,4
περιστιχίζω, πλοῦτον εἵματος κακόν,4
παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν4
μεθῆκεν αὐτοῦ κῶλα· καὶ πεπτωκότι 13854
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονός,4
Ἅιδου, νεκρῶν σωτῆρος, εὐκταίαν χάριν.4
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών,4
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν4
βάλλει μ' ἐρεμνῇ ψακάδι φοινίας δρόσου, 13904
χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ4
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.4
ὡς ὧδ' ἐχόντων, πρέσβος Ἀργείων τόδε,4
χαίροιτ' ἄν, εἰ χαίροιτ', ἐγὼ δ' ἐπεύχομαι.4
εἰ δ' ἦν πρεπόντων ὥστ' ἐπισπένδειν νεκρῷ, 13954
τῷδ' ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν·4
τοσόνδε κρατῆρ' ἐν δόμοις κακῶν ὅδε4
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.4
Χο. θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,4
ἥτις τοιόνδ' ἐπ' ἀνδρὶ κομπάζεις λόγον. 14004
Κλ. πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·4
ἐγὼ δ' ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας4
λέγω–σὺ δ' αἰνεῖν εἴτε με ψέγειν θέλεις4
ὅμοιον–οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς4
πόσις, νεκρὸς δὲ τῆσδε δεξιᾶς χερός, 14054
ἔργον δικαίας τέκτονος. τάδ' ὧδ' ἔχει.4
4
Χο. τί κακόν, ὦ γύναι, [στρ. α]4
χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν4
πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον4
τόδ' ἐπέθου θύος, δημοθρόους τ' ἀράς;4
ἀπέδικες ἀπέταμες, ἀπόπολις δ' ἔσῃ, 14104
μῖσος ὄβριμον ἀστοῖς.4
Κλ. νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοί,4
καὶ μῖσος ἀστῶν δημόθρους τ' ἔχειν ἀράς,4
οὐδὲν τότ' ἀνδρὶ τῷδ' ἐναντίον φέρων,4
ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον, 14154
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,4
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ4
ὠδῖν', ἐπῳδὸν Θρῃκίων ἀημάτων.4
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ' ἀνδρηλατεῖν,4
μιασμάτων ἄποινα; ἐπήκοος δ' ἐμῶν 14204
Αγαμέμνων-Αισχύλος 36
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι4
τοιαῦτ' ἀπειλεῖν, ὡς παρεσκευασμένη4
σ' ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ' ἐμοῦ4
ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,4
γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν. 14254
4
Χο. μεγαλόμητις εἶ, [ἀντ.4
περίφρονα δ' ἔλακες, ὥσπερ οὖν4
φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται·4
λίβος ἐπ' ὀμμάτων αἵματος ἐμπρέπει·4
ἄντιτον ἔτι σε χρὴ στερομέναν φίλων4
τύμμα τύμματι τεῖσαι. 14304
4
Κλ. καὶ τήνδ' ἀκούεις ὁρκίων ἐμῶν θέμιν·4
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,4
Ἄτην Ἐρινύν θ', αἷσι τόνδ' ἔσφαξ' ἐγώ,4
οὔ μοι Φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,4
ἕως ἂν αἴθῃ πῦρ ἐφ' ἑστίας ἐμῆς 14354
Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.4
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.4
. . . . . . .4
κεῖται, γυναικὸς τῆσδε λυμαντήριος,4
Χρυσηίδων μείλιγμα τῶν ὑπ' Ἰλίῳ·4
ἥ τ' αἰχμάλωτος ἥδε καὶ τερασκόπος 14404
καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος4
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων4
ἰσοτριβής. ἄτιμα δ' οὐκ ἐπραξάτην.4
ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην4
τὸν ὕστατον μέλψασα θανάσιμον γόον 14454
κεῖται † φιλήτως τοῦδ', ἐμοὶ δ' ἐπήγαγεν4
εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῇ.4
4
Χο. φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, [στρ. α.4
μηδὲ δεμνιοτήρης,4
μόλοι τὸν ἀεὶ φέρουσ' ἐν ἡμῖν 14454
Μοῖρ' ἀτέλευτον ὕπνον, δαμέντος4
φύλακος εὐμενεστάτου [καὶ]4
πολέα τλάντος γυναικὸς διαί; πρὸς γυναι-4
κὸς δ' ἀπέφθισεν βίον.4
4
– ἰὼ ἰὼ παράνους Ἑλένα [ἐφυμν. α4
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς4
Αγαμέμνων-Αισχύλος 37
ψυχὰς ὀλέσασ' ὑπὸ Τροίᾳ,4
νῦν τελέαν πολύμναστον ἐπηνθίσω4
δι' αἷμ' ἄνιπτον ἥτις ἦν τότ' ἐν δόμοις 14604
ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.4
4
Κλ. μηδὲν θανάτου μοῖραν ἐπεύχου4
τοῖσδε βαρυνθείς·4
μηδ' εἰς Ἑλένην κότον ἐκτρέψῃς,4
ὡς ἀνδρολέτειρ', ὡς μία πολλῶν 14654
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ'4
ἀξύστατον ἄλγος ἔπραξε.4
4
Χο. δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί- [ἀντ. α.4
οισι Τανταλίδαισιν,4
κράτος <τ'> ἰσόψυχον ἐκ γυναικῶν 14704
καρδιόδηκτον ἐμοὶ κρατύνεις,4
ἐπὶ δὲ σώματος δίκαν [μοι]4
κόρακος ἐχθροῦ σταθεὶς ἐννόμως ὕμνον ὑ-4
μνεῖν ἐπεύχεαι <κακόν>.4
4
Κλ. νῦν δ' ὤρθωσας στόματος γνώμην, 14754
τὸν τριπάχυντον4
δαίμονα γέννης τῆσδε κικλῄσκων.4
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς4
νείρᾳ τρέφεται· πρὶν καταλῆξαι4
τὸ παλαιὸν ἄχος, νέος ἰχώρ. 14804
4
Χο. ἦ μέγαν οἴκοις τοῖσδε [στρ. β.4
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,4
φεῦ φεῦ, κακὸν αἶνον4
ἀτηρᾶς τύχας ἀκόρεστον·4
ἰὼ ἰὴ διαὶ Διὸς4
παναιτίου πανεργέτα·4
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;4
τί τῶνδ' οὐ θεόκραντόν ἐστιν;4
4
– ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, [ἐφυμν. β.4
πῶς σε δακρύσω; 14904
φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω;4
κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ'4
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,4
ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον4
Αγαμέμνων-Αισχύλος 38
δολίῳ μόρῳ δαμεὶς <δάμαρτος> 14954
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.4
4
Κλ. αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν·4
μὴ δ' ἐπιλεχθῇς4
Ἀγαμεμνονίαν εἶναί μ' ἄλοχον.4
φανταζόμενος δὲ γυναικὶ νεκροῦ 15004
τοῦδ' ὁ παλαιὸς δριμὺς ἀλάστωρ4
Ἀτρέως χαλεποῦ θοινατῆρος4
τόνδ' ἀπέτεισεν,4
τέλεον νεαροῖς ἐπιθύσας.4
4
Χο. ὡς μὲν ἀναίτιος εἶ 1505 [ἀντ. β.4
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;4
πῶ πῶ; πατρόθεν δὲ4
συλλήπτωρ γένοιτ' ἂν ἀλάστωρ.4
βιάζεται δ' ὁμοσπόροις4
ἐπιῤῥοαῖσιν αἱμάτων 15104
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων4
πάχνᾳ κουροβόρῳ παρέξει.4
4
– ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, [ἐφυμν. β.4
πῶς σε δακρύσω;4
φρενὸς ἐκ φιλίας τί ποτ' εἴπω; 15154
κεῖσαι δ' ἀράχνης ἐν ὑφάσματι τῷδ'4
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων,4
ὤμοι μοι, κοίταν τάνδ' ἀνελεύθερον4
δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>4
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ. 15204
4
Κλ. [οὔτ' ἀνελεύθερον οἶμαι θάνατον4
τῷδε γενέσθαι.]4
4
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην4
οἴκοισιν ἔθηκ';4
ἀλλ' ἐμὸν ἐκ τοῦδ' ἔρνος ἀερθέν,4
† τὴν πολύκλαυτόν τ' Ἰφιγενείαν,4
ἄξια δράσας, ἄξια πάσχων,4
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,4
ξιφοδηλήτῳ4
θανάτῳ τείσας ἅπερ ἔρξεν.4
4
Αγαμέμνων-Αισχύλος 39
Χο. ἀμηχανῶ φροντίδος στερηθεὶς 1530 [στρ. γ.4
εὐπάλαμον μέριμναν4
ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.4
δέδοικα δ' ὄμβρου κτύπον δομοσφαλῆ4
τὸν αἱματηρόν. ψακὰς δὲ λήγει;4
δίκην [δ'] ἐπ' ἄλλο πρᾶγμα θηγάνει βλάβης4
πρὸς ἄλλαις θηγάναισι Μοῖρα.4
4
– ἰὼ γᾶ γᾶ, εἴθ' ἔμ' ἐδέξω, [ἐφ. γ.4
πρὶν τόνδ' ἐπιδεῖν ἀργυροτοίχου4
δροίτης κατέχοντα χάμευναν. 15404
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;4
ἦ σὺ τόδ' ἔρξαι τλήσῃ, κτείνασ'4
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι,4
ψυχῇ τ' ἄχαριν χάριν ἀντ' ἔργων4
μεγάλων ἀδίκως ἐπικρᾶναι;4
– τίς δ' ἐπιτύμβιος αἶνον ἐπ' ἀνδρὶ θείῳ4
σὺν δακρύοις ἰάπτων4
ἀληθείᾳ φρενῶν πονήσει; 15504
Κλ. οὐ σὲ προσήκει τὸ μέλημ' ἀλέγειν4
τοῦτο· πρὸς ἡμῶν4
κάππεσε, κάτθανε, καὶ καταθάψομεν4
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,4
ἀλλ' Ἰφιγένειά νιν ἀσπασίως 15554
θυγάτηρ, ὡς χρή,4
πατέρ' ἀντιάσασα πρὸς ὠκύπορον4
πόρθμευμ' ἀχέων4
περὶ χεῖρε βαλοῦσα φιλήσει.4
Χο. ὄνειδος ἥκει τόδ' ἀντ' ὀνείδους, 1560 [ἀντ. γ.4
δύσμαχα δ' ἐστὶ κρῖναι.4
φέρει φέροντ', ἐκτίνει δ' ὁ καίνων.4
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς4
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.4
τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων; 15654
κεκόλληται γένος πρὸς ἄτᾳ.4
4
Κλ. ἐς τόνδ' ἐνέβη σὺν ἀληθείᾳ4
χρησμός. ἐγὼ δ' οὖν4
ἐθέλω δαίμονι τῷ Πλεισθενιδᾶν4
ὅρκους θεμένη τάδε μὲν στέργειν, 15704
δύστλητά περ ὄνθ'· ὃ δὲ λοιπόν, ἰόντ'4
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν4
Αγαμέμνων-Αισχύλος 40
τρίβειν θανάτοις αὐθένταισι·4
κτεάνων δὲ μέρος4
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι,4
μανίας μελάθρων4
ἀλληλοφόνους ἀφελούσῃ.4
4
ΑΙΓΙΣΘΟΣ4
ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.4
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους4
θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,4
ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων 15804
τὸν ἄνδρα τόνδε κείμενον, φίλως ἐμοί,4
χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.4
Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,4
πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,4
αὑτοῦ δ' ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει, 15854
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.4
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν4
τλήμων Θυέστης μοῖραν ηὕρετ' ἀσφαλῆ,4
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον4
αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ 15904
Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως πατρὶ4
τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν4
δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.4
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας4
ἔθρυπτ' ἄνωθεν ἀνδρακὰς καθημένοις 15954
ἄσημ'· ὁ δ' αὐτῶν αὐτίκ' ἀγνοίᾳ λαβὼν4
ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.4
κἄπειτ' ἐπιγνοὺς ἔργον οὐ καταίσιον4
ᾤμωξεν, ἀμπίπτει δ' ἀπὸ σφαγὴν ἐρῶν,4
μόρον δ' ἄφερτον Πελοπίδαις ἐπεύχεται, 16004
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,4
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.4
ἐκ τῶνδέ τοι πεσόντα τόνδ' ἰδεῖν πάρα.4
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.4
τρίτον γὰρ ὄντα μ' ἔλιπε, κἀθλίῳ πατρὶ 16054
συνεξελαύνει τυτθὸν ὄντ' ἐν σπαργάνοις·4
τραφέντα δ' αὖθις ἡ δίκη κατήγαγεν,4
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,4
πᾶσαν ξυνάψας μηχανὴν δυσβουλίας.4
οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, 16104
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.4
Αγαμέμνων-Αισχύλος 41
Χο. Αἴγισθ', ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.4
σὺ δ' ἄνδρα τόνδε φῂς ἑκὼν κατακτανεῖν,4
μόνος δ' ἔποικτον τόνδε βουλεῦσαι φόνον;4
οὔ φημ' ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα 16154
δημοῤῥιφεῖς, σάφ' ἴσθι, λευσίμους ἀράς.4
Αι. σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος4
κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;4
γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ4
τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον. 16204
δεσμοὶ δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες4
δύαι διδάσκειν ἐξοχώταται φρενῶν4
ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;4
πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.4
Χο. γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης νέον– 16254
οἰκουρὸς εὐνήν <τ'> ἀνδρὸς αἰσχύνουσ' ἅμα,4
ἀνδρὶ στρατηγῷ τόνδ' ἐβούλευσας μόρον;4
Αι. καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.4
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.4
ὁ μὲν γὰρ ἦγε πάντα που φθογγῆς χαρᾷ, 16304
σὺ δ' ἐξορίνας νηπίοις ὑλάγμασιν4
ἄξῃ· κρατηθεὶς δ' ἡμερώτερος φανῇ.4
Χο. ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,4
ὃς οὐκ, ἐπειδὴ τῷδ' ἐβούλευσας μόρον,4
δρᾶσαι τόδ' ἔργον οὐκ ἔτλης αὐτοκτόνως. 16354
Αι. τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς,4
ἐγὼ δ' ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.4
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι4
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα4
ζεύξω βαρείαις, οὔτι μὴ σειραφόρον 16404
κριθῶντα πῶλον· ἀλλ' ὁ δυσφιλὴς σκότῳ4
λιμὸς ξύνοικος μαλθακόν σφ' ἐπόψεται.4
Χο. τί δὴ τὸν ἄνδρα τόνδ' ἀπὸ ψυχῆς κακῆς4
οὐκ αὐτὸς ἠνάριζες, ἀλλὰ σὺν γυνὴ4
χώρας μίασμα καὶ θεῶν ἐγχωρίων 16454
ἔκτεινε; Ὀρέστης ἆρά που βλέπει φάος,4
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ4
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;4
Αι. ἀλλ' ἐπεὶ δοκεῖς τάδ' ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα·4
εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε. 16504
Χο. εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.4
Αι. ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.4
Χο. δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ' αἱρούμεθα.4
Αγαμέμνων-Αισχύλος 42
Κλ. μηδαμῶς, ὦ φίλτατ' ἀνδρῶν, ἄλλα δράσωμεν κακά.4
ἀλλὰ καὶ τάδ' ἐξαμῆσαι πολλὰ δύστηνον θέρος· 16554
πημονῆς δ' ἅλις γ' ὑπάρχει· μηδὲν αἱματώμεθα.4
στείχετ' αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις4
πρὶν παθεῖν εἴξαντες· ἀρκεῖν χρὴ τάδ' ὡς ἐπράξαμεν.4
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ' ἅλις, δεχοίμεθ' ἄν,4
δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι. 16604
ὧδ' ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.4
Αι. ἀλλὰ τούσδε μοι ματαίαν γλῶσσαν ὧδ' ἀπανθίσαι4
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,4
σώφρονος γνώμης δ' ἁμαρτεῖν τὸν κρατοῦντ' <ἀρνουμένους>.4
Χο. οὐκ ἂν Ἀργείων τόδ' εἴη, φῶτα προσσαίνειν κακόν. 16654
Αι. ἀλλ' ἐγώ σ' ἐν ὑστέραισιν ἡμέραις μέτειμ' ἔτι.4
Χο. οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ' ἀπευθύνῃ μολεῖν.4
Αι. οἶδ' ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.4
Χο. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.4
Αι. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν. 16704
Χο. κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.4
Κλ. μὴ προτιμήσῃς ματαίων τῶνδ' ὑλαγμάτων· <ἐγὼ>4
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶς>.4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4
4

Αγαµέµνων
4
4
Αισχύλος

You might also like