You are on page 1of 2

[1] καὶ καταντᾷ1 εἰς τὴν Λωτοφάγων χώραν καὶ πέμπει τινὰς μαθησομένους 2

τοὺς κατοικοῦντας· οἱ δὲ γευσάμενοι 3 τοῦ λωτοῦ κατέμειναν· ἐφύετο γὰρ ἐν τῇ

χώρᾳ καρπὸς ἡδὺς λεγόμενος λωτός, ὃς τῷ γευσαμένῳ πάντων ἐποίει λήθην.

[2] Ὀδυσσεὺς δὲ αἰσθόμενος, τοὺς λοιποὺς κατασχών, τοὺς γευσαμένους μετὰ

βίας ἐπὶ τὰς ναῦς ἄγει, καὶ προσπλεύσας τῇ Κυκλώπων γῇ προσπελάζει.

[3] καταλιπὼν δὲ τὰς λοιπὰς ναῦς ἐν τῇ πλησίον νήσῳ, μίαν ἔχων τῇ

Κυκλώπων γῇ προσπελάζει, μετὰ δώδεκα ἑταίρων ἀποβὰς τῆς νεώς. ἔστι 4 δὲ

τῆς θαλάσσης πλησίον ἄντρον, εἰς ὃ ἔρχεται ἔχων ἀσκὸν οἴνου τὸν ὑπὸ 5

1
Καταντάω, 3ª p.sing., de pres. de ind. activo épico de καταντάω ‘llegar’.
2
Participio de futuro con valor final.
3
Rige genitivo.
4
Observa la acentuación: tiene valor impersonal: ‘hay’.
5
Complemento agente, del participio de aoristo δοθέντα.
Μάρωνος6 αὐτῷ δοθέντα. ἦν δὲ Πολυφήμου τὸ ἄντρον, ὃς ἦν Ποσειδῶνος καὶ

Θοώσης7 νύμφης, ἀνὴρ8 ὑπερμεγέθης ἄγριος ἀνδροφάγος, ἔχων ἕνα ὀφθαλμὸν

ἐπὶ τοῦ μετώπου.

[4] ἀνακαύσαντες δὲ πῦρ καὶ τῶν ἐρίφων θύσαντες 9 εὐωχοῦντο. ἐλθὼν δὲ ὁ

Κύκλωψ καὶ εἰσελάσας τὰ ποίμνια τῇ μὲν θύρᾳ προσέθηκε πέτρον ὑπερμεγέθη

καὶ θεασάμενος αὐτοὺς ἐνίους κατήσθιεν.

6
Marón, hijo de Evantes
7
Θόωσα, Θόωσης, ἠ, ‘Toosa’
8
Polfemo no es un hombre, sino un cíclope.
9
Rige genitivo.

You might also like