Professional Documents
Culture Documents
Οδυσσέας Γκιλής
Επιμέλεια
ΕΠΙΔΗΜΙΑ
Θεσσαλονίκη 2020
2
3
Εισαγωγικό σημείωμα
Επιδημία, ορισμός.
Η πανδημία, που προκύπτει από την σύνθεση των λέξεων παν (όλος) και
δήμος (πληθυσμός), είναι μια επιδημία λοιμωδών ασθενειών που
εξαπλώνεται με πολύ γρήγορους ρυθμούς σε μια μεγάλη περιοχή και
απειλεί το σύνολο του πληθυσμού. Μια επιδημική ασθένεια της οποίας ο
αριθμός των νέων κρουσμάτων παραμένει σταθερός με την πάροδο του
χρόνου (σταθερή επίπτωση) δεν θεωρείται πανδημία. Επιπλέον, οι
πανδημίες γρίπης γενικά δεν αφορούν την επανεμφανιζόμενη εποχική
γρίπη. Καθ' όλη τη διάρκεια της ιστορίας έχουν παρατηρηθεί πολλές
πανδημίες, όπως πανδημίες ευλογιάς, φυματίωσης και πανώλης.
Περιεχομενα
Εισαγωγικό σημείωμα..............................................................................................................3
Επιδημία, ορισμός....................................................................................................................3
Χρονολογική ταξινόμηση αποσπασμάτων...............................................................................4
Αποσπάσματα από αρχαία Ελληνικά,Βυζαντινά και θεολογικά κείμενα...............................47
ΕΥΡΕΤΗΡΙΟΝ.........................................................................................................................418
ἀπ’ αὐτῶν. οὐκέτι σῴζεται διήγησις παρ’ αὐτοῖς νομικὴ ἢ προφη- (30)
τική, ἀλλ’ εἰσὶν ἀναγινώσκοντες καὶ μὴ νοοῦντες· πεπλήρωται γὰρ
διὰ τὴν Χριστοῦ ἐπιδημίαν τὸ «εἶπον τῷ λαῷ ἐκείνῳ· ἀκοῇ ἀκούσετε
καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη
γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». πεπλήρωται καὶ τὸ εἰρημένον ὑπὸ
Ἡσαΐου.
ται ἡ σοφία.
110. Αθανάσιος θεολόγος. . Sermo contra omnes haereses [Sp.] (A.D. 4) Vol.
28 p. 504 l. 12
111. Αθανάσιος θεολόγος. . Sermo contra omnes haereses [Sp.] (A.D. 4) Vol.
28 p. 520 l. 22
112. Αθανάσιος θεολόγος. . Sermo contra omnes haereses [Sp.] (A.D. 4) Vol.
28 p. 520 l. 25
113. Αθανάσιος θεολόγος. . Sermo contra omnes haereses [Sp.] (A.D. 4) Vol.
28 p. 520 l. 31
114. Αθανάσιος θεολόγος. . Sermo contra omnes haereses [Sp.] (A.D. 4) Vol.
28 p. 521 l. 39
115. Αθανάσιος θεολόγος. . Sermo contra omnes haereses [Sp.] (A.D. 4) Vol.
28 p. 524 l. 7
132. Δίδυμος Καίκος. De trinitate (lib. 2.8-27) [Sp.] (A.D. 4) Vol. 39 p. 721
l. 10
133. Δίδυμος Καίκος. De trinitate (lib. 2.8-27) [Sp.] (A.D. 4) Vol. 39 p. 748
l. 18
πίστεως τοὺς χρόνους ἐσήμαινον· ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων
αὐτοὶ πιστοί· ἀλλὰ τῆς δι’ αὐτῶν ἀπαγγελίας ἦσαν οἱ χρόνοι. Ἡ δὲ
ἀπαγγελία προηγουμένως μὲν περὶ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν· ἐπακο-
λούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι· καὶ ἦσαν οἱ (115)
χρόνοι σημαινόμενοι οὐκ ἀρχὴ πίστεως, καθὰ προεῖπον, ἀλλ’ αὐτῶν τῶν
συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν
αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. Διττὸς δὲ
αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος· ὁ μὲν εὐπρεπέστερος, καθ’ ἱστορίαν τῆς
Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων· ὁ δὲ ἀπορρητότερος καὶ οὐ πολλοῖς
(55)
γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ’ ἑαυτὸν συγγε-
271. Κύριλλος. Σχόλια στον προφήτη Ησαΐα. (A.D. 4-5) Vol. 70 p. 1405 l. 56
ἡμέρας.
Ἀνοσίους ὄντας ἐλέγχει τοὺς ἐξ Ἰσραὴλ, καὶ οὔτι (55)
που μόνον κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἀλλὰ γὰρ @1
(1408) ἄνωθεν, καὶ οἷον ἐκ ῥίζης, καὶ ἐκ πατέρων οἱ τὸν
θεῖον αὐτοῦ παρωσάμενοι νόμον, καὶ μονονουχὶ τὸ
272. Κύριλλος. Σχόλια στον προφήτη Ησαΐα. (A.D. 4-5) Vol. 70 p. 1408 l. 55
273. Κύριλλος. Σχόλια στον προφήτη Ησαΐα. (A.D. 4-5) Vol. 70 p. 1420 l. 29
274. Κύριλλος. Σχόλια στον προφήτη Ησαΐα. (A.D. 4-5) Vol. 70 p. 1421 l. 39
χνος ὑψοῦ καὶ ἐπὶ λυχνίαν ἀεὶ, ἵν’ εἴη τοῖς ὁρῶσι
χρήσιμος. Καὶ τί τὸ ἐντεῦθεν, περινοήσωμεν. Πρὸ
μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατ- (25)
εσκότισε τὴν ὑπ’ οὐρανὸν ὁ τοῦ σκότους πατὴρ, τουτ-
έστιν ὁ Σατανᾶς, ἀχλύϊ τε νοητῇ τὰ πάντα κατεμε-
τοῦ Κυρίου καιρός· διὰ τὸν σκότον τῆς πλάνης, καὶ (50)
τὸν ἐπιπολάζοντα ζόφον τῶν παθῶν· ἡμέρα δὲ ὁ τῆς
ἐπιδημίας αὐτοῦ, καθ’ ὃν ἀνέτειλεν αὐτὸς ὁ ἥλιος τῆς
δικαιοσύνης, φωτίζων καὶ λαμπρύνων τὰς τῶν πι-
στευόντων ψυχάς. Λοιπὸν οὖν μὲν Ἰουδαίους ὡδήγει
41
λείαν καλεῖ.
Σαββατισμὸς οὖν ἄρα νοητὸς καὶ ἀληθὴς, τῆς τοῦ (45)
Σωτῆρος ἡμῶν ἐπιδημίας καιρός.
«Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ
αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ
προσώπῳ διὰ τῶν εἰδώλων ἐνέπτυσεν. Πρὸς γὰρ τὸν δι’ αὐτῶν ἐνεργοῦντα καὶ
ἀπατῶντα ἀρχέκακον τοῦ
ἐμπτύματος τὴν ὕβριν ἐξέτεινεν, καὶ ἐξέπεμψεν, καὶ κατηκόντικεν.
θʹ. Ἐπαναζεύξαντος δὲ τῆς ἐπιδημίας τοῦ ταύτης (10)
γεννήτορος, καὶ ἐπὶ παραλλάξει τῆς ἑαυτοῦ διατάξεως
τοῖς οἰκοδόμοις χαλεπῄναντος καὶ ἀγανακτήσαντος
καὶ σιτίων μὲν καὶ τῆς ἄλλης διατροφῆς εἰς κόρον μετακο-
τοῦντο καὶ τὴν πόλιν ἐστεφάνουν καὶ τῆς προτέρας ἀνεκτῶντο (10)
στυγνότητος, ὡς ἀνάπλασιν μιμεῖσθαι τὴν τοῦ θεοσδότου του-
τουὶ βασιλέως ἐπιδημίαν καὶ τὴν μεγαλουργίαν τῆς πράξεως.
τὸ δὲ πάντων θαυμασιώτερον, ὅτι μηδὲ τὸ παλάτιον εὗρεν,
ὃ πρὸ αὐτοῦ κατεῖχεν, ἄσυλον καὶ ἀπόρθητον, ἀλλ’ ἀποσεσυ-
386. Anna COMNENA Hist. Alexias {2703.001} (A.D. 11-12) Book 14 ch. 8
sec. 3 l. 11
μῶν καὶ γνῶσιν τῶν ὄντων ᾗ ὄντα ἐστί’, σφόδρα ἂν βάλοι κατὰ
σκοπόν· κινδυνεύω γὰρ καὶ νομίζειν καὶ λέγειν τὴν σὴν πρὸς ἡμᾶς
ἐπιφάνειαν ἐπιδημίαν εἰς ἀνθρώπους εἶναι σοφίας ἁπάσης, ψυχὴν καὶ
σῶμα προσειληφυίας καὶ συνδιαιτωμένης ἀνθρώποις, ἵνα σοφοὺς
ἀκροατὰς συνετίσῃ καὶ ἀκοὰς σωφρονίσῃ βεβήλους καὶ ὑπερόρια θείη (30)
γικεν ἐδήλου· ὁ δὲ σωτήρ, τὴν ἐπιστᾶσαν ἤδη διὰ τοῦ αὐτοῦ. Ἐπεὶ δὲ
καὶ (10)
διὰ τὴν Ἰουδαίων ἄνοιαν, οὐ φανερῶς ἑαυτὸν ὁ Χριστὸς ἀπεκάλυπτεν, εἰ-
Αθηναίος Δειπνοσοφιστές. Book 1, Kaibel paragraph 16, l. 3 τέλη 2ου αι. μ.Χ. - αρχές
3ου αι. μ.Χ.)
Αθηναίος Δειπνοσοφιστές. Book 2, Kaibel paragraph 37, l. 18 τέλη 2ου αι. μ.Χ. -
αρχές 3ου αι. μ.Χ.)
Αθηναίος Δειπνοσοφιστές. Book 3, Kaibel paragraph 44, l. 34 τέλη 2ου αι. μ.Χ. -
αρχές 3ου αι. μ.Χ.)
νέναι.
περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων
ὀστρέων – οὐ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι
διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν – Θεόφραστος
μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως (c. 36)· ‘τῶν
θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ ὁ μαργαρίτης κα-
λούμενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ' ἐξ αὐ-
τοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ
τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγε
Αθηναίος Δειπνοσοφιστές. Book 3, Kaibel paragraph 69, l. 13 τέλη 2ου αι. μ.Χ. -
αρχές 3ου αι. μ.Χ.)
Αθηναίος Δειπνοσοφιστές. τέλη 2ου αι. μ.Χ. - αρχές 3ου αι. μ.Χ.)
Αθηναίος Δειπνοσοφιστές. Book 13, Kaibel paragraph 83, l. 28 τέλη 2ου αι. μ.Χ. -
αρχές 3ου αι. μ.Χ.)
Γαληνός ιατρός. De temperamentis libri iii Kühn Vol. 1, p. 531, l. 6 (129 – 216 μ.Χ.)
διὸ καὶ φθάνειν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος αἵματος ἀφαιρεῖν αὐτῶν
ἢ φλέβα τέμνοντα ἢ ἀποσχάζοντα τὰ σφυρά. μὴ βουλομένων δ' οὕτως
κενοῦσθαι, καθαρτέον ἐστὶ φαρμάκῳ ποικίλῳ, δυναμένῳ καὶ ξανθὴν
χολὴν ἕλκειν καὶ φλέγμα καὶ τῶν ὀρρωδῶν τι περιττωμάτων.
ἃ δ' ἐπὶ τῶν γυμνασίων εἴρηται, ταῦτα κἀπὶ τῶν βαλανείων
εἰρῆσθαι χρὴ δοκεῖν. | καὶ γὰρ καὶ ταῦτα σφαλερά, πρὶν κενωθῆναι,
κενωθεῖσι δὲ ὠφέλιμα, καὶ μάλισθ' ὅσων λουτρῶν οὐκ ἔστι πότιμον
ὕδωρ, ἀλλ' ἔχει τινὰ διαφορητικὴν δύναμιν. ὅ γε μὴν οἶνος ὅτι μὲν
ὠφελιμώτατός ἐστι ταῖς ξηραῖς καὶ ψυχραῖς φύσεσιν, εἴρηται πρόσθεν.
εἰ δὲ ταῖς θερμαῖς ἁπάσαις οὐκ οἰκεῖος, ἀλλ' ἄμεινον ἐπ' αὐτῶν ἐστιν
»ὕδωρ ποτόν», ὡς ἐν ταῖς Ἐπιδημίαις γέγραπται, σκεπτέον ἐφεξῆς. ἴσως
γάρ τινι δόξει παντάπασιν ἄτοπον εἶναι, νεανίσκον ἤτοι στρατιωτικὸν
ἢ ἀθλητικὸν ἤ τινα τῶν σκαπτόντων ἢ θεριζόντων ἢ ἀροτριώντων ἢ
ὅλως ὁτιοῦν ἔργον ἰσχυρὸν ἐργαζομένων ἐφ' ὕδατος μόνου διαιτᾶσθαι,
καὶ ταύτῃ σφάλλεσθαι τὸνἹπποκράτην περὶ τῶν θερμῶν κράσεων
ἁπλῶς ἀποφηνάμενον, ὡς ὑδροποσίας δεομένων. ἐμοὶ δ' οὐχ ἁπλῶς
Ιπποκράτης εἰρηκέναι δοκεῖ τοῦτο, ἀλλὰ περὶ τῆς ἄκρως θερμῆς φύ-
σεως κατὰ δυσκρασίαν δηλονότι τοιαύτης οὔσης, οὐ τῷ πλεῖστον ἔχειν
τὸ ἔμφυτον θερμόν, ὅπερ αὐξάνεσθαί φησιν ἐν τῷ τῶν ἀθλητῶν ἐπι-
τηδεύματι. ἀλλ' ὅ γε δύσκρατος θερμὸς οὔτ' | ἀθλητὴς οὔτε στρατιώτης
οὔτε τῶν κατὰ γεωργίαν ἢ πολιτείαν ἔργων ἀγαθὸς ἄν ποτε γένοιτο
δεῖται, εἰ ἐπὶ τὸ ἴσον μένει.» καὶ πάλιν ἑτέρωθι· «Πόνοι, σιτία, ποτά,
ὕπνοι, ἀφροδίσια, πάντα μέτρια.» τῶν μὲν οὖν ὀνομάτων, ὡς ἀεὶ λέ-
γομεν, ἀμελεῖν χρὴ μὴ φροντίζοντας, ὅτῳ τις ἂν αὐτῶν χρήσαιτο,
συνήθων γε ὄντων ἅπασι τοῖς Ἕλλησι, τῆς δὲ τῶν πραγμάτων ἐπι-
στήμης ἀντιποιεῖσθαι προσήκει.
Γαληνός ιατρός. In Hippocratis prorrheticum i commentaria iii Kühn Vol. 16, p. 831,
l. 2
Ἆρά γέ εἰσι τὰ πρῶτα κεφαλαλγι-
κοί; ἆρά γε καὶ ἐφιδρῶσι τὰ ἄνω,ἤ τι καὶ ἐπιρριγέουσιν;
εἶτα καὶ κοιλίη καταρρήγνυται; καί τι κωματῶδες; ἆρά γε καὶ
ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖς καὶ ποικίλως ἔκλευκα
δυσώδεα ποιεῖ τὰ παρ' οὖς; ἆρά γε, οἷσι τὰ τοιαῦτα οὖρα,
στάξιες πυκναί; ἆρά γε καὶ γλῶσσα τούτοισι λείη; |
Ἄν, ὡς ἔφην, ἄρξηταί τις τῆς προγνώσεως, ἀφ' ὧνἹπποκρά-
της ἔγραψεν ἐν τῷ Προγνωστικῷ καὶ ταῖς Ἐπιδημίαις ὑπὲρ πασῶν
ἀποστάσεων καθόλου, γενήσεται κἀκ τῶν νῦν εἰρημένων αὐτῷ τι εἰς
ἀσφαλεστέραν ἀπόφασιν ὠφελείας. ἐὰν γὰρ ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι,
σκέπτου τὴν ῥοπὴν τῶν χυμῶνἐφ' ὅ τι μόριον ποιοῦνται, καὶ οὕτως
ἑκάστου τῶν περὶ τὴν κεφαλὴν συμπτωμάτων τὴν δύναμιν ἐκλογισά-
μενος ἧττόν τε καὶ μᾶλλον ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας. ἕνεκα
τοίνυν παραδείγματος οὐ χεῖρον ἐπ' αὐτῶν, ὧν νῦν προεχειρίσατο,
ποιήσασθαι τὸν λόγον.
ὀλέθρια νοσήματα καὶ πέμπουσί γε πολλάκις εἰς θεοὺς περὶ τῆς ἰάσεως
αὐτῶν πυνθανόμενοι. [οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν,
ἀλλὰ καὶ κατὰ τὸ Προγνωστικόν, ἐν ᾧ φησι· “χρὴ δὲ καὶ τὰς φορὰς
τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ
λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν.” ἐν αὐτοῖς δὲ τοῖς τῶν Ἐπι-
δημιῶν ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ· “
καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιουμένην τε καὶ μαρτυ-
ρουμένην. οὕτως γοῦν καίτοι τοῖς περὶ μεγεθῶνκαὶ ἀποστημάτων
ἡλίου καὶ σελήνης καὶ γῆς ἀποδεδειγμένοις ἤδη πιστεύοντες, ὅταν
πρὸς αἰσθητῶν τε πολλῶν ἄλλων, ὅσα κατὰ γεωμετρικοὺς λόγους
εὑρίσκεται, [ὅταν ὑπὸ]καὶ τῶν καταλελογισμένων ἐκλείψεων μαρ-
τυρῆται, βεβαιοτέραν ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεω-
μετρίας ἀποδειχθέντα πιστότερα γίνεται μαρτυρούμενα πρὸς τῶν κατὰ
μέρος ἀποβαινόντων καὶ πιστότερα γενόμεναμείζονα βεβαιότητ'
ἔχει, πολλῷδὴ μᾶλλον [ἢ] ὅσα † ὑπὸ τὴν κατὰ μέρος
πίστιν. ταῦτ' οὖνοὕτως ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶνἘπιδη-
μιῶν βιβλίοις γινόμενα. |
Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημε-ρίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, συνεχέα,
μαλθακῶς, ἐν νοτίοισι.
Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοση-
μάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν
αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντοςπερὶ ἰσημε-
ρίην καὶ ὑπὸ πληιάδα. δυοῖν γὰρ οὐσῶνἰσημεριῶν καὶ δυοῖν
πλειάδων ἐπισημασιῶν, αὐτὸς ἐδήλωσεν, ὁποίαν αὐτῶν λέγει, προς
ἰσημερίαν χρόνῳ, σύμμετρος δέ. καὶ μέντοι καὶ μετὰ τὴν τῆς πλειάδος
ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸς ἐπιτολῆς συμ-
μέτρως καὶ κατὰ βραχύ, ἐλθόντος τε τούτου γενήσεται νότια μὲν
ὀλίγα, ἐπ' αὐτοῖς δ' ὑετοὶ † ἐπίσης τοῖς ἐτησίοις πνεύμασιν ἄχρι τῆς
κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆς. καὶ τοίνυν ἥ τε πεῖρα καὶ ὁ λόγος
ἡμᾶς ἐδίδαξεν, ὅταν οὕτως αἱ ὧραι τοῦ ἔτους προέρχωνταί τε καὶ εἰς
ἀλλήλας μεταβάλλωσι, μήτε λοιμόν τινα μήθ' ὅλως ἐπιδήμια νοσήματα
γινόμενα, μόνας δὲ τὰς ὀνομαζομένας ὑπ' αὐτοῦ σποράδας νόσους,
τὰς κατὰ τὴν δίαιταν ἑπομένας. ἐπειδὴδὲ καθ' ἑκάστην τῶν ὡρῶν
ἴδιος μὲν ἐπικρατεῖ χυμός, ὡς αὐτὸς ἐδίδαξε, τοῦ μὲν χειμῶνος τὸ
φλέγμα, τοῦ δὲ ἦρος τὸ αἷμα, τοῦ δὲ θέρουςἡ πικρὰ χολή, φθινο-
πώρου δὲ ἡ ὀξεῖα, διὰ τοῦτο τοῖς κακῶς διαιτωμένοις οὐ | τὰ αὐτὰ
πλεονάζουσι νοσήματα κατὰ πάσας τὰς ὥρας, ἀλλὰὡς αὐτὸς ἐδί-
δαξε “τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ
καὶ αἵματος ῥύσιες” καὶ τἄλλα, ὅσα τούτων ἐφεξῆς καταλέγει, τοῦ δὲ
θέρους † ἔτους ὁμοίως καὶ τοῦ φθινοπώρου, χειμῶνος δ' ἄλλα γινό-
μενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλασσόμενα δὲ
Γαληνός ιατρός. In Hippocratis librum primum epidemiarum commentarii iii
Kühn Vol. 17a, p. 36, l. 7
Γαληνός ιατρός. In Hippocratis librum iii epidemiarum commentarii iii Kühn Vol.
17a, p. 584, l. 6
τοῦτο μὲν γὰρ ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μέν ποτε καὶ σὺν
τοῖς προει|ρημένοις γενέσθαι, καθάπερ εἰ καὶ πλευρῖτις ἢ περιπνευ-
μονία τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσεν, οὐ μέντοι τῆς αὐτῆς δια-
θέσεως σημεῖον ὑπάρχον.
εἰ δέ τις ἐθέλοι τά τ' ἐν τῷ Προρρητικῷ κακῶς εἰρημένα καὶ
τοὺς δι' ἀλλήλων ἐξηγουμένους τά τ' ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμ-
μένα καὶ τοὺς ἐν τοῖς τῶν Ἐπιδημιῶν ἀρρώστους ἐλέγχειν, ἀναγνώτω
τὰ εἰς τὸ Προρρητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ πρώτῳ
τῶν Ἐπιδημιῶν βιβλίῳ γεγραμμένους ἀρρώστους ἐξηγησάμην ἔμπρο-
σθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους ἐλέγχων. ἐπεὶ δὲ
πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με καὶ ἐπ' ὀλίγων ἀρρώστων ἐπισημή-
νασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων, ἠναγκάσθην εἰς τρεῖς ἀρ-
ρώστους μόνους ἓν ἐξηγητικὸν βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου.
νυνὶ δ' ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξη-
γεῖσθαι τοὺς ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ
τῶν Ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν ἔγ-
κλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος ὑπομνημάτων. |
Γαληνός ιατρός. In Hippocratis librum iii epidemiarum commentarii iii Kühn Vol.
17a, p. 647, l. 8
εἰς τὴν φάρυγγα τὸ διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν
ἀφικόμενον κατὰ τὸν πνεύμονα τὰς τοιαύτας διαθέσεις εἰργάσατο.
Τὰ μὲν ἐπιδημήσαντα νοσή-
ματα ταῦτα.
Τῶν ἐπιδημίων νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές ἐστιν, ὡς
κἀν τῷ Περὶ διαίτης ὀξέων ἐλέγετο· “ὅταν γὰρ μὴ λοιμώδεος νούσου
τρόπος τις κοινὸςἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι.” οὐ
γὰρ δὴ νοσήματός τινος ὄνομά ἐστινἐπίδημον ἢ λοιμῶδες, ἀλλ'
ὅτιπερ ἂν ἅμα πολλοῖς ἐν ἑνὶ γένηταιχρόνῳ τε καὶ χωρίῳ, τοῦτ'
ἐπίδημον ὀνομάζεται. προσελθόντος δ' αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν,
λοιμὸς γίγνεται. |
γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἐλαία.” λέγουσι δ' ἔνιοι καὶ νῦν ἔτι
κατὰΘετταλίαν ἀκηκοέναι τινῶνγογγρώνας ὀνομαζόντων τὰς
τοιαύτας σκληρότητας, ὅταν ἐν τραχήλῳ συστῶσιν. οὐ μὴν τά γεφή-
ρεα λέγοντός τινος οὔτ' αὐτὸς ἤκουσα κατά τι τῶν ἐθνῶν οὔτε τινὸς
ἀκηκοότος ἐπυθόμην. καίτοι τινὲς τῶν ἐξηγητῶν φασι τὸνἹππο-
82
Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δῆλον ἡ αἴσθησις, ὡς ἔκπνουν καὶ εἴσπνουνὅλον
καὶ διαφορεῖν αὐτόν ἐστιν ἱκανὴ καὶ πρὸς τούτῳ τὴν κρᾶσιν ὅληντοῦ
ἐγκεφάλου [σφοδροῖς ῥίγεσι]μεταβάλλειν τε καὶ ἀλλοιοῦν ἐπὶ τὸ
83
Ἐπὶ τῶν ἰσχυρῶν περιπνευμονιῶν ἀποστάσεις εἰς τὰ σκέλη γί-
νεσθαι πάντως μὲν ἀγαθόν ἐστιν, εἴ γε δὴ παντὸς μᾶλλον ἀληθὲς
ὑπάρχει τὸ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπὲρ τῶν ἀγαθῶν ἀπο-
στάσεων εἰρημένον ‘ὡς ἄρισται πασῶν εἰσιν αἱ μάλιστα κάτω καὶ πορ-
ρωτάτω τῆς νόσου’, μᾶλλον δ' ὅταν ἅμα πέψει γένωνται. καὶ γὰρ καὶ
τοῦτο ἐπῄνεσεν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εἰπών· “πεπασμοὶ τα-
χυτῆτα κρίσιος, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν”. ἐνδείκνυται δὲ τὴν
πέψιν ἥ τε μεταβολὴ τοῦ πτυέλου καὶ ἡ κένωσις ἄλυπός τε καὶ δαψι-
λὴς γινομένη. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν ἐπὶ τοῦ πτυέλου τοῦ ἐκχω-
ρέοντος ἔξω· εἰ δὲ καὶ χωρὶς τοῦ πεφθῆναι τὴν νόσον ἀπόστασις εἰς
τὰ σκέλη γένοιτο, ῥύσαιτο μὲν ἂν καὶ οὕτως ἐκ τοῦ κατὰ τὴν περι-
πνευμονίαν κινδύνου τὸν ἄνθρωπον. αὐτὸ δὲ τὸ ἄρθρον, εἰς ὃ κατ-
έσκηψε, δυσίατον ἕξει τὸ ἀπόσκημμα καὶ τάχα ἂν ἐνίοτε χωλανθείη
Διόδωρος Σικελός βιβλιοθήκη. (lib. 21-40) Book 31, ch. 18, sec. 2, l. 8
Διόδωρος Σικελός βιβλιοθήκη. (lib. 21-40) Book 33, ch. 28b, sec. 3, l. 11
Διόδωρος Σικελός βιβλιοθήκη. (lib. 21-40) Book 38/39, ch. 20, sec. 1, l. 10
νεφεληγερέτα Ζεύς·
κλητικὴ γὰρ ἀντὶ ὀρθῆς κεῖται τῆς νεφεληγερέτης. τὴν
δὲ διάστασιν τῆς φράσεως οὕτως,
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει·
ὡς ἀφ' ἑτέρας γὰρ ἀρχῆς ἐπὶ τετελεσμένῳ τῷ προτέρῳ
ποιησάμενος τὸν λόγον ἀπὸ ὀρθῆς ἤρξατο. τοιοῦτο δέ
τι κἀκεῖνο,
ἐλθόντες δὴ βαιὸν ἀπὸ σπείους τε καὶ ὕλης,
πρῶτος ὑπ' ἀρνειοῦ λυόμην.
καὶ τὸ παρ' Ἱπποκράτει, ἡγυνὴ τοῦ κηπωροῦ πυ-
ρετὸς εἶχεν αὐτήν· διεσπαρμένας γὰρ ἐπιδημίας
ὑπομνήματος δίκην γράφων, εἰπὼντὸ ἡ γυνὴ τοῦ
κηπωροῦ, ὡς ἀφ' ἑτέρας ἀρχῆς τὸπυρετὸς εἶχεν
αὐτὴν ἐπήνεγκεν. ὅτι γὰρ οὕτως πως ὁ ἰατρὸς εἰς τὸ
τοιοῦτον σχῆμα κατῆλθε, δῆλον ἐκ τοῦ μηδέποτε λόγου
τελείου ἀπὸ τοῦ δὲ συνδέσμου ἀρχομένου. ἐκεῖνος ἐν
τῷ περὶ ἄρθρων ἔφη εἰσβάλλων οὕτως,ὦμον δ' ἔναρ-
θρον, ἕνα τρόπον οἶδα· καὶ γὰρ ἐνταῦθα ὡς ἐν
ὑπομνηματισμῷ, πεπονημένων αὐτῷ καὶ ἑτέρων ἔμπρο-
σθεν καὶ εἰς τοῦτο τὸ εἶδος, οὕτως ἤρξατο.
Ἐν δὲ ἀριθμοῖς ἡ τῶν σχημάτων κατόρθωσις,
DIOG. LAERT. 2, 23: Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα (scil. τὸν Σω-
κράτη) εἰς Σάμον σὺν Ἀρχελάωι ἀποδημῆσαι.
LEX. SABBAIT. p. 1, 20 Pap – Ke: Ἴων εἴρηκεν«αὐτοφρόνων
καὶ ὁμοσπόνδων».
PHOT. BEROL. p. 40, 23 Rei: .... ἀντὶ τοῦ Ἀθηναίας φασὶν
ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυ-
ναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ
ὡς μάλιστα χαίρειν, ὅτι ἔλεγεν ἀεί ποτε πρὸς αὐτόν “μισῶ σε,
Καῖσαρ, ὅτι συγκλητικὸς εἶ”· χρήσομαι γὰρ αὐτῷ τῷ λεχθέντι ὑπ'
αὐτοῦ ῥήματι. ἐτηροῦντο δὲ ἀκριβῶς καὶ τούτων καὶ τῶν ἄλλων
ἀεί ποτε καὶ αἱ ἔσοδοι καὶ αἱ ἔξοδοι τά τε σχήματα καὶ τὰ νεύ-
ματα καὶ τὰ ἐπιβοήματα, καὶ οἱ μὲν ἀεὶ συνόντες αὐτῷ καὶ σπου-
δαίως ἀκροώμενοι τορῶς τε ἐκβοῶντες ἐπῃνοῦντο καὶ ἐτιμῶντο, οἱ
δὲ λοιποὶ καὶ ἠτιμάζοντο καὶ ἐκολάζοντο, ὥστε τινὰς μὴ δυναμέ-
νους ἐπὶ πολὺ ἀντέχειν (πολλάκις γὰρ καὶ μέχρι τῆς ἑσπέρας ἐξ
ἑωθινοῦ παρετείνοντο) προσποιεῖσθαί τε ἐκθνήσκειν καὶ νεκρῶν
δίκην ἐκ τῶν θεάτρων ἐκφέρεσθαι.
πάρεργον δὲ δὴ τῆς ἐπιδημίας τῆς ἐν τῇ Ἑλλάδι ἐποιήσατο
τὸν ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι ἐπιθυμήσας, καὶ ἤρξατο
τοῦ ἔργου καίπερ τῶν ἀνθρώπων ὀκνούντων· αἷμά τε γὰρ τοῖς
πρώτοις ἁψαμένοις τῆς γῆς ἀνέβλυσεν, καὶ οἰμωγαὶ μυκηθμοί τέ
τινες ἐξηκούοντο, καὶ εἴδωλα πολλὰ ἐφαντάζετο. λαβὼν δὲ αὐτὸς
δίκελλαν καί τι καὶ ἀνασκάψας ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐ-
108
ἀεί ποτε πρὸς αὐτόν “μισῶ σε, Καῖσαρ, ὅτι συγκλητικὸς εἶ”· χρήσο-
μαι γὰρ αὐτῷ τῷ λεχθέντι ὑπ' αὐτοῦ ῥήματι. ἐτηροῦντο δὲ ἀκριβῶς
καὶ τούτων καὶ τῶν ἄλλων ἀεί ποτε καὶ αἱ εἴσοδοι καὶ αἱ ἔξοδοι τά
τε σχήματα καὶ τὰ νεύματα καὶ τὰ ἐπιβοήματα, καὶ οἱ μὲν ἀεὶ συν-
όντες αὐτῷ καὶ σπουδαίως ἀκροώμενοι τορῶς τε ἐκβοῶντες ἐπῃ-
νοῦντο καὶ ἐτιμῶντο, οἱ δὲ λοιποὶ καὶ ἠτιμάζοντο καὶ ἐκολάζοντο,
ὥστε τινὰς μὴ δυναμένους ἐπὶ πολὺ ἀντέχειν (πολλάκις γὰρ καὶ μέχρι
τῆς ἑσπέρας ἐξ ἑωθινοῦ παρετείνοντο) προσποιεῖσθαί τε ἐκθνήσκειν
καὶ νεκρῶν δίκην ἐκ τῶν θεάτρων ἐκφέρεσθαι. πάρεργον δὲ δὴ τῆς
ἐπιδημίας τῆς ἐν τῇ Ἑλλάδι ἐποιήσατο τὸν ἰσθμὸν τῆς Πελοποννήσου
διορύξαι ἐπιθυμήσας, καὶ ἤρξατο τοῦ ἔργου καίπερ τῶν ἀνθρώπων
ὀκνούντων· αἷμά τε γὰρ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς ἀνέβλυσεν,
καὶ οἰμωγαὶ μυκηθμοί τέ τινες ἐξηκούοντο, καὶ εἴδωλα πολλὰ ἐφαν-
τάζετο. λαβὼν δὲ αὐτὸς δίκελλαν καί τι καὶ ἀνασκάψας ἔπεισε καὶ
τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι, καὶ πολὺ πλῆθος ἀνθρώπων
ἐπὶ τοῦτο τὸ ἔργον καὶ ἐκ τῶν ἄλλων ἐθνῶν μετεπέμψατο. ἔς τε
οὖν τἄλλα καὶ ἐς ταῦτα χρημάτων πολλῶν δεόμενος, καὶ μεγαλο-
πράγμων καὶ μεγαλόδωρος ὁμοίως ὤν, καὶ ἅμα φοβούμενος τοὺς
δυνατωτάτους μὴ ἐπίθωνταί οἱ τοιαῦτα ποιοῦντι, πολλούς τε καὶ
ἀγαθοὺς ἄνδρας ἔφθειρεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω (πᾶσί τε
ἢ δύο λιθίνας πλάκας, αἳ τοὺς δέκα λόγους τοὺς ὑπὸ τοῦ θεοῦ Μωυσεῖ
λαληθέντας ἐν Σιναίῳ ὄρει ἐγγεγραμμένους αὐταῖς ἔσωζον.
μηδενὶ χρῆσθαι (οὔτε γὰρ προσθετικὸν οὔτε βίαιον οὐδὲν ἐν τοῖς παρο-
ξυσμοῖς ἀξιοῖ παραλαμβάνεσθαι)· τάχα δὲ καὶ ὅταν φῇ· “τὰ κρινόμενα
καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν μηδὲ νεωτεροποιεῖν, μήτε φαρμα-
κίῃσι μήτ' ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ' ἐᾶν.” ἱκανὸν ἔστωτὸ τοῦ παρο-
ξυσμοῦ κακόν, μὴ συνελθέτω δὲ τούτῳ καὶ τὸ ἀπὸ τῆςἀπειρίας τοῦ
τεχνίτου. ἀλλὰ περὶ μὲν τῶν ἐνδείξεων καὶ ὕστερον διασκεψόμεθα.
Ἴδωμεν δὲ ἔπειτα τὰς διαφορὰς καὶ τὰς τοιαύτας τῶν και-
ρῶν. φαμέν, ὡς ἄρα τῶν νοσημάτων τὰ μὲν ὀξεῖς ἔχει φύσει τοὺς
τέσσαρας καιρούς, τὰ δὲ [οὐδὲ] πάντας τοὺς τέσσαρας ἀναβεβλημένους,
ἔνια δ' αὐτῶν ἀμείβει τὴν βραδυτῆτα πρὸς τὸ τάχος, τὰ μὲν ἐν ἀρχῇ,
τὰ δ' ἐπὶ τέλος, τὰ δ' ὡς ἔτυχεν. προθεὶςγὰρ ἐν Ἐπιδημίᾳα
τὰς κατὰ σχήματα πυρετῶν διαφοράς, συνεχῶν, ἡμιτριταίων | ἢ ἀμφη-
μερινῶν, τεταρταίων, τῶν λοιπῶν,αὐταῖς λέξεσιν ἐπιφέρει ταῦτα·
“εἰσὶ δὲ [ταῦτα] τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων
ἑκάστου τῶν πυρετῶν ὁμοίως ξυνεχέων καὶ διαλειπόντων. αὐτίκα
γὰρ ξυνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀν-
άγει ἐπὶ τὸ χαλεπώτερον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται,
ἔστι δ' οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖδὲ καὶ παρο-
ξύνεται καθ' ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν, ἔστι δ'
οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμά-
σας πάλιν ὑφίησιν μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει δὲ ταῦτα
τίνι μὲν μόνιμον, ἐν τίνι δ' εὐκεράϊστον ἡ δύναμις; διακρίνεις τὸν ἀπὸ
τῆς μεσημβρίας ἢ τὸν ἀπὸ τῆς ἄρκτου; | ὥστε μή μοι λέγε· ‘κἀγὼ βλέπω
τὴν δύναμιν.’ οὐ γὰρ οὕτως βλέπεις, ὡς ἐχρῆν· ὅπως δ' ἂν ἐπιβλέπῃς,
πρὸς τῷ μηδὲν λέγειν καινὸν ἀνατρέπεις σεαυτοῦ | τὰ καθολικά. τίς
οὖν ὁ τεχνικὸς λόγος; “συντεκμαίρεσθαι δὲ καὶ τὸν νοσέοντα καὶ τὴν
ἀκμὴν τῆς νόσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον καὶ οὐκ
ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀπαμβλυνεῖται.”
Ἐπιστάμενος δ', ὡς οὐ τοῦ τυχόντος ἰατροῦ ἀπὸ τῆς πρώτης
εἰσβολῆς τῶν νοσημάτων εἰδέναι τίνα μὲν ταχέως, τίνα δὲ βραδέως
ἀκμάζει, πολλὰς ἔδωκε τὰς εἰς τοῦτο ἀφορμὰς διὰ πασῶν μὲν τῶν
συντάξεων, μάλιστα δὲ καὶ διὰ τῆς δευτέρας Ἐπιδημίας εἰπών· “περὶ
τὰς ἀρχὰς τῶν νούσων σκεπτέον, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπι-
δόσει.” γνώσῃ, φησί, αὐτὴν τὴν ἀκμὴν ἐγγὺς οὖσαν ἢ μακράν, ἐὰν
καλῶς ἐπισκοπήσῃς τὴν ἐπίδοσιν· τὰ μὲν γὰρ [ὀρθῶς] κατὰ μικρὸν
ἐπιδιδόντα βραδεῖαν, τὰ δὲ ταχέως ἐπαναβαίνοντα ταχεῖαν διδάσκει
τὴν ἀκμήν. “τὰς δ' ἐπιδόσιας τῇσι περιόδοισι· καὶ αἱ κρίσιες ἐντεῦθεν
δῆλοι.” διὰ μὲν τῆς ἐπιδόσεως γνωρίσεις τὴν ἀκμήν, τὴν δ' | ἐπίδοσιν
διὰ τῶν περιόδων. ἄλλο γὰρ τὸ καθ' ἡμέραν ἐπισημαίνεσθαι καὶ ἄλλο
τὸ παρὰ μίαν ἢ δύο. καὶτούτοις μὲν οὐκ ἠρκέσθη, προσέθηκε δὲ τὰ
τεχνικώτερα· “καὶ τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν” σκεπτέον,
“εἰ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶεἰ μᾶλλον ἢ
Achilles Tatius Scr. Erot., Leucippe et Clitophon Book 4, ch. 12, sec. 2, l. 2
Menander Comic., Frag. longiora apud alios auctores servata Frag. 416b, l. 2
ΥΠΟΒΟΛΙΜΑΙΟΣ
122
βάκηλος εἶ.
ΥΠΟΒΟΛΙΜΑΙΟΣ Η ΑΓΡΟΙΚΟΣ
τοῦτον εὐτυχέστατον λέγω,
ὅστις θεωρήσας ἀλύπως, Παρμένων,
τὰ σεμνὰ ταῦτ' ἀπῆλθεν, ὅθεν ἦλθεν, ταχύ
τὸν ἥλιον τὸν κοινόν, ἄστρ', ὕδωρ, νέφη,
πῦρ· ταῦτα, κἂν ἑκατὸν ἔτη βιῷς, ἀεὶ
ὄψει παρόντα, κἂν ἐνιαυτοὺς σφόδρ' ὀλίγους,
σεμνότερα τούτων ἕτεραδ' οὐκ ὄψει ποτέ.
πανήγυριν νόμισόν τιν' εἶναι τὸν χρόνον,
ὅν φημι, τοῦτον, τὴν ἐπιδημίαν ἄνω·
ὄχλος, ἀγορά, κλέπται, κυβεῖαι, διατριβαί.
† ἂν πρῶτος ἀπίῃς καταλύσεις, βελτίονα
ἐφόδι' ἔχων ἀπῆλθες ἐχθρὸς οὐδενί·
ὁ προσδιατρίβων δ' ἐκοπίασεν ἀπολέσας,
κακῶς δὲ γηρῶν ἐνδεής του γίνεται,
ῥεμβόμενος ἐχθροὺς εὗρ', ἐπεβουλεύθη ποθέν,
οὐκ εὐθανάτως ἀπῆλθεν ἐλθὼν εἰς χρόνον.
παύσασθε νοῦν ἔχοντες· οὐδὲν γὰρ πλέον
ἁνθρώπινος νοῦς ἐστιν, ἀλλ' ὁ τῆς Τύχης
– εἴτ' ἐστὶ τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς –
ὅροι, ἐφορία ἀγορά, δῆμοι, κῶμαι, ἀγροί, ἐσχατιαί, χῶραι, κῆποι, παρά-
δεισοι, προάστεια, ἐνηβητήρια, ἐνδιαιτήματα· ὧν ἔνια καὶ ἐν πόλει ἂν
γένοιτο. καὶ ἀπὸ μὲν τῶν ὅρων Ζεὺς ὅριος καὶ στήλη ἐφορία καὶ
ποταμὸς μεθόριος, καὶ ὅμορος πόλις καὶ πρόσορος τόπος καὶ ἐνόριος
χῶρος καὶ ὑπερόριος πόλεμος καὶ διωρισμένον πρᾶγμα, καὶ προσορίσαι
γῆν καὶ ἀφορίσασθαι χώραν καὶ ὑπερορίσαι ἄνδρα, καὶ ἐξόριστον γε-
νέσθαι, καὶ ὅρια ἀνασπάσαι. ὁ δ' ὁρίζων ὁριστής, καὶ τὸ ὑπόχρεων χω-
ρίον ὡρισμένον, καὶ ἡ ἐνεστηκυῖα στήλη ὅρος, καὶ ὡρισμένη ἡμέρα ἡ
εἰρημένη, ἀπὸ δὲ δήμων οἱ κατὰ δήμους οἰκοῦντες καὶ οἱ δη-
μοτευόμενοι καὶ τὸ ἔνδημον πλῆθος· τάχα δὲ καὶ τὸ ἐπιδημεῖν καὶ
ἀποδημεῖν, καὶ ἐπιδημία καὶ ἀποδημία, καὶ ἔκδημοι πόλεμοι, καὶ
παρὰ Θουκυδίδῃ (I 70. 4) ‘ἀποδημηταὶ πρὸς ἐνδημοτάτους,’ καὶ πάν-
δημον πλῆθος καὶ πανδημεὶ καὶ πανδημία καὶ δημοσίᾳ καὶ δημο-
θοινία καὶ δημοτελεῖς ἑορταὶ καὶ δημόσιον πρᾶγμα καὶ δημόσιος οἰκέ-
της, καὶ δημεῦσαι καὶ δημοσιεῦσαι, καὶ δήμαρχος καὶ δημιοπράτης καὶ
δημεραστὴς καὶ δημεραστία καὶ δημαγωγὸς καὶ δημαγωγία, καὶ δημο-
τικός, καὶ φιλόδημος καὶ μισόδημος, καὶ δημοκρατία καὶ δημοκρα-
τικός. ἀπὸ δήμων δ' ἂν εἴη κεκλημένος καὶ ὁ δήμιος καὶ ὁ δη-
μόκοινος ὡς ἔξω πόλεως κατοικῶν. ἀπὸ δὲ κωμῶν κωμήτης
καὶ κωμῆτις καὶ κώμαρχος, καὶ κωμοδρομεῖν καὶ κωμῳδεῖν, ἦ
που δὲ καὶ κωμῳδία καὶ κωμῳδοδιδάσκαλος καὶ κωμῳδοποιὸς καὶ κω
συῶν καὶ ταύρων καὶ ἀγρίων ὄνων. εἰσὶ γὰρ καὶ ῥινη-
λατῆσαι ὡς ἀκούω δεινοί.
Ἐν τῇ Λιβύων χώρᾳ ἔθνος ἦν φασι τὸ καλούμε-
νον Νόμαιον. καὶ τὰ μὲν ἄλλα διευτυχοῦντες εὐνό-
μου μάλα καὶ εὐδαίμονος ναὶ μὰ Δία λήξεως εἶτα
ἠφανίσθησαν τελέως, λεόντων αὐτοῖς ἐπελθόντων
πλήθει τε παμπόλλων καὶ μεγέθει μεγίστων καὶ τὴν
τόλμαν ἀμάχων, ὑφ' ὧν πανδημεί τε καὶ παγγενεὶ
διαφθαρέντες εἶτα ἐς τὸ παντελὲς ἀπώλοντο. λεόν-
των γὰρ ἀθρόων ἐπιδημία χρῆμα ἀπρόσμαχον.
Εὐφορίων δὲ ἐν τοῖς Ὑπομνήμασι λέγει τὴν
Σάμον ἐν τοῖς παλαιτάτοις χρόνοις ἐρήμην γενέσθαι·
φανῆναι γὰρ ἐν αὐτῇ θηρία μεγέθει μὲν μέγιστα,
ἄγρια δέ, καὶ προσπελάσαι τῳ δεινά, καλεῖσθαί γε
μὴν νηάδας. ἅπερ οὖν καὶ μόνῃ τῇ βοῇ ῥηγνύναι
τὴν γῆν. παροιμίαν οὖν ἐν τῇ Σάμῳ διαρρεῖν τὴν
λέγουσαν ‘μεῖζον βοᾷ τῶν νηάδων.’ ὀστᾶ δὲ ἔτι καὶ
νῦν αὐτῶν δείκνυσθαι μεγάλα ὁ αὐτός φησι.
Τοῦ Ἰνδῶν βασιλέως ἐλαύνοντος ἐπὶ τοὺς πολε-
μίους δέκα μυριάδες ἐλεφάντων προηγοῦνται
σκανδάλων καὶ ἁμαρτιῶν καὶ τῶν τοιούτων ἀκανθῶν καὶ τὸν διάβολον
καταργήσας εἰκότως ἐπευχόμενος εἴρηκεν· «Ποῦ σου, θάνατε, τὸ
κέντρον;» καὶ ἡμεῖς μὲν ἐξ ἀκανθῶν τρυγῶμεν σταφυλὴν καὶ σῦκα
ἀπὸ βάτων· οἳ δὲ εἰς τραύματα καταξαίνονται, ἐφ' οὓς ἐξεπέτασε
τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθῆ καὶ ἄκαρπον.
Ἔχοιμ' ἄν σοι καὶ ἄλλο μυστικὸν ἐνταῦθα εἰπεῖν. Ἐπεὶ γὰρ ὁ
παγκρατὴς κύριος τῶν ὅλων, ὁπηνίκα νομοθετεῖν ἤρχετο τῷ λόγῳ,
[καὶ] τῷ Μωσεῖ καταφανῆ ἐβούλετο γενέσθαι τὴν αὑτοῦ δύναμιν,
141
E LIBRO SECUNDO.
145
E LIBRO INCERTO.
E LIBRO SECUNDO.
περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι· τὸν μὲν ἄλλον χρόνον οὐ-
θὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοις τε καὶ
οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόν τε ἀκολάστως καὶ
ἀδεῶς χρῶνται, ἐὰνδ' ἄρα τις καταλαμβάνῃ κόπος καὶπυρετὸς
περὶ τὰς τοῦ ἀέρος μεταβολάς [καὶ] θεραπεύειν σφᾶς κελεύουσι
μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς
τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται,
τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.
καὶ τοῦτον τὸν ἔρωτα οὕτως, εἴτε παιδικὸν φήσει τις εἴτε ἀνόητον,
οὐκ ἔξαρνός εἰμι τὸ καὶ συνοικίζειν ἐθέλειν τὴν πόλιν καὶ πλῆθος
ἀνθρώπων εἰς αὐτὴν ὅσον δύναμαι συναγαγεῖν, καὶ οὐ μόνον τῶν
ἐπιχωρίων, ἀλλ', εἰ δυνατὸν ἦν, καὶ ἑτέρας πόλεις συνελθεῖν
ἀναγκάσαντα, ὥσπερ Ἐπαμεινώνδας ποτὲ τὴν Βοιωτίαν εἰς τὰς
Θήβας συνῴκισε καὶ Θησεὺς τὴν Ἀττικὴν εἰς τὰς Ἀθήνας, καὶ
Μυτιληναῖοί ποτε λέγονται τῆς Αἰολίδος κατασχόντες καὶ τῶν περὶ
τὸν Ἑλλήσποντον καὶ Τρῳάδα τόπων τὴν Λέσβον ἅπασαν εἰς
μίαν τὴν αὑτῶν συναγαγεῖν πόλιν. οὐ μὴν ἀλλ' ἐπιστάμενός γε
τὰς διανοίας τῶν ἐνθάδε ἀνθρώπων ἐνίων καὶ τὴν ἐμαυτοῦ δύνα-
μιν καὶ τὰς ἀσχολίας καὶ τὸν χρόνον τῆς ἐπιδημίας, ὅτι μοι
βραχύς ἐστι παντελῶς, οὔτε ἡπτόμην οὐδενὸς μείζονος οὔτε ἤλπιζον,
μόνον δὲ τὴν διάνοιαν οὐκ ἐδυνάμην τὴν ἐμαυτοῦ κατέχειν, ἀλλ'
ὥσπερ οἱ ἐρῶντες ἀεί ποτε περὶ τῶν τοιούτων [τοιαῦτα] διεξίασιν
οἵων καὶ ἐπιθυμοῦσι, κἀγὼ πολλάκις ἐμεμνήμηνὧν καὶ ἐνόμιζον
συμφέρειν γενέσθαι τῇ πόλει κατασκευῆς ἕνεκα καὶ συνοικισμοῦ καὶ
προσόδων καὶ μυρίων ἄλλων. ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτε-
λεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν
τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς
ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται,
φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται
ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΡΩΤΟΝ.
ΕΠΙΔΗΜΙωΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.
150
σιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νού-
σου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι, ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ
δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλι-
κιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇσι φαρ-
μακείῃσι προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν. Ὁκόταν δὲ νουσή-
ματος ἑνὸς ἐπιδημίη καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά
ἐστιν, ἀλλ' ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστι, καὶ δῆλον ὅτι τοῦτο
νοσηρήν τινα ἀπόκρισιν ἔχον ἀνίει. Τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς
παραινέσιας ποιέεσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε· τὰ μὲν διαιτήματα
μὴ μεταβάλλειν, ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου, τὸ δὲ σῶμα
ὁρῇν, ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον, τῶν τε σιτίων
ἀφαιρέοντα καὶ τῶν ποτῶν, οἷσιν εἰώθει χρέεσθαι, κατ' ὀλίγον (ἢν γὰρ
μεταβάλλῃ ταχέως τὴν δίαιταν, κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώ-
τερόν τι γενέσθαι ἐν τῷ σώματι, ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν
οὕτω χρέεσθαι, ὅτε γε φαίνεται μηδὲν ἀδικέοντα τὸν ἄνθρωπον)·
τὸν κλυσμόν· μέτρον δὲ χρὴ ἑκάστου εἶναι, τοῦ μὲν οἴνου κοτύλην,
ἡμικοτύλιον δὲ ἐλαίου, καὶ μέλιτος ἴσον. Ἢν δὲ μὴ κλύζειν βούλῃ,
δίυγρον χρὴ τὸν ἄνθρωπον ποιῆσαι, πυριήσαντα ἐν ὑγρῇ τῇ πυρίῃ·
τάχα γὰρ ἂν καὶ οὕτως ὑποκενωθείη ἡ κόπρος· ὑπὸ γὰρ τῆς ὑπερ-
ξηρασίης τῶν σιτίων ταῦτα πάσχει· ἢν μὲν οὖν τις ἐσθίῃ τὰ σιτία λίην
ἔγχυλα, οὐκ ἂν ἴσως πάσχοι ταῦτα οὕτω σφόδρα· εἰ δὲ καὶ πάσχοι
ποτὲ, ὀλίγης ἂν ἰήσιος δέοιτο. Τοῦτο οὕτως ἰώμενος τάχιστα ἂν
ὑγιέα ποιήσαις.
Ἢν δὲ τύχῃ παλαιότερον ἐὸν τὸ φλέγμα, λευκὸν δὲ καλέεται
τοῦτο τὸ φλέγμα, πάσχει τάδε· βαρύνει τὸν ἄνθρωπον μᾶλλον, καὶ
ἰδέην ἀλλοίην ἔχειν τοῦ ἐπιδημίου δοκεῖται, ὠχρότερός τέ ἐστι, καὶ
οἰδέει οἰδήματι πᾶν τὸ σῶμα, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ τὸ
στόμα ξηρὸν, καὶ δίψα ἐπέχει, καὶ ὁκόταν φάγῃ, τὸ πνεῦμα πυκνὸν
ἐπιπίπτει αὐτῷ· οὗτος τῆς αὐτῆς ἡμέρης ποτὲ μὲν γίνεται ῥᾴων,
ποτὲ δὲ πονέει ἐξαπίνης, καὶ δοκέει ἀποθανέεσθαι. Τούτῳ ἢν μὲν ἡ
γαστὴρ αὐτομάτως ταραχθῇ, ἐγγυτάτω ὑγιὴς ἔσται· ἢν δὲ μὴ τα-
ραχθῇ αὐτομάτη ἡ κοιλίη, καθαίρειν δεῖ διδόντα τοῦ κνεώρου ἢ τοῦ
ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου ἢ τῆς Μαγνησίης λίθου, καὶ μετὰ
τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ἓν ἢ δύο, συνεψέσθω
δὲ ἐν τῇ φακῇ σκόροδα, καὶ τεύτλου λιπαροῦ ἀνηδύντου, ἀλφίτων
περιπάσσοντα, δοῦναι τρυβλίον· πινέτω δὲ οἶνον μέλανα αὐστηρόν
τέσσαρας τρίβων καὶ διεὶς οἴνῳ λευκῷ ἡμικοτυλίῳ, ἤδη δὲ καὶ μέλι
παραχέαι ὀλίγον, εἶτα οὕτω διδόναι πιεῖν· τοῦτο πινέτω δὶς ἢ τρὶς
τῆς ἡμέρης. Προϊούσης δὲ τῆς νούσου λουτροῖσι καὶ πυριήμασι θε-
ραπεύειν· ἐσθιέτω δὲ ἅσσα προσίεται· οἶνον δὲ πινέτω λευκὸν, αὐ-
στηρὸν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω ἃ καὶ τῇ πρόσθεν. Αὕτη ἡ
νοῦσος χρονίη καὶ χαλεπὴ, ἢν μὴ κατ' ἀρχὰς καλῶς μελετηθῇ.
Ἄλλος ἴκτερος· ἐπιδήμιος οὗτος καλέεται, διότι πᾶσαν ὥρην
ἐπιλαμβάνει· γίνεται δὲ ἀπὸ πλησμονῆς μάλιστα καὶ μέθης, καὶ
ἐπειδὰν ῥιγώσῃ. Εὐθέως οὖν τὸ σῶμα ἀλλοιοτροπέει καὶ γίνεται
ὠχρὸν, καὶ οἱ ὀφθαλμοὶ σφόδρα ὠχροὶ, καὶ ὑπὸ τὰς τρίχας καὶ ὑπὸ
τοὺς ὄνυχας ἡ νοῦσος ὑπέρχεται, καὶ ῥῖγος καὶ πυρετὸς βληχρὸς ἔχει,
καὶ ἀσθενέει τὸ σῶμα, καὶ ἐν τῇ κεφαλῇ ὀδύνη ἔχει, καὶ οὐρέει
ὠχρὸν καὶ παχύ. Οὗτος ὁ ἴκτερος ἧσσον θανατώδης τῶν πρόσθεν, καὶ
θεραπεύεται μελετώμενος ἐν τάχει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ,
σχάσαι αὐτοῦ τοὺς ἀγκῶνας καὶ ἀφαιρέειν τοῦ αἵματος, ἔπειτα πυ-
ριήσας πῖσαι ἐλατήριον· κάτω δὲ αὖθις ὑποκαθῆραι τῇ τρίτῃ ὀνείῳ
γάλακτι. Τὰ δὲ ἄλλα ῥοφήματά τε καὶ πόματα καὶ ἐδέσματα τὰ
τάχος· μάστιξον, ἀξιῶ, τὸ πάθος· ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ
πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων. Οὐ πολεμοῦντες πολε-
μούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια· τέ-
τρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει·
οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ' ἀνδρῶν γονίμων βουλεύσασθαι.
Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει. Ἔῤῥωσο.
Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ
χαίρειν.
Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους·
ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα·
ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σω-
μάτων. Ιπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος· τῷ γένει μὲν
οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπ-
ποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώ-
ρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. Οὗτος θείᾳ φύσει κέχρηται,
καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν
ἰητρικήν. Γίνεται μὲν οὖν ὁ θεῖος Ιπποκράτης , ἔνατος μὲν ἀπὸ
Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκο-
στὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς
οἰκίας τῶν Ἡρακλειδῶν· ὥστε κατ' ἀμφότερα τὰ σπέρματα θεῶν
ἀπόγονός ἐστιν ὁ θεῖος Ιπποκράτης , πρὸς μὲν πατρὸς Ἀσκληπιάδης
ὁρμώσης ἐπ' αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ
ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται. Ἀνιῆται δὲ
καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου
ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος. Ὅταν δὲ ἐξαπίνης
ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρη-
μένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς
ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται,
καὶ ἡ γνώμη ἐπινοεῖ τι κακὸν ἐργάζεσθαι· τοῦτο καὶ ἐν τῷ ὕπνῳ
πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται.
Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη,
ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ,
καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ
τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων
πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν. Ἄλλος ἦν ὃν,
ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν
αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.
Ιπποκράτης Δημοκρίτῳ εὖ πράττειν.
Κατήγετο δὲ ἡ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ
ναῦται, ἐξῄει δὲ ὁ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν
Ἀνθίαν· συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν
παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων
παρῆλθε σιωπῶν· ἀλλ' οἱ μὲν ἔλεγον ἐπιδημίαν [ἐκ τῶν]
θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεπιτνοῦντο. Ταχὺ δὲ δι'
ὅλης τῆς πόλεως διεπεφοιτήκει τὸ ὄνομα Ἁβροκόμου καὶ
Ἀνθίας.
Ἐπεύχονται δὲ αὐτοῖς δημοσίᾳ καὶ θυσίας
τε θύουσι πολλὰς καὶ ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν αὐτῶν.
Οἱ δὲ τήν τε πόλιν ἅπασαν ἐξιστόρησαν καὶ ἀνέθεσαν εἰς
τὸ τοῦ Ἡλίου ἱερὸν πανοπλίαν χρυσῆν καὶ ἐπέγραψαν εἰς
ὑπόμνημα ἐπίγραμμα τῶν ἀναθέντων
Οἱ ξεῖνοι [κλεινοὶ] τάδε σοι χρυσήλατα τεύχε' ἔθηκαν,
Ἀνθία Ἁβροκόμης θ', ἱερῆς Ἐφέσοιο πολῖται.
Ταῦτα ἀναθέντες, ὀλίγας ἡμέρας ἐν τῇ νήσῳ μείναν-
τες, ἐπειγόντων τῶν ναυτῶν ἀνήγοντο ἐπισιτισάμενοι·
παρέπεμπε δὲ αὐτοὺς ἅπαν τὸ Ῥοδίων πλῆθος. Καὶ τὰ
ζῷον τοῦτο παμφάγον καὶ ἐπιτιθέμενον πᾶσι· χρῆται δὲ τοῖς κρέασι προσή-
πουσα αὐτά. φεύγουσαι δέ ποτε καὶ λαβόμεναι δένδρων, κάτω τὴν
κεφαλὴν ποιήσασαι, τὰ δὲ ὀπίσθια ἄνω, οὕτως ἀναβαίνουσι.
ζῇ δὲ ἡ ἄρκτος ἔτη τριάκοντα ἢ μικρῷ πλέον ἢ ἔλαττον.
Αἰλιανοῦ. Αἱ ἄρκτοι τῶν θηρατῶν τοὺς εἰς στόμα πεσόντας
καὶ τὸ πνεῦμα εἰς ἑαυτοὺς ὤσαντας ὀσφρησάμεναι ὡς νεκροὺς παραλιμ-
πάνουσι, καὶ δοκεῖ τοῦτο τὸ ζῷον νεκρὸν βδελύττεσθαι.
Ἡ ἄρκτος χειμῶνος μὲν ἀποτίκτει, καὶ φωλεύει τεκοῦσα, καὶ
ὑφορωμένη τοὺς κρυμοὺς τὴν ἐπιδημίαν τοῦ ἦρος μένει, οὐδ' ἂν πρὶν ἢ
πληρωθῆναι τρεῖς μῆνας ἐξάγοι ποτὲ τὰ βρέφη. ὅταν δὲ αἴσθηται ἑαυτῆς
πεπλησμένης, ὑφορωμένη τοῦτο ὡς νόσον, ζητεῖ φωλεόν. ἐντεῦθέν τοι καὶ
κέκληται τῇ ἄρκτῳ φωλεία τὸ πάθος. εἶτα εἰσέρχεται οὐ βαδίζουσα, ἀλλ'
ὑπτία, ἀφανίζουσα τοῖς θηραταῖς τὰ ἴχνη· ἑαυτὴν γὰρ ἐπισύρει κατὰ νώτου.
καὶ παρεισελθοῦσα ἡσυχάζει, καὶ τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ, καὶ δρᾷ τες-
σαράκοντα ἡμέρας αὐτό. καὶ λέγει μὲν Ἀριστοτέλης ὅτι ἄρα δὶς ἑπτὰ
ἡμερῶν ἀκίνητος μένει καὶ ἀτρεμεῖ, τῶν δὲ ἄλλων στρέφεται μόνον. ἄσιτος
δὲ ἄρα διαμένει τῶν τεσσαράκοντα πασῶν καὶ ἄτροφος, ἀπόχρη δὲ αὐτῇ
τὴν δεξιὰν περιλείχεσθαι. ἐκ δὲ τῆς συντήξεως τῆς ἄγαν συνέπτυκται τὸ
ἔντερον αὐτῇ καὶ συνῆλθεν. ὅπερ εἰδυῖα, ὅταν προέλθῃ, τοῦ καλουμένου
ἔδωκε κάλλος.
ἐπεὶ δὲ Ἀονίαν ὅλην ἔλαβε λοιμὸς καὶ
πολλοὶ ἀπέθνῃσκον, θεωροὺς ἀπέστειλαν παρὰ τὸν Ἀπόλ-
λωνα τὸν Γορτύνιον· καὶ αὐτοῖς εἶπεν ὁ θεὸς ἱλάσσασθαι
δύο τοὺς ἐριουνίους θεούς· ἔφη δὲ καταπαύσειν αὐτοὺς τὴν
μῆνιν, εἰ δύο δυσὶν ἑκοῦσαι παρθένοι θύματα γένοιντο.
πρὸς [δὲ] δὴ τὸ μαντεῖον οὐδεμία τῶν ἐν τῇ πόλει παρθέ-
νων ὑπήκουσεν, ἄχρι γυνὴ θῆσσα τὸν χρησμὸν ἐξήνεγκε πρὸς
τὰς θυγατέρας τοῦ Ὠρίωνος. αἱ δ' ὡς ἐπύθοντο παρὰ τὸν
ἱστὸν ἔχουσαι, τὸν ὑπὲρ ἀστῶν θάνατον ἐδέξαντο πρὶν ἢ
τὴν ἐπιδήμιον ἐπιπεσοῦσαν αὐτὰς ἀφανίσαι νόσον· τρὶς δὲ
βοησάμεναι χθονίους δαίμονας, ὅτι αὐτοῖς ἑκοῦσαι θύματα
γίνονται, ἐπάταξαν ἑαυτὰς τῇ κερκίδι παρὰ τὴν κλεῖδα καὶ
ἀνέρρηξαν τὴν σφαγήν.
καὶ αὐταὶ μὲν ἀμφότεραι κατέ-
πεσον ἐς τὴν γῆν· Φερσεφόνη δὲ καὶ Ἅιδης οἰκτείραντες
τὰ μὲν σώματα τῶν παρθένων ἠφάνισαν, ἀντὶ δ' ἐκείνων
ἀστέρας ἀνήνεγκαν ἐκ τῆς γῆς· οἱ δὲ φανέντες ἀνηνέχθησαν
εἰς οὐρανόν, καὶ αὐτοὺς ὠνόμασαν ἄνθρωποι κομήτας.
σφυγμόν.
ΑΡΧΗ ΤΟΥ Φ
Hypsicles Astron., Math., Hypsiclis liber sive elementorum liber xiv qui fertur
Section Pr, l. 4
Αρεταίος ιατρός. De causis et signis acutorum morborum (lib. 1) Book 1, ch. 6, sec.
3, l. 3
σπᾶται δὲ καὶ ἐπὶ ἀμβλώσει ἡ γυνή, ἀτὰρ καὶ ἥδε οὐ μάλα περιγίγνε-
ται. καί τευ πατάξαντος μεγάλως τὸν αὐχένα μετεξέτεροι σπῶνται.
καὶ ψῦξις δὲ κάρτα ἰσχυρὴ γίγνεται αἰτίη. διὰ τόδε χεῖμα μὲν μάλιστα
πάντων τίκτει τάδε τὰ πάθεα, δεύτερον δὲ ἦρ σὺν τῷ μετοπώρῳ,
θέρος δὲ ἥκιστα, εἰ μὴ κατάρχει τρῶμα ἢ νούσων ἀλλοδαπῶν ἐπιδημίη.
γυναῖκες δὲ ἀνδρῶν σπῶνται μὲν μᾶλλον, ὅτι ψυχραί· ἀτὰρ αἵδε περι-
γίγνονται μᾶλλον, ὅτι ὑγραί. ἡλικίαι δέ, παῖδες μὲν ξυνεχέες, ἀλλ' οὐ
μάλα θνῄσκουσι, ὅτι ξύνηθες καὶ οἰκεῖον πάθος· νέοι δὲ τουτέων ἧσσον
πάσχουσι, μᾶλλον δὲ θνῄσκουσι· ἀκμάζοντες ἥκιστα· γέροντες δὲ πάν-
των μᾶλλον καὶ πάσχουσι καὶ θνῄσκουσι· αἰτίη γὰρ ψῦξις καὶ ξηρότης
γήραος, καὶ θανάτου ἡ φύσις. ἢν δὲ ἡ ψῦξις ἔῃ σὺν ὑγρῷ, ἀσινέστεροι
[τε] καὶ ἀσφαλέστεροι ἐς κίνδυνον οἱ σπασμοί. ξύνεστι μὲν αὐτέοισι
ἁθρόον μὲν ἅπασι εἰρῆσθαι πόνος καὶ ἔντασις τενόντων τῶν ῥάχιος
καὶ μυῶν τῶν ἐν γνάθοισι καὶ θώρηκι· ἐρείδουσι γὰρ τὴν κάτω γένυν
πρὸς τὴν ἄνω, ὡς μηδὲ μοχλοῖσι ἢ σφηνὶ διὰ ῥηϊδίως στῆσαι δύνασθαι.
Ορειβάσιος ιατρός. Collectiones medicae (lib. 1-16, 24-25, 43-50) Book 44, ch. 14,
sec. 4, l. 3
Περὶ τερμίνθου.
Περὶ τερμίνθου.
165
νων, ἀρρενώτεροι δ' [τῶν] ἀντὶ θηλυτέρων, καὶ φωνῇ καὶ τῷ σύμ-
παντι ὄγκῳ. ἀλλ' ὅτι μὲν οὐ παντάπασι κωλυτέοι μίσγεσθαι, ἔκ τε
τούτων καὶ ἐξ ἄλλων ἄν τις ῥᾳδίως δεικνύοι· καί μοι δὴ τῷ μὲν καθ-
εστηκυῖαν πεπορισμένῳ δίαιτανδίαιται εἰρήσονταί ποτε ὕστερον·
ὅσοι δὲ τὰ προστυχόντα διαπραττόμενοι ὑγιαίνουσι, τούτοις ἐξαρκεῖ
πεφυλάχθαι πλησμονὴν καὶ ἔνδειαν, καὶ μᾶλλον οἴνου πλησμονὴν ἢ
σίτου ἔνδειαν ἐπί τε ἐμέτοις καὶ ταῖς κάτω φαρμακείαις, καὶ εἰ δή
ποτε αὐτόματα τύχοι ῥυέντα. πεφυλάχθαι δὲ καὶ κόπον καὶ ἀπεψίας,
καὶ ὅ τι ἄλλο εἰς ὑγίειαν ἀνθρώπῳ εἴη ὕποπτον, καὶ τῶν ὡρῶν τοῦ
ἐνιαυτοῦ τὸ φθινόπωρον μάλιστα, καὶ ἤν τις ἄλλη ὥρα φέρῃ ἐπι-
δήμια. ἡλικία δέ, ἡ μὲν τῶν ἀφηλικεστέρων οὔτε αὐτὴ πρόθυμός ἐστι
καὶ ἐσχάτως ἄχθεται, ἡ δὲ τῶν ἡβώντων τῇ ἄγαν ὁρμῇ σφαλερω-
τέρα, καὶ πολλοὶ ἤδη ἐξ ἀφροδισίων ἀνήκεστα ἔπαθον ἄχρι παν-
τὸς ἐνθυμούμενοι σταθμᾶσθαι τοὺς καιρούς. καὶ εἰ μέν τις πρὸ σί-
του καὶ λουτροῦ ἀφροδισιάσῃ, εὐαπάλλακτον μὲν καὶ ἀταλαίπω-
ρον, ἀσθενὲς δέ, εἴπερ τι καὶ ἄλλο, ὥστε εἰ θέλει μετὰ τοῦτο ἕτε-
ρον πόνον προσθέσθαι, ὁποῖα πρὸ τῶν λουτρῶν εἰθίσμεθα καὶ δια-
παλαίοντες καὶ τρέχοντες καὶ ἄλλως σφᾶς αὐτοὺς ἐκπονοῦντες, ἀρρω-
στότατον εἴη ἂν τῷ μιγέντι· ἀλλ' ἐξαρκεῖ τρῖψις τε ὀλίγη καὶ τὸ
λουτρὸν παρηγορήσασθαι τὸν ἐπὶ τῇ μίξει πόνον. καιρὸς δὲ πλείω καὶ
ἀλυπότερον φαγόντα, ὅσα καὶ τροφὴ τῷ σώματι ἱκανὴ καὶ ἰσχύς ἐστι,
Ορειβάσιος ιατρός. Libri ad Eunapium (lib. 1-4) Book 1, ch. 13, sec. 4, l. 1
Περὶ ἀφροδισίων.
Τὰ δ' ἀφροδίσια βλαβερὰ μὲν στήθει καὶ πνεύμονι καὶ κεφαλῇ
καὶ νεύροις, τρέπει δὲ τὴν γνώμην ἐπὶ τὸ ἥμερον, ὡς μελαγχολίας
καὶ μανίας καθιστᾶν καὶ τῶν ἐρώντων τὴν προθυμίαν ἐλαττοῦν, κἂν
ἑταίρᾳ μιγῶσιν. τοῖς δὲ χρωμένοις μίξεσι φυλάττεσθαι προσήκει πλη-
σμονὰς καὶ μᾶλλον τὰς ἀπὸ τοῦ οἴνου καὶ ἔνδειαν τὴν ἐπί τε ἐμέτοις
166
καὶ ταῖς κάτω καθάρσεσι γινομένην, καὶ εἴ τινι γαστὴρ αὐτομάτως ῥυῇ·
φυλάττεσθαι δὲ καὶ ἀπεψίας καὶ κόπους, καὶ εἴ τι ἄλλο πρὸς μέλλου-
σαν νόσον ὕποπτον. ἥκιστα δὲ καὶ ἐν φθινοπώρῳ μίγνυσθαι καὶ ἐν
ἄλλῃ τινὶ ὥρᾳ νοσήματα ἐπιδήμια φερούσῃ. καιρὸς δ' ἐπιτήδειος μίξεως
ὁ μετὰ τροφὴν πρὸ τῶν ὕπνων· καθυπνοῦντι γὰρ εὐθὺς καθίσταται
ὁ κόπος· οὗτος δὲ καιρὸς καὶ εἰς παιδοποιίαν διά τε τὰ ἄλλα καὶ
ὅτι ἡ γυνὴ κατακοιμηθεῖσα μᾶλλον κατέχει τὴν γονήν. ἐπεὶ δ' ἐξ
ἀφροδισίων ἀραιότερόν τε καὶ ψυχρότερον καὶ ξηρότερον καὶ ἀσθενέ-
στερον γίνεται τὸ σῶμα, τὰ πυκνοῦντα δηλονότι καὶ θερμαίνοντα καὶ
ὑγραίνοντα καὶ ῥωννύντα δεῖ προσάγεσθαι. τινὲς δὲ σπέρμα πολὺ θερ-
μὸν ἀθροίζοντες, εἶτ' ἐπιγενόμενοι πρὸς ἀφροδίσια καὶ ἀποκρίναντες
αὐτό, τό τε σῶμα ἀσθενὲς ἔχουσι καὶ τὸν στόμαχον ἔκλυτον καὶ λεπτύ-
νονταί τε καὶ ὑγραίνονται καὶ ξηραίνονται καὶ κοιλοφθαλμιῶσιν· ἀπο-
σχόμενοι δ' αὖθις διὰ ταῦτα ἀφροδισίων κεφαλήν τε βαροῦνται καὶ
Περὶ ἐπιληψίας.
Ἐπιληψία ἐστὶν, ὡς εἴρηται ἐν τῷ τρίτῳ τῆς δια-
γνωστικῆς, ὅταν πεσών τις ἐξαίφνης σπᾶται καὶ ἀφρίζῃ
ὅπερ λέγουσιν οἱ ἰδιῶται δαίμονα καὶ σεληνιασμόν· γί-
νεται δὲ πάλιν ἐπὶ ἐμφράξει τῶν κοιλιῶν τοῦ ἐγκεφάλου
καὶ συμβαίνει παιδίοις μᾶλλον, καί ἐστιν ἀνίατον εἰ
μή που ἡλικία προκόπτουσα θεραπεύει τὸ πάθος, ὥς φη-
σιν Ιπποκράτης ἐν ἀρχῇ τῆς ἕκτης ἐπιδημίας· χρη-
στέον δὲ θερμῇ διαίτῃ.
οὖν ἀπὸ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν καὶ τῶν
συνεισβαλλόντων διέγνωμεν τὸν τριταῖον· ἔτι δὲ ἀπὸ τῶν
προηγησαμένων τὸν βίον, εἰ φροστιστικὸς ἢ ἀγρυπνητικὸς
ἢ ἀσιτίαις εἰωθὼς χρῆσθαι ἢ γυμνασίοις πλείοσι. ταῦτα
γὰρ πάντα πρὸς τὴν τοῦ ξανθοχολικοῦ χυμοῦ γένεσιν
συμφύτως ἔχει, ὃς τὸν προκείμενον εἰς ἐπίσκεψιν ἀνά-
πτει πυρετόν. ἐπὶ δὲ τούτοις ἅπασι δεῖ καί τινα στοχα-
στικὴν προστιθέναι διάγνωσιν, αὐτὴν μὲν καθ' ἑαυτὴν οὐκ
ἀρκοῦσαν τὸ ἀκριβὲς παραδοῦναι, συνεισφέρουσα μέντοι
τοῖς εἰρημένοις σημείοις. δεῖ γὰρ προσέχειν, εἰ κατ' ἐκεῖνον
τὸν καιρὸν ἐγένετο τριταϊκῶν νοσημάτων ἐπιδημία. ὥσπερ
γὰρ ἐν ταῖς τοῦ ἐνιαυτοῦ ὥραις ἄλλοτε ἄλλοι τῶν καρ-
167
ἐκεῖσε θεραπείας διδάσκει. καὶ μετὰ τὴν σημείωσιν δεῖ τὰς θε-
ραπείας ἀναγινώσκειν, καὶ ἐν τῇ θεραπείᾳ τὰ ὁμοιομερῆ ἀναγι-
νώσκεινπρότερον τῶν ὀργανικῶν. διὸ δεῖ πρότερον τὸΠερὶ
διαίτης ὀξέων ἀναγινώσκειν, ἐπειδὴ ἐκεῖσε τὰ ὁμοιομερῆ θερα-
πεύει, καὶ εἶθ' οὕτως ἐπὶ τὰ ὀργανικὰ δεῖ ἔρχεσθαι. διὸ δεῖ
τὸΠερὶ ἄρθρων καὶ ἀγμῶν ἀναγινώσκειν. τῶν δὲ κοινῶν τὰ μὲν
ἔνδημά ἐστιν, τὰ δὲ ἐπίδημα. καὶ δεῖ πρῶτον τὰ ἔνδημα ἀναγι-
νώσκειν. καὶ ἔνδημα μέν ἐστι τὰ ἐνυπάρχοντα, ἐπίδημα δὲ τὰ
μὴ ὑπάρχοντα. διὸ δεῖ τὸΠερὶ τόπων, ἀέρων, ὑδάτων ἀναγινώς-
κειν, ἅπερ ἐστὶν ἔνδημα, καὶ εἶθ' οὕτως τὰ ἐπίδημα, τουτέστι
τὰς Ἐπιδημίας. καὶ τέλος πάντων δεῖ τὰΓυναικεῖα ἀναγινώς-
κειν, διὰ τὸ περὶ γυναικείων παθῶν καὶ μόνον διαλέγεσθαι, ἄλ-
λως τε δὲ ὅτι καὶ περὶ ἑνὸς μορίου πεπονθότος διαλέγεται,
ἤγουν περὶ πεπονθυίας μήτρας.
Ἡ δὲ εἰς τὰ μόρια διαίρεσις· εἰς τρία τμήματα διαιρεῖται
κατὰ τὸν Γαληνόν· κατὰ δὲ τὸν Ἱπποκράτην οὐκ ἔστι τμῆμα,
ἀλλ' ὅσα θεωρήματα τοσαῦτα καὶ τμήματα.
Ἀνάγεται δὲ τὸ παρὸν σύγγραμμα ὑπὸ τὸ θεωρητικόν, καὶ τὸ
θεωρητικὸν ὑπὸ τὸ σημειωτικόν.
Τρόπῳ δὲ διδασκαλικῷ οὐ κέχρηται ὁ Ιπποκράτης ᾧτινι ὁ
Γαληνὸς συνθετικῷ λόγῳ καὶ ἀναλυτικῷ ἐξ ὅρου διαλύσεως καὶ
ΣΧΟΛΙΑ
ΠΑΛΛΑΔΙΟΥ ΣΟΦΙΣΤΟΥ.
Ἄρτι ταῖς μεθόδοις τὰ ὀξέα τῶν νοσημάτων ἐκκόψαν-
τες, καὶ τὰ τῇ φύσει πολέμια τῇ θεραπείᾳ σχολάσαντες,
νῦν ἐρχόμεθα ἐπὶ ἑτέραν μὲν πραγματείαν. ἐπειδὴ γὰρ
ὀξέων νοσημάτων ἐγένετο θεραπεία, ἴσως τις εἶχεν εἰπεῖν,
ὅτι ἄχρηστός μοί ἐστιν ἡ θεραπεία, μὴ προηγησαμένης
διαγνώσεως. διὸ τοίνυν ἐνταῦθα διάγνωσιν παραδίδωσι
νοσημάτων, καίτοι οὐ πάντων.
Vol. 2, p. 3, l. 22
καὶ τὰ τμήματα.
Ἡ δὲ τάξις τῆς ἀναγνώσεως σαφής. δεῖ γὰρ ἀεὶ τὰ
κατὰ φύσιν τῶν παρὰ φύσιν προηγεῖσθαι. ἐντεῦθεν προ-
ταττέσθω τὸ περὶ ἀνθρώπου φύσεως καὶ παιδίου φύσεως.
τὰ δὲ παρὰ φύσιν χρὴ προηγεῖσθαι τῶν σποραδικῶν, ἃ
ἔχουσιν οἱ ἀφορισμοί. λοιπὸν τὰ ἔνδημα, ἃ ἐν τῷ περὶ
ἀέρων, τόπων, ὑδάτων. ὕστερον δὲ τὰς ἐπιδημίας. ἄλλως
τε δὲ τῶν νοσημάτων τὰ μὲν ὡς ἐπιτοπολὺ, τὰ δὲ
σπανίως, τὰ δὲ σπανιαίτατα συμβαίνει. τοῖς μὲν οὖν ὡς
ἐπιτοπολὺ ἀποδίδοται τῷ προγνωστικῷ, τοῖς δὲ σπανίοις
τῷ περὶ ἀέρων, τόπων, ὑδάτων, τοῖς δὲ σπανιαιτάτοις
τῇ ἐπιδημίᾳ.
Ἀνάγεται δὲ τοῦτο τὸ σύγγραμμα ὑπὸ τὸ θεωρητικόν·
θεραπεία γὰρ οὐ δίδοται, ἵνα καὶ ὑπὸ τὸ προκαταρκτι-
κὸν ἀνάγεται. ἐν δὲ τῇ διδασκαλίᾳ ζητοῦμεν τὰ αἴτια
τῶν νοσημάτων, ἔνθεν ὑπὸ τὸ αἰτιολογικόν. διδάσκει δὲ
καὶ διαγνώσεις τῶν παθῶν·
{ΘΕΟΦ.} Ἁρμόδιος οὗτος ὁ ἀφορισμὸς ἐπὶ ὑγιαινόν-
των. οὐ δεῖ γὰρ γυμνάζειν καὶ κινεῖν τοὺς λιμώτ-
τοντας διὰ τὸ μὴ ἐπιτείνεσθαι τῷ λόγῳ τῶν γυμνασίων
τὴν ξηρότητα ἢ διὰ τὸ μὴ καταβληθῆναι μᾶλλον τὰς δυ-
νάμεις ἐπὶ τῇ τοιαύτῃ κινήσει. εἰ δέ τις εἴποι, ὅτι καὶ
τί χρείαν ἔχει ὁ Ιπποκράτης τῶν ὑγιαινόντων μεμνῆ-
σθαι, λέγομεν ὅτι οὐ μόνον τὴν νόσον ἀνελεῖν πραγμα-
τεύεται, ἀλλὰ καὶ τὴν οὖσαν ὑγείαν φυλάξαι προτίθε-
ται. ἰστέον δὲ ὅτι ὁ λιμὸς διττός· λιμὸς ἡ ἔνδεια τοῦ
σίτου, οὗ Ιπποκράτης ἐν ἐπιδημίαις μέμνηται λέγων, ἐν
Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγένοντο
ἡ στέρησις οὖν τοῦ χρησίμου τουτέστι τοῦ σίτου λιμὸς
λέγεται. προσαγορεύεται δὲ λιμὸς καὶ ἡ ἀσιτία, ἧς καὶ
ἐνταῦθα μέμνηται. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ νοσούντων οὗ-
τος ὁ ἀφορισμὸς δύναται εἰρῆσθαι.
{ΔΑΜ.} Ὅπου ἔνδεια σιτίων κατὰ προαίρεσιν ἢ κατὰ
πρόσταγμα, οὐ δεῖ κοπιᾷν.
{ΘΕΟΦ.} Διαιτητικὸς ὑπάρχει ὁ παρὼν ἀφορισμὸς καὶ ἡ δυ-
τάτην φράσιν τε καὶ ἐπαγγελίαν περιέχει. ἔστι δὲ αὐ-
τοῦ ἡ σύνταξις οὕτως. τὸ ὀλίγον κακὸν, κἂν πόμα ᾖ κἂν
σιτίον, ἡδύτερον δὲ τῷ κάμνοντι τῶν βελτιόνων μὲν ἤτοι
εὐπέπτων, ἀηδεστέρων δὲ ὁμοίως τῷ κάμνοντι, τοῦτο
μᾶλλον αἱρετέον. καὶ ἡ αἰτία οὐ διὰ τὸ κεχαρισμένον μό-
νον τῷ κάμνοντι, καθὼς ἐν ταῖς ἐπιδημίαις εἴρηται, ὅτι
χάριτες καμνόντων πρέπουσαι τῇ τέχνῃ· δεῖ γὰρ χα-
ρίζεσθαι τοῖς κάμνουσιν, ἐν οἷς μὴ ἀκολουθεῖ μεγάλη
βλάβη, ἀλλὰ καὶ ὡς ὠφελιμώτατον αὐτῷ γενησόμενον. ὃ
γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τοῦτο ἡ
γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον, ἀποχωρεῖν δὲ ἀπὸ τῶν
ἀηδῶν, ὡς ναυτίας καὶ τὰ λοιπὰ κακὰ ἐπαγγελλόντων.
{ΔΑΜ.} Τὸ πόμα καὶ τὸ σιτίον, τὸ ἥδιον μὲν ὂν τῷ
νοσοῦντι, βλαβερὸν δ' ἐπ' ὀλίγον, μᾶλλον αἱρετὸν τῶν
βελτιόνων μὲν καὶ ὠφελιμωτέρων ὄντων, ἀηδεστέρων δὲ
δοκούντων τῷ κάμνοντι.
τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας, τό τε πλῆθος τῶν κατ'
Αἴγυπτον πόλεων καὶ τὰς ἀναριθμήτους τῶν οἰκητόρων μυριάδας καὶ
τὴν ὀχυρότητα τῆς Αἰγύπτου καὶ τὴν ὅλην τῆς χώρας ὑπεροχήν, ὡς εὖ
διάκειται πρὸς ἡγεμονίας ἀσφάλειάν τε καὶ μέγεθος. καὶ θαυμάσαντες
τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα,
διέλαβον μεγίστην ἡγεμονίαν δύνασθαι συσταθῆναι, τυχούσης τῆς βασι-
λείας ταύτης ἀξίων τῶν ἡγεμόνων. οἱ μὲν οὖν πρεσβευταὶ κατασκεψά-
μενοι τὰ κατὰ τὴν Αἴγυπτον, ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίας τὴν
ἀναγωγὴν ἐποιήσαντο. καθόλου δὲ καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης
ἐπῆλθον, καὶ παρὰ πᾶσι σώφρονα καὶ θαυμαστὴν ποιησάμενοι τὴν ἐπι-
δημίαν μεγάλης ἀποδοχῆς ἔτυχον, καὶ [τὰ πλεῖστα μέρη τῆς οἰκουμένης
ἐπεληλυθότες] μετ' εὐφημίας ὑπὸ πάντων συμφωνουμένης ἐπανῆλθον.
τῶν γὰρ ἐχόντων τὰς ἀμφισβητήσεις οὓς μὲν διηλλάχεσαν ἀλλήλοις, οὓς
177
ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν ὡς προεῖπον
δηλῶσαι μὴ ὀκνήσῃς. οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ
πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύ-
ξεται, μαθὼν ὅτι μετ' ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν
καὶ ἐκκλησίας κανόνα οὐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν·
πλάνος γὰρ ὁμιλία τῶν ἀκουόντων ὄχλων ἀναιρεῖ τὰς ψυχάς.
Ὅθεν ἐγώ, κύριέ μου Ἰάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ
ὤκνησα, ὡς ἐκελεύσθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη σοι
προγραφέντων καὶ ὑπ' αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων
ποιῆσαι ὥσπερ σημείου χάριν καὶ οὕτως διαπέμψαι σοι ἐπιγράψαντα·
Κλήμεντος τῶν Πέτρου ἐπιδημίων κηρυγμάτων ἐπιτομή. πλὴν τοῦ ἐκτιθέ-
ναι ὡς ἐκελεύσθην ἄρξομαι.
Ἐγὼ Κλήμης, Ῥωμαίων πολίτης ὤν, καὶ τὴν πρώτην ἡλικίαν σω-
φρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου ἐκ παιδὸς ἀπασχολούσης τὴν
ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμός
(οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών) περὶ θανάτου, πυκνὰς ποιούμενος ὑπο-
μνήσεις ὅτι ἄρα θανὼν οὐκ εἰμὶ καὶ οὐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ
ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος –
Ἐγὼ Κλήμης, Ῥωμαίων πολίτης ὤν, καὶ τὴν πρώτην ἡλικίαν σω-
180
μην, ἀλλ' ἐμήνυον τάς τε τοῦ Σίμωνος διαβολὰς καὶ τὰς τερατώδεις φαντασίας
ὑπ' αὐτοῦ γεγενημένας καὶ ὅσας ἔπεμψεν νόσους μετὰ τὴν ἐκ τῆς βουθυσίας
ἑστίασιν καὶ ὅτι ἐκ τῶν νοσούντων οἱ μὲν αὐτόθι κατέμειναν ἐν τῇ Τύρῳ, οἱ
δὲ τῷ Σίμωνι ἅμα τῷ ἐμὲ ἐλθεῖν συνεξεληλύθεισαν εἰς τὴν Σιδῶνα, ὡς
ὑπ' αὐτοῦ θεραπευθησόμενοι, καὶ ὅτι ἐμάνθανον μηδένα αὐτῶν ἰάσεως
ὑπ' αὐτοῦ τετυχηκέναι, καὶ τὴν πρὸς Ἀππίωνά μοι γεγενημένην διάλεξιν τῷ
Πέτρῳ διηγησάμην. ὁ δὲ στοργῆς καὶ προτροπῆς χάριν ἐπαινέσας με καὶ
εὐλογήσας, ἁλῶν μεταλαβών, διὰ τοὺς καμάτους τῆς ὁδοιπορίας τῇ
ἀναγκαιοτάτῃ ἡσυχίᾳ τοῦ ὕπνου ἑαυτὸν ἐπέτρεπεν.
[ΟΜΙΛΙΑ Ζ.]
181
λεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος παρε-
κάλει πάντας, καὶ εὐλογήσαμεν ἅπαντες τὸν θεόν. ὑπεισέδραμεν δέ τις λέγων
πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως πρὸς
Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας Σίμων ἐξῆλθεν τοῦ ὑποδέξασθαι αὐτούς.
ὁ δὲ πατὴρ ἀκούσας καὶ χαρεὶς ἔφη τῷ Πέτρῳ· εἴ μοι ἐπιτρέπεις, πορεύσο-
μαι κἀγὼ προσαγορεύσων Ἀππίωνα καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας
φίλους μοι γεγενημένους. τυχὸν γὰρ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι
περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πλη-
ροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει
τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ
εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ
ἔφη· ἀληθῶς συνορῶ τοῦτο οὕτως ἔχον.
Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν
Ἀππίωνα καὶ Ἀννουβίωνα προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων
ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν, καὶ
φάσκοντας καθότι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν καὶ τὰ κατὰ τὸν Σίμωνα
μαθὼν εἰς ἐπιζήτησιν αὐτοῦ ἔπεμψεν, ὅπως καὶ αὐτὸν ὡς καὶ τοὺς πρὸ αὐτοῦ
μάγους κολάσῃ, πρὸς Ἀππίωνα καὶ Ἀννουβίωνα ἔφη· Φαύστου πρὸς ἡμᾶς
ἐλθόντος ἁλῶν αὐτὸν συμμετασχεῖν ἡμῖν ποιήσατε· ἐγὼ δὲ μύρον τι σκευάσω,
ἵνα δειπνήσας καὶ ἀναλαβὼν, τὸ ἴδιον χρίσας πρόσωπον τὴν ἐμὴν πᾶσιν
ἔχειν δόξῃ μορφήν.
εἶπεν· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται. καὶ κατὰ τὴν πίστιν σου
γενηθήτω σοι ὡς θέλεις. πολλὰ δὲ καὶ ἕτερα ἀπὸ τῶν θείων γραφῶν τοῦτον
κατήχησεν. ἑσπέρας δὲ γενομένης μεταλαβόντες τροφῆς ὑπνώσαμεν αἰνοῦντες
καὶ εὐλογοῦντες τὸν θεόν.
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἀναστὰς ὁ Πέτρος ὀρθριώτερον καὶ
προσευξάμενος μετεκαλέσατο τὸν πατέρα ἡμῶν ἅμα καὶ ἡμᾶς λέγων· σήμε-
ρον, ὦ ἀδελφοὶ, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀνα-
γεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ
182
ἀνατολὰς τῆς πόλεως, ἔνθα ὑπάρχουσιν ὕδατα καθαρά· καὶ μόνον τὸν
πατέρα ἡμῶν λαβὼν ἰδίᾳ κατηχήσας τε πολλὰ καὶ διδάξας αὐτὸν τὰ περὶ
θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς
τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ λαβὼν
ἄρτον, εὐχαριστήσας καὶ εὐλογήσας μετέδωκεν αὐτῷ τῶν ἁγίων καὶ ἀχράν-
των καὶ ζωοποιῶν μυστηρίων. καὶ ἦμεν ὁμοῦ οὖν οἱ πάντες ἀγαλλιώμενοι
ἐν κυρίῳ ἡμέρας καὶ νυκτὸς ἐπὶ τῇ τοῦ πατρὸς ἡμῶν διὰ τοῦ ἁγίου βαπτίς-
ματος ἀναγεννήσει, ἔτι τε καὶ τὸν θεῖον λόγον παρὰ Πέτρου ἀκροώμενοι. καὶ
ποιήσαντες ἐπὶ τὸ αὐτὸ χρόνον τινὰ πᾶσι κατάδηλα γέγονε τὰ καθ' ἡμᾶς
καὶ ἐν τοῖς ἁπάντων ἦμεν στόμασιν διαπαντός· καὶ ἐθαύμαζον πάντες ἐπὶ
πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ
ἀναγνωρισμῷ ἡμῶν [ἐμεγάλυνον] τῶν μακρῷ χρόνῳ ἀπ' ἀλλήλων χωρισθέν-
των καὶ τεθνάναι νομισθέντων.
ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶ-
σαι μὴ ὀκνήσῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα, ὅτι ὃ πάντως ἔδει με
παθεῖν εὐσεβῶς ἀπεδόμην· μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι
μετ' ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα
οὐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνος γὰρ ὁμιλία τῶν
ἀκουόντων ὄχλων ἀναιρεῖ τὰς ψυχάς.
Ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχό-
μενος οὐκ ὤκνησα, ὡς ἐκελεύθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη
σοι προγραφέντων καὶ ὑπ' αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων
ποιῆσαι, ὥσπερ σημείου χάριν, καὶ οὕτως διαπέμψαι σοι ἐπιγράψας Κλή-
μεντος τῶν Πέτρου ἐπιδημιῶν κηρυγμάτων ἐπιτομή.
Ἀλλ' αὕτη μὲν ἡ πλήρης οὐρανίου καὶ πνευματικῆς σοφίας
διήγησις τῶν τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν, διδαγμάτων
ἐπιτομὴν περιέχουσα, τοῦ παναοιδίμου τὸν βίον Κλήμεντος ὡς ἐν πίνακι δια-
ζωγραφοῦσα τῷ λόγῳ πᾶσιν προτίθησιν, τό τε ἄπλαστον ἦθος αὐτοῦ καὶ
τὸ τῆς γνώμης ἀκέραιον καὶ τὸν πρὸς πάντας συμπαθῆ τρόπον τοῦ ἀληθῶς
ἀγαθοῦ ποιμένος ἐπισημαίνεται. δείκνυσιν δὲ τὸν διάπυρον πρὸς θεὸν ἔρωτα
καὶ τὸν ζῆλον τῆς εὐσεβείας τὸ διὰ μαρτυρίου τέλος.
Τρίτος γὰρ ἀπὸ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων
τῆς Ῥωμαίων ἐκκλησίας ἀριθμούμενος πρόεδρος, τὴν τοῦ διδασκάλου ἐπιστή-
μην ἀκριβωσάμενος, καὶ τοῖς αὐτοῦ ἴχνεσιν ἀπαρατρέπτως ἑπόμενος,
αἰτίαν συνέβη. ἀλλότριον γὰρ τὸ ἁμάρτημα καθώς μοι ἐδηλώθη κατ' ὄναρ, ἵνα
σὺ ἀνέγκλητος ἔσῃ. εἰς πάντα γὰρ δυνάμεθα οἱ βασιλεῖς, πρὸς δὲ τοὺς θεοὺς οὐ
δυνάμεθα. οὔτε γάρ τινος τοῦ δήμου ἠράσθης ἀλλ' οὔτε τινὸς τῶν εὐπρεπεστάτων
χαρακτήρων.” καὶ ταῦτα εἰπὼν Φίλιππος εὔθυμον τὴν Ὀλυμπιάδα κατέστησεν.
ἡ δὲ Ὀλυμπιὰς ηὐχαρίστει τῷ προμηνύσαντι προφήτῃ τὰ γενόμενα τῷ Φιλίππῳ.
184
αὐτὸν κάτω. πεσὼν δὲ Νεκτεναβὼ λαμβάνει φοβερῶς κατὰ τῶν ἰνίων αὐτοῦ καὶ
εἶπεν· “οἴμοι, τέκνον Ἀλέξανδρε, τί σοι ἔδοξε τοῦτο ποιῆσαι;” ὁ δὲ Ἀλέξανδρος
εἶπεν· “σεαυτὸν μέμφου, μαθηματικέ.” ὁ δὲ ἔφη· “διὰ τί, τέκνον;” ὁ δὲ Ἀλέξαν-
δρός φησιν· “ὅτι τὰ ἐπὶ γῆς μὴ ἐπιστάμενος τὰ ἐν οὐρανῷ ἐκζητεῖς.” καὶ λέγει
αὐτῷ Νεκτεναβώ· “φοβερῶς εἴληφα, τέκνον, τὸ τραῦμα. ἀλλ' οὐκ ἔστιν οὐδένα
θνητὸν κατανικῆσαι τὴν εἱμαρμένην.” ὁ δὲ Ἀλέξανδρος εἶπεν· “διὰ τί;” λέγει
αὐτῷ Νεκτεναβώ· “ὅτε ἐμοιρολόγησα ἑαυτόν, ἔγνων ὅτι ὑπὸ τοῦ ἰδίου τέκνου
ἀναιρεθῆναί με δεῖ. καὶ οὐκ ἐξέφυγον τὴν μοῖραν, ἀλλ' ὑπὸ σοῦ ἀνῃρέθην.” ὁ
δὲ Ἀλέξανδρος ἔφη· “ἐγὼ οὖν υἱὸς σοῦ εἰμι;” τότε διηγήσατο αὐτῷ ὁ Νεκτε-
ναβὼ τὴν ἐν Αἰγύπτῳ βασιλείαν αὐτοῦ καὶ τὴν ἀπ' Αἰγύπτου φυγὴν αὐτοῦ
[καὶ τὴν εἰς Πέλλην αὐτοῦ ἐπιδημίαν] καὶ τὴν πρὸς Ὀλυμπιάδα εἴσοδον αὐτοῦ
καὶ τὴν σκέψιν αὐτῆς καὶ τὸ πῶς εἰσῆλθε πρὸς αὐτὴν ὡς θεὸς Ἄμμων καὶ τὸ
πῶς συνεμίγη αὐτῇ. λέγων δὲ ταῦτα ἐξέπνευσε τὸ πνεῦμα. ὁ δὲ Ἀλέξανδρος
ἀκούσας ταῦτα παρ' αὐτοῦ καὶ πεισθεὶς ὑπ' αὐτοῦ τὸν ἴδιον πατέρα τελευτή-
σαντα κατενύγη. καὶ φοβηθεὶς οὐκ εἴασεν αὐτὸν ἐν τῷ βόθρῳ, μήπως θηριόβρω-
τος γένηται. νὺξ γὰρ ἦν καὶ ἔρημος ὁ τόπος. καὶ στοργὴν λαβὼν πρὸς τὸν σπεί-
ραντα διεζώσατο καὶ ἐπιτίθεται αὐτὸν ἐπὶ τῶν ὤμων αὐτοῦ γενναίως καὶ ἀπάγει
πρὸς Ὀλυμπιάδα τὴν μητέρα αὐτοῦ. καὶ θεασαμένη ἡ Ὀλυμπιὰς εἶπε πρὸς
Ἀλέξανδρον· “τί τοῦτο, τέκνον;” ὁ δὲ εἶπεν· “νέος Αἰνείας τὸν Ἀγχίσην βα-
στάζω.” καὶ διηγήσατο αὐτῇ πάντα λεπτομερῶς ἃ ἤκουσε παρὰ τοῦ Νεκτεναβῶ.
ἡ δὲ θαυμάσασα κατέγνω ἑαυτῆς ὡς πλανηθεῖσα ὑπ' αὐτοῦ καὶ μαγικαῖς κακο
καὶ διὰ μεθόδου ἐπάγον ἐπὶ τὴν τῶν κατὰ μέρος γνῶσιν, τούτου δὲ
αὖ μέρη τὸ μὲν σημειωτικόν, τὸ δὲ αἰτιολογικόν, πρακτικὸν δὲ τὸ διὰ
τῆς ἐνεργείας αὐτῆς βαδίζον, τούτου δὲ μέρη τὸ μὲν διαιτητικόν, τὸ
δὲ χειρουργικόν, τὸ δὲ φαρμακευτικόν. πῶς οὖν ἑκάστῳ τούτων
Ὅμηρος ἐπιβέβληκεν; ὅτι μὲν γὰρ θεωρητικόν τι εἶναι ἐπίσταται, ἐν
τούτῳ αἰνίσσεται·
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα·
’μητιόεντα’ γὰρ λέγειτὰ κατὰ τέχνην θεωρητικὴν ἐσκευασμένα.
Τὸ δὲ σημειωτικὸν ἄντικρυς ἱστορεῖ διὰ τοῦ Ἀχιλλέως. μαθητὴς γὰρ
ὢν Χείρωνος πρῶτος τὴν αἰτίαν τῆς κατασχούσης τοὺς Ἕλληνας νόσου
κατενόησε, συνιδὼν ὅτι τὰ ἐπιδήμια νοσήματα ἐκ τοῦ Ἀπόλλωνός
ἐστιν, ὅς γε δοκεῖ εἶναι ὁ αὐτὸς τῷ ἡλίῳ· οὗτος γὰρ τὰς ὥρας τοῦ
ἔτους ἐπάγει, αἵπερ, ὅταν ὦσι δυσκράτως διακείμεναι, νοσήματος αἰ-
τίαι καθίστανται. καὶ γὰρ τὸ ὅλον τήν τε σωτηρίαν καὶ τὸν ὄλεθρον
τῶν μὲν ἀνδρῶν τῷ Ἀπόλλωνι, τῶν δὲ γυναικῶν τῇ Ἀρτέμιδι (τουτέστι
τῷ ἡλίῳ καὶ τῇ σελήνῃ) ἀνατίθησι, τοξότας μὲν αὐτοὺς ποιῶν διὰ τὴν
τῶν ἀκτίνων βολήν, οὕτω δὲ διορίζων τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἐπεὶ καὶ
θερμότερον φύσει τὸ ἄρρεν γένος. διὰ ταῦτα γοῦν φησι τὸν μὲν Τηλέ-
μαχον τηλικοῦτον εἶναι
Ἀπόλλωνός γε ἕκητι,
Themistius Phil., Rhet., Περὶ προεδρίας εἰς τὴν σύγκλητον Harduin p. 354, sec. d, l. 8
ἐξ ἐκείνου τὰ τῆς δαιμονικῆς ἀπέσβη δεισιδαιμονίας, ἀλλὰ καὶ τὰ τῆς τῶν ἐθ-
νῶν πολυαρχίας. σχεδὸν γὰρ κατὰ πᾶσαν πόλιν καὶ κώμην βασιλεῖς καὶ
τυράννους τοπάρχας τε καὶ δυνάστας τὸ παλαιὸν ἦν ὁρᾶν ἐθναρχίας τε καὶ
πολυαρχίας, δι' ἃς ἐπὶ τοὺς κατ' ἀλλήλων πολέμους συνεχῶς ὁρμῶντες δῃώσεις
χωρῶν καὶ πόλεων πολιορκίας ἀνδραποδισμούς τε καὶ αἰχμαλωσίας τῶν πλη-
σιοχώρων ἀεὶ καὶ διὰ παντὸς ἐνήργουν, πρὸς τῶν οἰκείων δαιμόνων ἐπὶ τὸν κατ'
ἀλλήλων πόλεμον ἐξοιστρούμενοι. ὧν οὕτως ἐχόντων ἐν ὁποίᾳ τότε
190
συγχύσει κακῶν συμφορῶν τε ἐπαλλήλων ὁ πᾶς ἐνίσχητο βίος καὶ αὐτῷ σοι
καταλείπω σκοπεῖν. τούτων δὴ οὖν ἀθρόως ἁπάντων ὁμοῦ σὺν τῇ πολυ-
θέῳ πλάνῃ ἐκποδὼν μεταστάντων οὐκ ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν
εἰς ἀνθρώπους ἐπιδημίαν, πῶς οὐ χρὴ τὸ μέγα μυστήριον τῆς ἀληθῶς σωτηρίου
καὶ εὐαγγελικῆς ἀποδείξεως ὑπερθαυμάζειν, δι' ἧς ἀθρόως κατὰ πᾶσαν
τὴν τῶν ἀνθρώπων οἰκουμένην προσευκτήρια καὶ ναοὶ τῷ παμβασιλεῖ καὶ
δημιουργῷ τῶν ἁπάντων καὶ μόνῳ θεῷ ἔν τε πόλεσι καὶ κώμαις βαρβάρων τε
ἐθνῶν ἐν ἐρημίαις ἀφιερωμένα συνέστη, βίβλοι τε καὶ ἀναγνώσματα μαθήματά
τε παντοῖα καὶ διδασκαλίαι, περὶ τῆς εἰς ἄκρον ἀρετῆς καὶ τρόπου τοῦ κατὰ
τὴν ἀληθῆ θεοσέβειαν παραγγέλματα περιέχουσαι, ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ
καὶ παισὶν εἰς ἐπήκοον παραδέδονται, νεκρὰ δὲ τὰ ἀπὸ δαιμόνων πάντα χρη-
στήριά τε καὶ μαντεύματα; οὐδέ τις εἰς τοσοῦτον ἀνθρώπων μέμηνεν
νῦν, ἐξ οὗπερ εἰς πάντας φωτὸς δίκην ἐξέλαμψεν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος
καὶ εὐαγγελικὴ δύναμις, ὡς τολμᾶν τῷ τοῦ φιλτάτου φόνῳ καὶ ταῖς δι'
θρωπα δαιμόνια ἐξιλεοῦσθαι, οἷα πράττειν τοῖς πάλαι σοφοῖς καὶ βασιλεῦσι
δαιμονῶσιν ὡς ἀληθῶς φίλον ἦν. περὶ δὲ τοῦ μηκέτι δύνασθαί τι κατ-
ισχύειν τοὺς φαύλους δαίμονας μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους
πάροδον καὶ αὐτὸς ὁ καθ' ἡμᾶς τῶν δαιμόνων προήγορος ἐν τῇ καθ' ἡμῶν
συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον·
“Νυνὶ δὲ θαυμάζουσιν εἰ τοσοῦτον ἐτῶν κατείληφεν ἡ νόσος τὴν πόλιν,
Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτι οὔσης. Ἰησοῦ γὰρ
191
τῶν ἐπὶ τῆς γῆς καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζῴων,
ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων
μὴ ἄρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι
ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτέλλουσιν. ἕπεται
δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ' ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον
καὶ ψόγον καὶ πράξεις ἀποδεκτὰς πάλιν τε αὖ ψεκτάς. ἅπερ εἰ οὕτως ἔχει,
τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται καὶ ἀπειλαὶ πρὸς τοὺς ἡμαρτη-
κότας ὡς κολασθησομένους· τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς
ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινό-
μενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ' οἷς δογματίζει βλέποι, καὶ ἡ
πίστις ἔσται ματαία ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα καὶ πᾶσα ἡ διὰ
νόμου καὶ προφητῶν οἰκονομία κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι
τὰς διὰ Χριστοῦ θεοῦ ἐκκλησίας. εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας
καὶ Χριστὸς ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι
γενόμενος πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων
αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις
καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν
ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δ' ἂν αὐτῶν τί
ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν' οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες
τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι,
ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοι
ταῦτ' οὖν ὁ Ἡσαΐας δι' ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφη-
γήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἄχαζ, ὃς ἐπεῖχεν τότε τὰ τῆς βα-
σιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν
πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει·
ὧν δὲ σύμβολα ἔφερεν νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν
καὶ ἀφανῶν δυνάμεων (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματείας
διεληλύθαμεν, ὡς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος ἀλλὰ καὶ πᾶν τὸ
ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ' αὐτήν γε τὴν ἄθεον
εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ
ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θεοῦ
λόγου, ἐξ ἀπειρογάμου παρθένου σκεῦος ἀνθρώπειον ἀναληψομένου.
τίς δὲ αὐτῷ [ἡ] τούτου χρεία ἦν, καιρὸς ἂν εἴη διαλαβεῖν.
Ἐπειδὴ δι' ἀνθρώπου θάνατος «εἰσῆλθεν εἰς τὸν κόσμον», φησὶν
ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ
θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς
ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι
τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ ἀλλὰ δι-
καιοσύνης κρατούσης.
ζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ
κυρίου παρουσίαν εἴτουν ἀνάληψιν. ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς
σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν κατελθόντα ἐν μήτρᾳ
παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ' οὐρανοῦ, ἐκ κόλπων
πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντα δὲ ἐπ'
ἐσχάτων τῶν ἡμερῶν, θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς
γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ καὶ οὐδὲν παρὰ τὸν πατέρα
ἠλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον, ἀπαθῆ τε καὶ
ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει, κατελθόντα
γέγονεν, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα
γεγονέναι, οὕτω καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα
ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν «ὁ λόγος
σὰρξ ἐγένετο» ἴσον ἐστὶ πάλιν εἰπεῖν ὅτι ἄνθρωπος γέγονε, κατὰ τὸ
εἰρημένον ἐν τῷ Ἰωὴλ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»·
οὐγὰρ ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ' εἰς ἀνθρώπους ἐστίν,
ὧν ἕνεκα καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην
ἔχοντος τὴν διάνοιαν εἰκότως καταγνώσονται ἑαυτῶν πάντως οἱ νο-
μίσαντεςεἶναι πρὸ τῆς Μαρίας τὴν ἐξ αὐτῆς σάρκα καὶ πρὸ
196
ἀλλὰ περὶ τῶν ἀσωμάτων φησίν· Εἴπερ εἰσὶν οἱ λεγόμενοι θεοὶ πολλοὶ καὶ
κύριοι πολλοί, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανῷ, ἀλλ' ἡμῖν εἷς θεὸς καὶ πατὴρ
ἐξ οὗ τὰ πάντα. διὸ πάνυ σφάλλεσθε νομίζοντες χαλεπαίνειν τὸν θεόν, εἴ τις καὶ
ἄλλος κληθείη θεὸς καὶ τῆς αὐτοῦ προσηγορίας τυγχάνοι, ὁπότε καὶ ἄρχοντες
ὑπηκόοις καὶ δούλοις δεσπόται τῆς ὁμωνυμίας οὐ φθονοῦσιν· οὐ θεμιτὸν γοῦν
μικροψυχότερον ἀνθρώπων τὸν θεὸν εἶναι νομίζειν. καὶ περὶ μὲν τοῦ εἶναι θεοὺς
καὶ δεῖν τιμᾶσθαι τούτους ἅλις.
Euseb., Praep. ev. V, 1, 9f.: Αὐτὸς ὁ καθ' ἡμᾶς τῶν δαιμόνων προήγορος
ἐν τῇ καθ' ἡμῶν συσκευῇ τοῦτόν που λέγων μαρτυρεῖ τὸν τρόπον·
»Νυνὶ δὲ θαυμάζουσιν εἰ τοσούτων ἐτῶν κατείληφε τὴν πόλιν ἡ νόσος,
Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν μηκέτ' οὔσης· Ἰησοῦ γὰρ τιμω-
μένου οὐδεμιᾶς τις θεῶν δημοσίας ὠφελείας ᾔσθετο.»
Methodius, 1891, S. 347, Z. 20ff.:
Οἴονταί τινες καὶ τὸν θεόν, πρὸς τὸ τῆς οἰκείας διαθέσεως
μέτρον ἰσάζοντες αὐτόν, τὰ αὐτὰ τοῖς φαύλοις ἢ ἐπαινετέα ἢ ψεκτέα ἡγεῖσθαι,
ὥσπερ κανόνι καὶ μέτρῳ χρώμενον ταῖς δόξαις τῶν ἀνθρώπων, οὐ συννοήσαντες
διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἄγνοιαν, ὅτι πᾶσα δήπουθεν ἡ κτίσις ἐνδεής ἐστι τοῦ
κάλλους τοῦ θεοῦ.
Πορφύριος. Contra Christianos (Frag.) Frag. 87, l. 3
ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς
ζώντων.»
Καὶ πάλιν· «Ὤρυξαν χεῖράς μου καὶ
πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο
τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου
ἔβαλον κλῆρον.»
Θάνατος δὲ μετέωρος, καὶ ἐν ξύλῳ
γινόμενος, οὐκ ἄλλος ἂν εἴη, εἰ μὴ ὁ σταυρός· καὶ ἐν οὐδενὶ
πάλιν θανάτῳ διορύσσονται χεῖρες καὶ πόδες, εἰ μὴ ἐν μόνῳ
τῷ σταυρῷ.
Ἐπειδὴ δὲ τῇ τοῦ Σωτῆρος ἐπιδημίᾳ καὶ
πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν Θεὸν ἤρξαντο,
οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ' ἔστι καὶ
περὶ τούτων μνήμη ἐν τοῖς ἁγίοις γράμμασιν. «Ἔσται
γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν
ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.»
Ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων.
Πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων
ἀπιστίαν. Τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς
ἱστορηθέντων δικαίων, καὶ ἁγίων προφητῶν, καὶ πατριαρχῶν,
ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν; ἢ τίς
ἀρνούμενοι· οὕτως εἰσὶ πρὸς ἀσέβειαν χριστομάχοι. ἀλλ' ἴσως αὐτοῖς ἐστι πρόφασις
τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. ἀλλὰ κἂν τοῦτο τολμήσωσιν
εἰπεῖν,
πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων
ἔχουσι μνήμην. καὶ Ἡσαίας μὲν καὶ Ὠσηὲ «ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ
καὶ
Ἐζεκίου» γεγόνασιν, Ἱερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου, Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ
Κύρου
καὶ Δαρείου καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν οὐ τῆς θεοσεβείας ἀρχὴν
καταβαλλό-
μενοι. ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ ἦν καὶ πρὸ καταβολῆς κόσμου ταύτην ἡμῖν ὁ
θεὸς ἐν
Χριστῷ προητοίμασεν. οὐδὲ τῆς αὐτῶν δὴ πίστεως τοὺς χρόνους ἐσήμαινον· ἦσαν
γὰρ
καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί· ἀλλὰ τῆς δι' αὐτῶν ἀπαγγελίας ἦσαν οἱ
χρόνοι. ἦν δὲ ἡ ἀπαγγελία προηγουμένη μὲν περὶ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ἐπακο-
λούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι. καὶ ἦσαν οἱ χρόνοι
σημαινό-
μενοι οὐκ ἀρχῆς πίστεως, καθὰ προεῖπον, ἀλλ' αὐτῶν τῶν προφητῶν, καθ' οὓς οὗτοι
207
γενό-
μενοι τοιαῦτα προεφήτευον. οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι οὐδὲ τὰ
μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες ‘ἐξετέθη ἡ πίστις ἡ καθολικὴ’ εὐθὺς
προσέθηκαν
καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν, ἵνα, ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ
τῆς
ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν
χρόνον ση-
μάνωσι. καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον ‘νῦν γὰρ ἤρξατο’ καὶ μὴ ὡς περὶ τῆς
καθολι-
κῆς ἐπεχείρουν· οὐ γὰρ ἔγραψαν ‘οὕτω πιστεύομεν’, ἀλλ' ὅτι ‘ἐξετέθη ἡ καθολικὴ
πίστις’.
Αθανάσιος θεολόγος. ., Sermo major (collatio cod. Laurentiani gr. 4.23) [Sp.]
Frag. 50, l. 9
αὐτοῦ,αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια
τῆς σαρκός. εἴ τε τοίνυν ἔκλαυσε καὶ ἐταράχθη, οὐκ ἦν ὁ λόγος, ᾗ λόγος
ἐστίν, ὁ κλαίων καὶ ταραττόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο. εἰ δὲ
καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ
τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος καὶ τὸ λέγει «ἵνα τί με
ἐγκατέλιπες»;
208
λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως. ὥρα γὰρ ὑμᾶς εἰπεῖν φανερῶς
ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ
σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυ-
τοὺς διαμάχησθε; ὁμοούσιον μὲν γὰρ λέγοντες τὸν λόγον τῷ σώματι,
ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ
τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα
καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξε-
κλίνατε· εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ
μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος εἶναι καὶ πρὸ Μαρίας
ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ' ὑμᾶς ὁμοούσιός
ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ
τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα
γένηται; οὐ γὰρ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον
ἑαυτῆς ἐνδύσηται, ἀλλ' οὐδὲ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρού-
μενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προς-
ενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται.
ἡμῶν γέγονε κατάρα· καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ' ὅτι
τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι· οὕτω
καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν
ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν, ὁ λόγος σὰρξ ἐγένετο,
ἶσόν ἐστι πάλιν εἰπεῖν, ὁ λόγος ἄνθρωπος γέγονε κατὰ τὸ εἰρημένον
ἐν τῷ Ἰωήλ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· οὐ γὰρ
ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ' εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα
καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος
τὴν διάνοιαν, εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίσαντες
πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα, καὶ πρὸ ταύτης ἐσχηκέναι
ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ
γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου
τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέ-
θανεν, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις, ὃ καὶ παρέλαβεν, ὅτι
Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· πῶς
δὲ ὅλως καὶ ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριάσουσι δὲ μεγάλως
οἱ καὶ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τε-
τράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν,
211
ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριὰς οὐδὲν ξένον εἰς αὐτὴν
ἐπιφερομένου τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας
σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ' οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ
κατὰ τὸ θεῖον φαμὲν εὐαγγέλιον· οὐδὲν γὰρ τούτων προσήκει χριστιανοῖς, ἀλλὰ καὶ
τῆς
ἐκκλησίας ἐκβάλλει τὸν μὴ πεφυλαγμένως πρὸς αὐτὰ ἔχοντα.
Μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ὅτι μὴ κατὰ ἀνάγκην ἢ ἀσθένειαν ἐν λουτρῷ γε-
νόμενον. Τὸν ἀδελφὸν μὴ ῥακά, μὴ μωρὸν λέγειν. Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν.
Γοη-
τείας [γο////τείας ms.] ἢ τὰ καλούμενα περίαπτά τε καὶ φυλακτήρια μήτε δρᾶν, μήτε
ἑτέρων ποιεῖν βουλομένων εἰς αὑτὸν ἀνέχεσθαι. Τὸ σῶμα πάσης αἰσχρότητος φυλάττειν
καὶ ἀσελγείας, καὶ μηδὲ γυναῖκα συνείσακτον, ὥς τινες ἀγαπητὰς ἐκάλεσαν, ἔχειν. Μὴ ἔχειν
κατὰ τινὸς εἰς ψυχήν, τούτου γὰρ ἡ εὐχὴ τῷ θεῷ ἀπρόσδεκτος. Αἱρετικοῖς ἢ ἐθνικοῖς μὴ
συνεύχεσθαι, μηδὲ παραβαίνειν νηστείαν τετράδος ἢ παρασκευῆς, ἐκτὸς τῆς πεντηκοστῆς
τε καὶ τῶν ἐπιφανίων, εἰ μὴ βαρεῖά τις νόσος καταναγκάζει· λύειν δὲ τὴν νηστείαν ἐπιδη-
μίᾳ τινὸς ἀδελφοῦ, οὐ τὴν τεταγμένην ταύτην, τουτέστι τετράδα καὶ παρασκευῆς καὶ τὴν
τοῦ σωτηρίου πάθους τεσσαρακοστήν, ἀλλὰ τὴν ἐξ οἰκείου θελήματος αἱρεθεῖσαν, τὴν ἐν
δευτέρᾳ δηλονότι καὶ τρίτῃ καὶ πέμπτῃ· σαββάτου καὶ κυριακῆς μηδαμῶς νηστευτέον,
ὅτι μὴ τοῦ μεγάλου μόνου καλουμένου σαββάτου· ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ὥρα
μέχρις ἐνάτης [ἐννάτης cor. 2a9 manu] παρατείνεσθαι τέτακται· ὃ δὲ πλέον αὐτὸς ποιή-
σεις καὶ ὑπερθέσεσιν ἡμερῶν δυνηθῇς χρήσασθαι, παρὰ τῇ σῇ τοῦτο προαιρέσει κείσθω.
Ἐν κυριακῇ μέντοι ἣ κατὰ τὸν καιρὸν τῆς πεντηκοστῆς μήτε νηστευτέον, μήτε μὴν τὸ
γόνυ κλιτέον, οὐ γὰρ ἐπιτρέπει τοῦτο θεσμὸς ἐκκλησίας, ἀλλὰ μηδὲ ἀνάσχῃς μηδὲ πεισθῇς
ὅλως Μαρκιωνισταῖς ἢ ἑτέροις τισὶ τῶν αἱρετικῶν σαββάτου ἢ κυριακῆς νηστεῦσαι. Τῶν
συνάξεων μὴ ἀμέλει καὶ τῶν ἁγίων μυστηρίων ἄξιον σεαυτὸν παρασκεύαζε, ἵνα μὴ εἰς
κρῖμά σοι τὸ ληφθὲν ἀντὶ ἁγιασμοῦ γένηται. Πόδας ἀδελφῶν τῶν παραβεβληκότων σοι
καὶ ἐπὶ νέων καὶ τῶν δεξιῶν μερῶν καὶ τῶν ὑπερκειμέ-
νων τὰς περισσάς· τὰς δὲ ἀρτίους ἐπὶ τῶν ἐναντίων.
ἤδη δὲ καὶ τοὺς πρωτοπαθοῦντας τόπους εἰδέναι παραι-
νεῖ, ἐκ τῆς τούτων ἐπιγνώσεως οὐ μικρὰν συμβαλλομένης
μοῖραν εἰς σημείωσίν τε καὶ θεραπείαν.
Ἀντύλλου Περὶ τῆς καθ' ἡμέραν διαφορᾶς τῶν
ἀέρων.
Ἡμέραν λαμβάνομεν σὺν τῇ νυκτί· ἀναλογίαν δ' αὐ-
τὴν ἔφαμεν ἔχειν τινὰ πρὸς τὸν ἐνιαυτόν, καθάπερ Ἱππο-
κράτης ἐν τῇ δευτέρᾳ τῶν Ἐπιδημιῶν ἐπεσημήνατο. ἔστι
δὲ ὁ μὲν ὄρθρος ὑγρὸς καὶ θερμός, ἔαρι ἐοικώς. διὰ
τοῦτο οἵ τε ὕπνοι εὐκρινεῖς καὶ τὰ σώματα ἀνεῖται, καὶ
τὰ τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων· ὥστε καὶ τοῖς
πυρέσσουσιν εὐφορώτατον εἶναι τόνδε τὸν καιρόν. ἀνα-
θυμιάσεις δὲ ἀνίασι περὶ τὸν ὄρθρον καὶ αὖραι ποταμῶν
ἀποπνέουσιν ὑγραί, καὶ δρόσος ἐπιπίπτει, ἄνθη ἀναβαί-
νει, καὶ πάντα τὰ ἐκ τῆς γῆς φυόμενα ἄνεισιν, ἔαρι τῆς
καταστάσεως τῆς ὀρθρινῆς ἐοικυίας. τὰ δὲ μέσα τῆς
ἡμέρας θέρει παρείκασται, τὰ δὲ κατὰ τὴν δείλην φθινο-
πώρῳ, διὰ τοῦτο βαρῶν καὶ δυσαρεστημάτων οἰστικά,
Βασίλειος θεολόγος. Enarratio in prophetam Isaiam [Dub.] Ch. 11, sec. 249, l. 9
στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς». τίς ἠδύ-
νατο ὁδοποιῆσαι; τίς ἠδύνατο τὴν φλογίνην ῥομφαίαν ποιῆσαι διελ-
θεῖν τινα; ὥσπερ θάλασσαν οὐκ ἦνοὐδενὸς ὁδοποιῆσαι ἢ τοῦ θεοῦ
καὶ τοῦ στύλου τοῦ πυρίνου, τοῦ στύλου τοῦ φωτὸς τοῦ ἀπὸ τοῦ θεοῦ,
ὥσπερ τὸν Ἰορδάνην οὐκ ἦν οὐδενὸς ὁδοποιῆσαι ἢ Ἰησοῦ (τοῦ ἀλη-
θινοῦ θεοῦ τύπος ἦν ἐκεῖνος ὁ Ἰησοῦς)· οὕτω διὰ τῆς φλογίνης ῥομ-
φαίας Σαμουὴλ οὐκ ἠδύνατο διελθεῖν, οὐκ Ἀβραάμ. διὰ τοῦτο καὶ
Ἀβραὰμ βλέπεται ὑπὸ τοῦ κολαζομένου, καὶ «ὑπάρχων ἐν βασάνοις
ὁ πλούσιος ἐπάρας τοὺς ὀφθαλμοὺς ὁρᾷ Ἀβραάμ», εἰ καὶ «ἀπὸ
μακρόθεν ὁρᾷ», ἄλλ' ὁρᾷ, «καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ».
περιέμενον οὖν τὴν τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπιδημίαν καὶ πα-
τριάρχαι καὶ προφῆται καὶ πάντες, ἵν' οὗτος τὴν ὁδὸν ἀνοίξῃ. «ἐγώ
εἰμι ἡ ὁδός», «ἐγώ εἰμι ἡ θύρα». ὁδός ἐστιν ἐπὶ τὸ ξύλον τῆς ζωῆς,
ἵνα γένηται «ἐὰν διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε». ποίου
πυρός; «ἔταξεν τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρε-
φομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς»· ὥστε διὰ τοῦτο
περιέμενον οἱ μακάριοι ἐκεῖ, οἰκονομίαν ποιοῦντες καὶ μὴ δυνάμενοι
ὅπου τὸ ξύλον τῆς ζωῆς, ὅπου ὁ παράδεισος ὁ τοῦ θεοῦ, ὅπου θεὸς
γεωργός, ὅπου οἱ μακάριοι καὶ ἐκλεκτοὶ καὶ ἅγιοι θεοῦ γενέσθαι.
Οὐδὲν οὖν πρόσκομμα κατὰ τὸν τόπον ἐστίν, ἀλλὰ πάντα
θαυμασίως γέγραπται καὶ νενόηται οἷς ἂν ὁ θεὸς ἀποκαλύψῃ. πε
ἅγιον ἔτικτεν.
Εἰς τιμὴν δὲ τοῦ πατρὸς βουλομέ-
νων τῶν συγγενῶν ὄνομα θέσθαι τῷ
παιδὶ Ζαχαρίαν ἡ Ἐλισάβετ προ-
φῆτις οὖσα καὶ ὑπὸ πνεύματος ἁγίου
κινουμένη, καίτοι τὴν γενομένην τῷ
ἀνδρὶ τοῦ ὀνόματος τοῦ παιδὸς ἀπο-
κάλυψιν μὴ ἀκούσασα, τῷ πνεύ
λαός.
Καὶ ἐπὶ μὲν τῶν ἐθνῶν ταῦτα
γεγένηται, ἐπὶ δὲ τοῦ λαοῦ καθαι-
ρεθέντος τό· «πᾶν ὄρος καὶ βουνὸς
ταπεινωθήσεται»· «ὄρος» γὰρ ἦν
ποτε καὶ «βουνός», καθῃρέθησαν
δὲ καὶ τεταπείνωνται.
Ἢ τοίνυν οὕτω νοήσεις, ὅτι
»ὄρη» μὲν καὶ «βουνοὶ» αἱ ἀντι-
230
»χάριν»· τὸ δ' εἰπεῖν «συλλήψῃ» οὐκέτι κοινὸν ἦν, ἀλλ' ἰδιάζον εἰς ἐπαγ-
γελίαν παρθένῳ [ξένον πρᾶγμα].
»Εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ», διὸ «μὴ φοβοῦ»· παντὸς γὰρ φόβου
ἀφαίρεσις ἡ τοῦ σωτῆρος ἐπιδημία.
»Ἔσται δὲ μέγας» οὐχ ὡς Ἰωάννης, ἀλλ' ὡς δεσπότης καὶ δημιουργὸς καὶ
κύριος τοῦ παντός· «μέγας» καὶ ὡς διήκων πανταχοῦ· «μέγας», γάρ φησι
Δαυίδ, «ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ»· οὗτος γὰρ «μέγας»
ἀληθῶς.
Τὸ δὲ «ἔσται» καὶ «κληθήσεται» τῇ κατὰ σάρκα πρέπον οἰκονομίᾳ, καὶ
τό· «δώσει δὲ αὐτῷ κύριος» τῇ οἰκονομίᾳ ἁρμόττει. εἰ δὲ καὶ λαμβάνειν
λέγεται διὰ ταύτην «τὸν θρόνον Δαβίδ», ἀλλ' ἔστιν ὁ αὐτὸς καὶ βασιλεὺς
αἰώνιος θεοπρεπῶς.
λαίου
γεγόνασινἔσχατοι·
καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν
»εἰς κρίμα» τῷ κόσμῳ ἐπιδημή-
σαντος, ἵνα (τὰ ἔθνη) «οἱ μὴ βλέ-
ποντες βλέψωσι καὶ οἱ βλέποντες
(Ἰσραὴλ) τυφλοὶ γένωνται» διὰ τὴν
ἀπιστίαν, «ὁ» μὲν «προσήλυτος» ἡμεῖς
λαὸς
γεγόναμεν «ἄνω ἄνω» καὶπρῶτοι,
ὁ δὲ πρὸ ἡμῶν Ἰσραὴλ ὁ πρῶτος
γέγονεν ἔσχατος
καὶ «κάτω κάτω». οὕτω δὲ δύναται
Ωριγένης. , Commentarium in evangelium Matthaei (lib. 12-17) Book 16, ch. 10, l.
47
Ωριγένης. , Commentarium in evangelium Matthaei (lib. 12-17) Book 16, ch. 12, l.
19
Ωριγένης. , Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 + cod. Vat. gr. 762)
P. 124, l. 9
ὁ υἱὸς οὐκ ἔγνω τὸν κύριον (υἱὸς γὰρ ὢν οὐ πεπείραται τοῦ πατρὸς
δεσπότου), οὕτω τηροῦντες τὸν αὐτὸν θεὸν οὐδὲν ἄτοπον παραδεξό-
μεθα λέγοντες ὅτι τῷ μὲν υἱῷ ἔπρεπεν γινώσκειν τὸν πατέρα, τῷ δὲ
θεράποντι τὸν κύριον, καὶ οὔτε ὁ θεράπων ἔγνω τὸν πατέρα οὔτε
ὁ υἱὸς τὸν κύριον. μυρίων γοῦν οὐσῶν εὐχῶν ἀναγεγραμμένων ἐν
τοῖς ψαλμοῖς καὶ τοῖς προφήταις, ἀλλὰ καὶ τῷ νόμῳ, οὐ πάνυ τι
εὕρομεν εὐξάμενόν τινα καὶ λέγοντα τῷ θεῷ· «Πάτερ», τάχα ἐπεὶ
οὐκ ἔγνωσαν τὸν πατέρα· εὔχονται δὲ αὐτῷ ὡς θεῷ καὶ κυρίῳ,
περιμένοντες τὸν τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκχέοντα οὐκ ἔλαττον ἐπ'
ἐκείνους ἢ ἐπὶ τοὺς μετὰ τὴν παρουσίαν εἰς θεὸν δι' αὐτοῦ πιστεύον-
τας· εἰ μὴ ἄρα ἡ νοητὴ αὐτοῖς γεγένηται ἐπιδημία Χριστοῦ καὶ ἔσχον
ποτὲ τελειωθέντες τὸ τῆς υἱοθεσίας πνεῦμα· ἐν ἀπορρήτῳ δὲ καὶ οὐ
γνωστῶς πᾶσιν ἔλεγον ἢ ἔγραφον τὸν θεὸν πατέρα, ἵνα μὴ προκα-
ταλάβωσιν τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενουμένην παντὶ τῷ κόσμῳ χάριν,
πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν, ἵνα διηγήσηται τὸ ὄνομα τοῦ
θεοῦ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ὑμνήσῃ τὸν πατέρα
κατὰ τὸ γεγραμμένον· «Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε». ὅτι μέντοι γε ὁ αὐτός ἐστιν θεὸς
τῶν προφητῶν καὶ τοῦ κόσμου δημιουργός, πολλαχόθεν μὲν ἔστιν
θεωρῆσαι· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος θεωρῆσαι τήν τε Στεφάνου
ἀπὸ τῶν Πράξεων πρὸς τὸν λαὸν δημηγορίαν οὕτω λέγοντος· «Ἄνδρες
τοῦ Ἀβραάμ. καὶ ἐπίστησον ὅτι οὐκ ἔστιν ὅτε ὁ κατὰ τὸν Ἰησοῦν
τροπικῶς νοούμενος ἄνθρωπος οὐκ ἐπεδήμει τῷ βίῳ, καὶ μετὰ τοὺς
τῆς περὶ αὐτοῦ ἱστορίας χρόνους καὶ πρότερον. κατὰ τοῦτο δὲ
οἴομαι πάντα τὸν ἅπαξ φωτισθέντα καὶ γευσάμενον δωρεᾶς ἐπου-
ρανίου μέτοχόν τε γενηθέντα πνεύματος ἁγίου, καὶ καλὸν γευσάμενον
θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντα πάλιν,
ἀνακαινίζειν ἑαυτὸν εἰς μετάνοιαν, ἤτοι προσταυροῦντα ἢ ἀνασταυ-
ροῦντα τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντα, εἴτε πρὸ τῆς
ἱστορουμένης σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἴτε καὶ
ὕστερον. οὐ γὰρ ὁ μὲν νῦν μετὰ τὸν φωτισμὸν καὶ τὰς λοιπὰς εἰς
αὐτὸν τοῦ θεοῦ εὐεργεσίας ἁμαρτάνων ἀνασταυροῖ τὸν υἱὸν τοῦ
θεοῦ διὰ τῶν ἰδίων ἁμαρτημάτων ἐφ' ἃ ἐπαλινδρόμησεν, οὐδὲν τῆς
κοινότερον λεγομένης σωματικῆς πρὸς τὸ σταυρῶσαι τὸν υἱὸν τοῦ
θεοῦ ἐνεργείας ἐπιτελῶν, οὐχὶ δὲ καὶ πρότερον τοῦτο ἐγίνετο καὶ ὁ
ἁμαρτάνων μετὰ τὸ ἀκοῦσαι θείων λόγων προεσταύρου τὸν υἱὸν
τοῦ θεοῦ. εἴ τῳ δὲ φίλον παραδέξασθαι τὸ ἐν ταῖς Παύλου Πράξεσιν
ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον· «Ἄνωθεν μέλλω
»σταυροῦσθαι», οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ «Ἄνω-
»θεν μέλλω σταυροῦσθαι» γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας,
ροῦντα τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντα, εἴτε πρὸ τῆς
ἱστορουμένης σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἴτε καὶ
ὕστερον. οὐ γὰρ ὁ μὲν νῦν μετὰ τὸν φωτισμὸν καὶ τὰς λοιπὰς εἰς
αὐτὸν τοῦ θεοῦ εὐεργεσίας ἁμαρτάνων ἀνασταυροῖ τὸν υἱὸν τοῦ
θεοῦ διὰ τῶν ἰδίων ἁμαρτημάτων ἐφ' ἃ ἐπαλινδρόμησεν, οὐδὲν τῆς
κοινότερον λεγομένης σωματικῆς πρὸς τὸ σταυρῶσαι τὸν υἱὸν τοῦ
θεοῦ ἐνεργείας ἐπιτελῶν, οὐχὶ δὲ καὶ πρότερον τοῦτο ἐγίνετο καὶ ὁ
ἁμαρτάνων μετὰ τὸ ἀκοῦσαι θείων λόγων προεσταύρου τὸν υἱὸν
τοῦ θεοῦ. εἴ τῳ δὲ φίλον παραδέξασθαι τὸ ἐν ταῖς Παύλου Πράξεσιν
ἀναγεγραμμένον ὡς ὑπὸ τοῦ σωτῆρος εἰρημένον· «Ἄνωθεν μέλλω
»σταυροῦσθαι», οὗτος, ὡς μετὰ τὴν ἐπιδημίαν παραδέχεται τὸ «Ἄνω-
»θεν μέλλω σταυροῦσθαι» γινόμενον, οὕτω καὶ πρὸ τῆς ἐπιδημίας,
ὅταν τὰ αὐτὰ αἴτια γίνηται τὸ λέγεσθαι ἄν· «ἤδη μέλλω σταυροῦ-
σθαι». διὰ τί γὰρ οὐχὶ ὡς «ἄνωθεν» μέλλει σταυροῦσθαι, καὶ πρό-
τερον ἐσταύρωτο; ὅρα δὲ εἰ μὴ μόνων τῶν μετὰ τὴν παρουσίαν
ἐστὶν ἁγίων φωνὴ τὸ «Χριστῷ συνεσταύρωμαι», ἀλλὰ καὶ τῶν προ-
τέρων, ἵνα μὴ διαφέρειν λέγωμεν τοὺς μετὰ τὴν παρουσίαν ἁγίους
Μωσέως καὶ τῶν πατριαρχῶν. καὶ τὸ «Ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν
»ἐμοὶ Χριστός» λεγέσθω μὴ μόνον ὑπὸ τῶν μετὰ τὴν παρουσίαν
ἀλλὰ καὶ ὑπὸ τῶν προτέρων. ἐφίστημι δὲ καὶ τῷ «Θεὸς Ἀβραὰμ
»καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ· θεὸς δὲ οὐκ ἔστι νεκρῶν ἀλλὰ
In Psalmum V, 1 – 4
Ἀστερίου καὶ Διδ[ύμου]
Οὐκ εἶπεν ὑπὲρ τῆς κληρονόμου, ὅτι ἀεὶ κληρονομεῖ καὶ πολλὰ
ὡς βασίλισσα. Διὰ τί δὲ εἰς τέλος; Ἐπειδὴ καὶ τὸν τῆς ἐπιδημίας
τοῦ σωτῆρος ἀνέμενε καιρὸν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος. Οἱ
μὲν γὰρ προφῆται τὴν διαθήκην ἔγραψαν· ὁ δὲ σωτὴρ ταύτην
ἐλθὼν ἐβεβαίωσεν καὶ ὑπέγραψεν τρόπον τινὰ διὰ τῆς καινῆς
διαθήκης καὶ ἐπλήρωσε τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας.
Καὶ ἀποθανὼν ὁ Χριστὸς ὅπλον ἡμῖν καὶ στέφανον κατέλιπεν τὸν
259
λέγω τῶν ὑπὸ νόμον, καὶ ἐθνῶν ἔξω τοῦ νόμου τὴν ἀνο-
μίαν ἐπιτελούντων. Οἱ μὲν γὰρ κατὰ νόμον ἑορτάζοντες
πενθήσουσι τὰς ἑορτὰς ἀποτελέσαντες, καὶ ἀντὶ
ᾠδῶν κοπετὸν περὶ τῆς Ἱερουσαλὴμ ποιήσονται. Οὐκ
ἔτι γὰρ ἔσται Ἱερουσαλὴμ ἔχουσα τὰς λατρείας, οὔτε
ἐπιτελεσθήσεται ἑορτὴ ἐν αὐτῇ, τέλος εἰληφότων ἁπάν-
των μετὰ τὴν Χριστοῦ ἐπιδημίαν καὶ τὸ πάθος αὐτοῦ
καὶ τὴν οἰκονομίαν. Διὰ τοῦτο οὖν φησι· Μεταστρέψω
τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς
ὑμῶν εἰς θρήνους· τῶν νομικῶν ἀποστερούμενοι καὶ
εἰς δουλείαν παντὶ ἔθνει παραδιδόμενοι, ἀνθ' ὧν οὐκ
ἐπίστευσαν τῷ θείῳ καὶ παραδόξῳ τοῦ σταυροῦ κηρύγ-
ματι. Πενθήσει δὲ καὶ ἐπὶ ταῖς ἁμαρτίαις ἐξομολογού-
μενα ἔθνη πένθος μακαρισμοῦ πρόξενον. Μακάριοι γὰρ,
φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Πενθήσουσιν οὖν ἐπὶ ταῖς ματαίαις αὐτῶν ἑορταῖς, καὶ
ᾄσμασιν ἀθεμίστοις, οἷς ἐπετέλουν τοῖς ἀκαθάρτοις
Frag. 30, l. 1
ἐγνώσθης καὶ λογίζῃ αὐτῷ. ἐμφανίζει γὰρ ὁ σωτὴρ ἑαυτὸν τοῖς εἰς τοῦτο
παρεσκευασμένοις, καὶ ταύτῃ ἐγνῶσθαι αὐτοῖς λέγεται. γνωσθεὶς δὲ καὶ κατὰ
θεωρίαν νοητὴν ὁραθεὶς δείκνυσι καὶ τὸν πατέρα τῷ αὐτὸς ἑωρᾶσθαι· Ὁ γὰρ
ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς
καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι. εἶτ' ἐπεὶ ὁ υἱὸς ἐν ἑαυτῷ ἔχων τὸν
πατέρα δείκνυσιν αὐτὸν τῷ αὐτὸς ἑωρᾶσθαι, οὕτω καὶ ὁ πατὴρ ἐν ἑαυτῷ
ἔχων τὸν υἱὸν ἀποκαλύπτει αὐτὸν τῷ μηκέτι διὰ σαρκὸς καὶ αἵματος ἀλλ' ἐκ
θεοῦ γνῶσιν ἔχειν θέλοντι.
Ps 143,5.6
Δύναται δὲ σημαίνειν τὰ προκείμενα τὴν ἐκ Μαρίας τοῦ σωτῆρος ἐπιδημίαν,
ὅτε κλίνας τοὺς οὐρανοὺς ὄντας αὐτοῦ ποίημα κατῆλθεν ἐπὶ τῷ ἐξ αὐτῆς
προελθεῖν. εἶτ' ἐπεὶ κατελθὼν ἐπ' εὐεργεσίᾳ τῶν ὅλων τοὺς βλαπτικοὺς καὶ
λυμεῶνας τῶν ἀνθρώπων ἀοράτους δαίμονας ἀνέτρεψεν ἅμα πάσῃ τῇ αὐτῶν
στρατιᾷ, ἧφθαι λέγεται αὐτῶν διὰ τὸ ἀλαζονικὸν καὶ ὑπερήφανον ὀρῶν
καλουμένων. εἶτ' ἐπεὶ μὴ χρυσὸς καὶ ἄργυρος τὰ καθαιρόμενα καὶ φαιδρυνόμενα
τῇ πυρὸς προσβολῇ ἐν αὐτοῖς ἀλλ' ἄκανθαι καὶ τρίβολοι ξύλα τε καὶ χόρτος καὶ
καλάμη, ἐκαπνίσθησαν ἐκ τοῦ ἧφθαι αὐτῶν τὸν ἐληλυθότα πῦρ βαλεῖν ἐπὶ τῆς
γῆς.
268
ταχὺ παράγεσθαι ἀπὸ τῶν δογμάτων τῆς ἀληθείας, ὅθεν φησὶ πρὸς
αὐτούς·φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν
ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν. ἑτέρως
δὲ νοηθείη τὸἔξωθεν μάχαι, τοῦτ' ἔστιν αἱ καθ' ἡμῶν ἐπαναστάσεις
γινόμεναι· τὰ ἔξωθεν ἡμῶν θλίβουσιν οὐ χωροῦσαι μέχρι τοῦ ταράξαι
τὴν καρδίαν. ὅμως εἰ καὶ ἀτάραχος ἡ ψυχή, ἀλλ' οὖν ἔνδον εἰσὶ φόβοι
οἱ περὶ μεταπτώσεως· τρεπτοὶ γάρ ἐσμεν.
2 Kor 7,6 – 9
Ὁ διδοὺς τοῖς ταπεινοῖς χάριν θεὸς παρακαλεῖ αὐτούς, παραμυθίαν
ὀρέγων, ὅπως τλητικῶς τὰ ἐπίπονα φέρωσιν· παρεμυθήσατο καὶ ἡμᾶς
ἐν τῇ ἀφ' ὑμῶν πρὸς ἡμᾶς ἐπιδημίᾳ Τίτου. οὐ μόνη δὲ ἡ παρουσία
αὐτοῦ παρεκάλεσεν, ἀλλὰ καὶ ἡ ἐπαγγελία ἡ περὶ ὑμῶν· ἔφασκε γὰρ ἣν
ἐνεδείξασθε εἰς αὐτὸν κατὰ θεὸν σπουδήν. ἐπέτεινε δὲ ἡμῖν τὰ τῆς
ἱλαρότητος γινώσκουσιν ὡς πολλὴν διάθεσιν καὶ σπλάγχνα ὑπερβαλλόντως
ἀποσώζει πρὸς ὑμᾶς. πρὸς τούτοις ἐπήγγειλε καὶ ζῆλον καὶ ὀδυρμὸν
καὶ πόθον ἔχειν ὑμᾶς ὑπὲρ ἐμοῦ, ὡς μηκέτι διστάζειν περὶ τοῦ
λελυπῆσθαι ὑμᾶς ἐκ τῶν γενομένων ἐλέγχων ἐκ τῆς προτέρας ἐπιστολῆς·
ἐμάνθανον γὰρ ἐκ τῶν λόγων αὐτοῦ, ὡς ἡ λύπη πρὸς ὀλίγον ὑπάρξασα
ἐκ τῶν γραφέντων, σπέρμα καὶ ἀφορμὴ μεγίστης εὐφροσύνης γέγονεν.
2 Kor 7,12
Ἀδικήσαντα λέγει τὸν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα,ἀδικη
ΚΕΦ. Ιϛʹ.
καὶ ἀπειλῆς ἔχει. ἐπὰν δὲ ἔχῃ τὴν προαίρεσιν τῷ βουλήματι αὐτοῦ συνεργοῦσαν
καὶ ταῖς ὑποβολαῖς αὐτοῦ ἡδομένην, ὥσπερ ζῶν καὶ δυνατὸς ἄνθρωπος πολεμεῖ
δι' αὐτοῦ αὐτόν. παραφυλακτέον οὖν καὶ σπουδαστέον παντὶ τρόπῳ ἀσύμφωνον
καὶ ἀσυνδύαστον τὴν προαίρεσιν πάντοτε τῷ πονηρῷ εἶναι, ἵνα ἐξασθενῇ καθ'
ἑαυτὸν καὶ νεκροῦται, μηδὲν δυνάμενος δι' ἡμῶν ἐργάσασθαι ὧνπερ ἐπιθυμεῖ.
αὕτη γάρ ἐστιν ἡ ἄθλησις τῶν Χριστιανῶν καὶ ὁ ἀγών, μὴ συνεργεῖν ταῖς κα-
καῖς αὐτοῦ ὑποσποραῖς, ἵνα μὴ ἰσχὺν καὶ νεῦρα δι' ἡμῶν λαμβάνῃ, ἀλλὰ καθ' ἑαυ-
τὸν ἀσθενῶν καὶ μὴ δυνάμενος ποιεῖν δι' ἡμῶν ὃ βούλεται ἀποθάνῃ τελείως
ἐξ ἡμῶν, τῆς χάριτος βασιλευούσης ἐν ἡμῖν. τὸ γὰρ ἐκ τῆς παραβάσεως τοῦ
275
σαρκὸς ἡ ἔξοδος ἡμῶν γίνεται. μεγάλαι γὰρ καὶ ἄρρητοί εἰσιν αἱ τῶν Χριστιανῶν
ἐπαγγελίαι τοσοῦτον, ὅτι μιᾶς ψυχῆς πιστῆς πλούτῳ καὶ δόξῃ οὐκ ἀναλογεῖ
πᾶσα ἡδόξα καὶ τὸ κάλλος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, πᾶσα ἡ διακόσμησις
καὶ ὡραιότης καὶ ἡ ποικιλότης τῶν ὁρωμένων.
Πῶς τοίνυν οὐ θελήσομεν τοσαύταις ἐπαγγελίαις τοῦ κυρίου ὅλοι ἐξ ὅλου
προσελθεῖν καὶ ἐκδότους ἑαυτοὺς τῷ κυρίῳ δοῦναι, ἀρνησάμενοι κατὰ τὸ εὐαγ-
γέλιον μετὰ πάντων, ἔτι καὶ τὴν ἑαυτῶν ψυχήν, καὶ μόνον αὐτὸν ἀγαπῆσαι καὶ
σὺν αὐτῷ ἄλλο οὐδέν, ἀλλὰ ἰδοὺ ταῦτα πάντα καὶ πόση δόξα ἐδόθη καὶ πόσαι
οἰκονομίαι τοῦ κυρίου διὰ πατέρων γεγόνασι, πόσαι ἐπαγγελίαι προηγγέλθησαν,
πόσαι προτροπαί, πόση εὐσπλαγχνία τοῦ δεσπότου ἐφ' ἡμᾶς γέγονεν ἐξ ἀρχῆς.
ἔσχατον δὲ καὶ διὰ τῆς ἰδίας ἐπιδημίας τὴν ἄρρητον χρηστότητα ἐφ' ἡμᾶς διὰ
σταυρώσεως ἐπεδείξατο, ἵνα ἡμᾶς εἰς ζωὴν ἀπενέγκῃ ἐπιστρέψαντας. καὶ
ἡμεῖς τῶν θελημάτων ἡμῶν καὶ τῆς ἀγάπης τοῦ κόσμου καὶ τῶν προλήψεων
καὶ συνηθειῶν κακῶν οὐκ ἀναχωροῦμεν, δι' ὧν ὀλιγόπιστοι ἢ καὶ ἄπιστοι ἀπο-
δεικνύμεθα καὶ ἰδοὺ αὐτὸς χρηστεύεται, ἀοράτως φρουρῶν καὶ θάλπων καὶ
μὴ κατὰ τὰ ἁμαρτήματα ἡμῶν παραδιδοὺς ἡμᾶς εἰς τέλος τῇ κακίᾳ καὶ τῇ
τοῦ κόσμου ἀπάτῃ μηδὲ ἐῶν ἡμᾶς ἀπολέσθαι, διὰ πολλὴν χρηστότητα καὶ
μακροθυμίαν ἀποσκοπῶν, πότε ἐπιστρέψωμεν. ἀλλὰ μήποτε ἡμεῖς κατα-
φρονητικῇ ἐννοίᾳ συζῶντες καὶ ταῖς προλήψεσιν ἡμῶν συναπαγόμενοι τὸ τοῦ
ἀποστόλου ῥητὸν βεβαιώσωμεν εἰς ἡμᾶς τὸ λέγον· «ἢ τοῦ πλούτου τῆς χρηστό
Röm 1,16
Röm 1,18
2 Kor 12,4
Θεμιστίῳ.
τἀκεῖθεν δεξάμενος.
ἦν δὲ τῷ γένει μὲν κλέος, τοῖς φίλοις
δὲ λιμήν. μόνος δὲ ὧν ἴσμεν μάλιστα μὲν ἐθαυμάσθη, ἥκιστα
δὲ ἐφθονήθη. τοῖς λόγοις μὲν ἐξέπληττε, τῷ τρόπῳ δὲ ἔθελ-
γεν αὐτὸς ὢν καὶ ῥήτωρ δεινὸς καὶ ἀνὴρ χρηστός.
τί πρῶ-
τον ἐννοήσω καὶ διὰ τί πρῶτον ὀδύρωμαι; ὡς ἓν ἡμᾶς οἴκημα
εἶχεν Ἀθήνησιν; ὡς τράπεζα μία; ὡς τοῖς αὐτοῖς ἐχαίρομεν;
ὡς ταὐτὰ ἐφροντίζομεν; ὡς ἠκονῶμεν ἀλλήλους ἀλλήλοις ὄν-
τες κριταί;
ἀλλ' ὅτε ἐπανῆκον τὴν προτέραν ἐπιδημίαν,
τίνας οὐ παρῆλθε κρότῳ τε καὶ τοῖς ἄλλοις, ἃ σοφιστῶν ὠφε-
λεῖν σχῆμα δοκεῖ; καὶ μὴν ὅπως μὲν αὖθις ἐπανέλθοιμι, προὔ-
τρεψεν, ἐγένετο δὲ ἀντὶ πολλῶν ἀφιγμένῳ.
καὶ ταῦτα ἔπρατ-
τεν εἰδὼς ὅτι λυπήσει τινὰ βέλτιστος ὢν εἰς ἐμέ. ἀλλ' ὅμως
οὐκ ἀπέστησεν αὐτὸν τῆς ὑπὲρ ἡμῶν ἀνδρίας τό τινα μέμ-
ψιν παρὰ τοῦ δεῖνος ἀκολουθήσειν, ἀλλ' ὃ δίκαιον ᾤετο, ἐλευ-
θέρως ἐποίει καὶ τοὺς ἀξιοῦντας αὐτὸν αὑτοῖς χαριζόμενον
ἀδικεῖν ὡς οὐ σφόδρα ὑγιαίνοντας ἀπεσείετο.
Βαρβατίωνι.
Δημητρίῳ.
Εὐθαλίῳ.
ΚΕΦΑΛ. Βʹ.
ΚΕΦΑΛ. Ηʹ.
σεται’, τίς τε ὁ τῆς προφητείας λόγος, καὶ τίνας μὲν κυρίως προφήτας
ὀνομάζει ἡ θεία γραφή, τίνες δὲ καταχρηστικῶς τούτου τοῦ ὀνόματος
τετυχήκασι.
Δεῖ οὖν τῷ ὑστέρῳ τῶν ἀπορηθέντων τὴν λύσιν πρῶτον ἐπενεγκεῖν.
ὅτι μὲν γὰρ πᾶσα τοῦ μέλλοντος πρόρρησις προφητεία ἐστίν, αὐτό, φασί,
296
τὸ ὄνομα δηλοῖ. ὁπόθεν γοῦν τις ὁρμώμενος, ἢ τῆς καθ' ὕπνον μαντικῆς
ἢ τῆς ἀπὸ τῶν χειρῶν διαγνώσεως, ἣν δὴ χειροσκοπικὴν οἱ πάλαι σοφοὶ
ὠνομάκασιν, ἢ δι' ὧν ὄρνις ἐγείρεται καὶ κλάζει ἢ ἄλλο τι δρᾷ, προλέγοι
τὰ μέλλοντα, προφήτης οὗτός ἐστιν. ἀλλ' ἡ θεία γραφή, τὸ ὄνομα τοῦτο
εἰ πολλὰ διεσπαρμένον καὶ διῃρημένον συναγαγοῦσα πρὸς ἑαυτό, τοῖς
τὴν ἐπιδημίαν τοῦ κυρίου προκαταγγείλασιν, ἣν διὰ σαρκὸς ἐνεδείξατο,
φέρουσα ἐδωρήσατο. ὥσπερ δὴ καὶ Πυθαγόρας πεποίηκε· κἀκεῖνος γὰρ
τὴν τῆς σοφίας προσηγορίαν, πολλῶν κατηγορουμένην ἐπιστημῶν, τῇ
πρώτῃ φιλοσοφίᾳ προσήρμοσεν. ὥσπερ οὖν σοφὸς ὁ τὰς τῶν ἐπιστημῶν
ἀρχὰς ἐπιστάμενος, αἳ δὴ ἀπὸ νοῦ τὸ προϊέναι εἰλήχασιν, οὕτω δὴ καὶ
προφήτης ὁ τῆς τοῦ Χριστοῦ διὰ σαρκὸς παρουσίας κῆρυξ γενόμενος.
ἀλλ' οὗτος ἂν κυρίως μὲν προφήτης καλοῖτο, κληθείη δ' ἂν καὶ ἄλλος τις,
μετὰ Χριστὸν χαρίσματος ἠξιωμένος προφητικοῦ καὶ προλέγων τὰ μέλ-
λοντα· οὐ γὰρ μέχρι τῆς τοῦ κυρίου ἐπιδημίας τὸ θεῖον πνεῦμα ἐπὶ τῶν
καθαρῶν ἐνήργει ψυχῶν, ἀλλ' ἐπειδὴ κἀκεῖνος πρὸς οὐρανοὺς ἀναβέβηκεν,
γὰρ μετὰ τοῦ χρησίμου καὶ τὸ ἄχρηστον παρεβλάστανεν, οἷόν τις ἔνυλος
νοῦς τῷ ἀύλῳ παραδυόμενος, ἠρέμα τοῦτον ἐκάθαιρε καὶ ἀπέσπα γε τοῦ
κρείττονος, μετρίᾳ χρώμενος τῇ τομῇ, ἵνα μὴ καὶ τὸ κρεῖττον συνανέλῃ
τῷ χείρονι· ἐπεὶ δὲ καθάπαξ τὸ ἐν ἡμῖν θεῖον σπέρμα, συμπνιγὲν ταῖς
ἀκάνθαις, τὴν τοῦ φυτοῦ δύναμιν ἀπεβάλετο καὶ τὸ κώνειον κατὰ τῆς
ἡμετέρας ψυχῆς ἴσχυσε, τηνικαῦτα τὸ ἐκ μέρους τέμνειν ἀφείς, πῦρ
297
ἦλθε βαλεῖν ἐφ' ἡμᾶς, ὃ τὰς πονηρὰς ἕξεις ἀπαναλίσκον τὴν φύσιν ἀδια-
λώβητον συντηρεῖ.
Ἢ τὸ δραστήριον τοῦ πρὸς αὐτὸν ἔρωτος βουλόμενος παρενδείξασθαι,
πῦρ τοῦτο τροπικώτερον κατωνόμασεν. εἰ γὰρ καὶ πρὸ τῆς ἐκείνου ἐπι-
δημίας πλεῖστοι δὴ τῶν πατέρων ἔφεσιν ἔσχον τοῦ κρείττονος, ἀλλ' οὐχ
οὕτω πρὸς τὸν θεῖον πόθον παρεθερμαίνοντο, οὐδ' ὅλῳ τῷ τῆς ψυχῆς τόνῳ
πρὸς τὸν πρὸς ἐκεῖνον δρόμον ἐκέχρηντο, ἐπεὶ μηδ' οὗτος καθαρῶς τού-
τοις ὠπτάνετο μηδὲ τὸ ἑαυτοῦ παρεδείκνυ γυμνότερον κάλλος καὶ
μέγεθος, ἀλλ' ἐν συμβόλοις ἰνδάλλετο. διὰ τοῦτο ἧττον ἢ ἔδει πρὸς τὸ
φαινόμενον ἔθεον· ἐπεὶ δὲ ὅλος ἡμῖν ἐπεδήμησε καὶ τὸ κάλλος τῆς οἰκείας
παρέδειξε φύσεως, πυρὶ ἐπιθυμίας ἀρρήτου τὴν ἡμετέραν ὑψηγόρως ὑπ-
ανῆψε ψυχήν. ἀλλ' ὁ μὲν οἷά τις ἥλιος ἐξ αὐτῆς τῆς κυοφορίας τὰς ἀκτῖνας
ἐπαφῆκεν ἡμῖν, ἵνα εὐθὺς καὶ τῆς αὐγῆς ἐμπλησθῶμεν καὶ τῆς θερμό-
τητος· ἡμεῖς δὲ ἅτε τῷ τῶν παθημάτων χειμῶνι καταψυγέντες καὶ μόνον
οὐκ ἀποκρυσταλλωθέντες, οὐκ εὐθὺς τὴν δύναμιν ἐδεξάμεθα τοῦ πυρός.
Theodorus Studites Scr. Eccl., Theol., Homilia in nativitatem Mariae (olim sub
auctore Joanne Damasceno) Vol. 96, p. 688, l. 19
Μαρίᾳ μοναζούσῃ
Ἀγαθὸν ὄνομα ἠκουτίσθη μοι τῆς τιμιότητός σου καὶ πρᾶξις δεξιὰ
καὶ βίος ἐνάρετος παρ' ὧν ἀδελφῶν ἡμῶν ξενίζειν καὶ περιέπειν
ἀπὸ θήρας τῶν διωκόντων εἵλετο ἡ θεοφιλία σου. καὶ χάρις τῷ θεῷ,
ἔχοντι πολλοὺς ἐν ἀφανείᾳ βιωτικῇ περιφάνειαν ἔχοντας θεϊκήν· καὶ
γὰρ ὁ Χριστός, παρωσάμενος τὰ ἐν κόσμῳ ἔνδοξα ἐν τῇ διὰ σαρκὸς
ἐπιδημίᾳ αὐτοῦ, τὰ ἀσθενῆ καὶ ἐξουθενημένα ἐξελέξατο, ἵνα καται-
σχύνῃ τὰ πλούσια καὶ ὑψαυχοῦντα κατὰ σάρκα. ἐχέγγυον τῆς πολι-
τείας σου ταύτης ἡ τῶν ἀδελφῶν ἐστι πρόσληψις· οὓς σκέπουσα
νόμιζε Χριστὸν σκέπειν (δι' αὐτὸν γὰρ ἡ φυγαδεία), ἔχουσα καὶ τὴν
οἴκοθεν ἀρετὴν εἰς κλέος σωτηρίας. ἐφ' ᾗ φυλαχθείης αὔξουσα ἔτι
ἐν ἀγαθοῖς, φρουρουμένη θεοπρεπῶς, πρεσβυτικὴν ἀρετὴν προσφέ-
ρουσα Κυρίῳ ὡς ἡ ἀοίδιμος Ἄννα καὶ εἴ τις ἄλλη τῶν ἐπαινετῶν ἐν
γήρει πίονι λατρευσασῶν θεῷ.
Jo 4, 9
Πόθεν ἐνόησεν, ὅτιἸουδαῖός ἐστιν; ἢ ἀπὸ τοῦ σχήματος ἢ ἀπὸ τῆς
λαλιᾶς ἐνόησεν.
Jo 4, 9
Τοῦ νόμου εἰρηκότος «ἀκαθάρτου μὴ ἅψησθε» οὐδὲ τῆς σαρκὸς τῶν ἀλλο-
γενῶν ἐτόλμων ἅψασθαι νομίζοντες ἐκ τούτου μολύνεσθαι.
Jo 4, 10
Ποτὸν ἀθανασίας τὰ τοῦ κυρίου λόγια, ἡ ζωοποιὸς τοῦ πνεύματος δόσις,
δι' ἧς ἀναζῶσιν οἱ ἄνθρωποι.
Jo 4, 10
Δωρεὰθεοῦ ἡ εἰς ἀνθρώπους ἐπιδημία τοῦ λόγου χάριτι πατρὸς γεγονυῖα,
ἥτις ποτίζει ψυχήν.
Jo 4, 13
299
Διὰ γὰρ τοῦτο εἶπεν αὐτῇ· φώνειτὸν ἄνδρα σου, ἵνα ἐλέγξας ψευδο-
μένην φανερώσῃ αὐτῇ τὴν ἰδίαν θεότητα.
Jo 4, 20
Λέγουσιν ὅτιἐν τῷ ὄρει ἐκείνῳ ἀνήνεγκεν ὁ Ἀβραὰμ τὸν Ἰσαάκ, ὅπερ
ὑπέδειξεν ἡ Σαμαρεῖτις τῷ κυρίῳ. ὡς προφήτην οὖν ἐρωτᾷ,ποῦ δεῖ προς-
κυνεῖν.
Jo 4, 20
Οὐκ ὄντοςἐν Ἱεροσολύμοις μόνον τοῦ θεοῦ, ἀλλ' ἵνα ἅμα ἐκεῖ συνα-
γόμενοι συμφώνως ποιῶσι τὰς νενομισμένας ἑορτὰς καὶ θυσίας.
Jo 4, 21
Ὥραν δὲ τὴν ἑαυτοῦ ἐπιδημίαν καλεῖ, ἐπείπερ πνεῦμα ὢν ὁ θεὸς οὐ τόπῳ
περιορίζεται. ἁρμοδίως δὲ ἕκαστος προσκυνεῖ ἐκ τοῦ τόπου αὐτοῦ· τὸ γὰρ ἐν
τόπῳ προσκυνεῖν ὕβρεως μᾶλλόν ἐστιν.
Jo 4, 22
Τὸ ἡσωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν εἶπεν διὰ τὸ ἐξ αὐτῶν σε-
σαρκῶσθαι ἢ ὅτι ἐξ ἐκείνων ἤρξατοὁ κόσμος εἰδέναι τὸν ἕνα θεὸν ἐκ τοῦ
νόμου καὶ τῶν προφητῶν.
Jo 4, 22
Ὡς ἐν συγκρίσει τότε παρὰ Ἰουδαίοις ὁ τῆς ἀληθείας ἐπολιτεύετο λόγος.
πρὸς οὖν τὴν ὑπόνοιαν τῆς γυναικὸς εἶπεν τὸἡμεῖς προσκυνοῦμεν· τῶν
γὰρ προσκυνουμένων ἐστὶν ὡς θεός, εἰ καὶ ὡς ἄνθρωπος οἰκονομικῶς εἶπεν
θεὸς ὢν φύσει καὶ σαρκωθεὶς ἐν τῆι μήτραι τῆς παρθένου καὶ γενόμενος κατὰ φύσιν
ἄνθρωπος
ἐτέχθη ἐξ αὐτῆς καὶ τὴν μητέρα παρθένον ἐφύλαξεν. ὅτι δὲ ταῦτα οὕτως ἔχει. καὶ ὁ ἐν
ἁγίοις
Ἀθανάσιος ἐν τῶι περὶ ἐνανθρωπήσεως λόγωι γράφει τάδε
Τὸ μὲν οὖν σῶμα καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν φύσιν (σῶμα γὰρ ἦν
ἀνθρώπινον), εἰ καὶ
καινοτέρωι τῶι θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὂν κατ'
ἀκολουθίαν τῶν ὁμοίων
ἀπέθνηισκεν· τῆι δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι καὶ τὴν ἰδίαν φύσιν
ἐφθείρετο.
Καὶ πάλιν ὁ αὐτὸς ἐν ἁγίοις Ἀθανάσιος ἐν τῆι πρὸς Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε
Εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῶι σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη, καὶ τίς χρεία,
δυναμένου
τοῦ σώματος καὶ πρὸ τῆς Μαρίας εἶναι ἀιδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος,
εἴγε καθ'
ὑμᾶς ὁμοούσιός ἐστι τῶι σώματι; τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ
ἑαυτοῦ
ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα γένηται; οὐ γὰρ ἑαυτῆς ἡ
θεότης
ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον ἑαυτῆς ἐνδύσηται, ἀλλ' οὐδὲ ἥμαρτεν ὁ τὰς
ἄλλων ἁμαρτίας
λυτρούμενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενέγκηι
καὶ ἑαυτὸν
λυτρώσηται. ἀλλ' οὐκ ἔστιν οὕτως, μὴ γένοιτο· σπέρματος γὰρ Ἀβραὰμ
δεικνὺς ὅτι ἀμφότερα, τουτέστι σῶμά τε καὶ ψυχήν, ὁ θεὸς κατὰ ταυτὸν
ἐδημιούργησεν.
Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων Ὡριγένους βλασφημιῶν εἵρηται ὅτι ἡ
τοῦ κυρίου ψυχὴ προυπῆρχε καὶ ταύτηι ὁ θεὸς λόγος ἥνωτο πρὸ τῆς ἐκ παρθένου
σαρκώ-
σεως, καὶ τὴν τοιαύτην ἀναιρῶν ληρωιδίαν ὁ αὐτὸς ὁ ἐν ἁγίοις Ἀθανάσιοις ἐν τῆι
πρὸς
301
ΕΡΩΤΗΣΙΣ Ζʹ
306
Τί ἐστιν εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι
μὲν κατὰ ἄνθρωπον σαρκί, ζῶσι δὲ κατὰ θεὸν πνεύματι; Πῶς
οἱ νεκροὶ σαρκὶ κρίνονται;
Ἀπόκρισις. Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλ-
λάσσειν καὶ εἰς ἀλλήλους μετεκλαμβάνειν, καὶ τὸν μέλλοντα
ὡς παρῳχηκότα καὶ τὸν παρῳχηκότα ὡς μέλλοντα, καὶ
τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν χρόνον
ἐκφωνεῖν, ὡς ἔστι δῆλον τοῖς αὐτῆς πεπειραμένοις. Φασὶν
οὖν τινες νεκροὺς λέγειν ἐνταῦθα τὴν γραφὴν τοὺς πρὸ
τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον
τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργο-
ποιΐας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς
ἄλλους τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους τὴν
πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων
κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας θεοῦ
τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας τὴν δίκην
ἔτισαν· οἷς εὐηγγελίσθαι λέγει τὸ μέγα τῆς σωτηρίας
κήρυγμα, κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν
ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ
ἕκτην ἐπὶ τοῦ Μωυσέως, εἰς τοσοῦτον τῆς ἐπ' αὐτοῦ γενεᾶς
ἀθεΐας ἐξοκειλάσης ὡς αὐτὸν εἰς ἐπικουρίαν τῆς τοσαύτης
ἀσεβείας ἀπὸ θεοῦ πεμφθῆναι, ἑβδόμην ἐπὶ τῆς τῶν
προφητῶν γενεᾶς, ἥτις τὰς προλαβούσας γενεὰς εἰς κακίας
μέτρον πάσας ὑπερηκόντισεν – ἐπεὶ οὖν, ὡς εἴρηται, ἑπτά-
κις ἔπεσεν ἡ φύσις ἡμῶν, ταύτην ἀφάτῳ φιλανθρωπίᾳ
κινηθεὶς ἀνέστησεν ὁ κύριος, αὐτὴν τὴν φύσιν ἑνώσας
ἑαυτῷ καθ' ὑπόστασιν.
Τίνας σημαίνει ὁ Ἀπόστολος λέγων «τοὺς προηλπικότας ἐν
τῷ Χριστῷ» πρὸς Ἐφεσίους γράφων;
Πᾶς τις τῶν ἁγίων τῶν πρὸ τῆς ἐπιδημίας τοῦ κυρίου,
οἱανοῦν ἀρετὴν ἐξασκῶν, κἂν εἰ μὴ τὸ ὅλον τῆς οἰκονομίας
μυστήριον ἐγίνωσκεν, ἀλλ' ἐκ μέρους φυσικῶς κινούμενος
ἤλπιζεν καὶ προσεδόκα ὅτι ὁ τὴν φύσιν ποιήσας αὐτὸς καὶ
παραφθαρεῖσαν ἀνασώσηται.
Ἐκ τοῦ αὐτοῦ· εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς
κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας
αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυ-
νάμεως αὐτοῦ.
σιν τὴν πρὸς ἐπικουρίαν τῶν δεομένων ἢ ἐχθρῶν ἄμυναν ἢ ἄλλην τινὰ
πρᾶξιν ἔλευσίν τε καὶ παρουσίαν ἐκ τοῦ παρ' ἡμῖν διὰ τῆς τῶν ποδῶν
χρήσεως ἀποτελεῖσθαι τὴν ἄφιξιν. Ὅρκον δὲ τὸ ἀμετάθετον τῆς βουλῆς
αὐτοῦ ἐκ τοῦ παρ' ἡμῖν δι' ὅρκου τὰς πρὸς ἀλλήλους βεβαιοῦσθαι συν-
θήκας. Ὀργὴν δὲ καὶ θυμὸν τὴν πρὸς τὴν κακίαν ἀπέχθειάν τε καὶ
ἀποστροφήν· καὶ γὰρ ἡμεῖς τὰ ἐναντία τῆς γνώμης μισοῦντες ὀργιζό-
μεθα. Λήθην δὲ καὶ ὕπνον καὶ νυσταγμὸν τὴν ὑπέρθεσιν τῆς κατὰ τῶν
ἐχθρῶν ἀμύνης καὶ τὴν τῆς συνήθους πρὸς τοὺς οἰκείους βοηθείας ἀναβο-
λήν. Καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ σωματικῶς εἰρημένα ἐπὶ θεοῦ κεκρυμ-
μένην ἔχει τινὰ ἔννοιαν ἐκ τῶν καθ' ἡμᾶς τὰ ὑπὲρ ἡμᾶς ἐκδιδάσκουσαν,
εἰ μή τι περὶ τῆς σωματικῆς τοῦ θεοῦ λόγου ἐπιδημίας εἴρηται· αὐτὸς γὰρ
πάντα τὸν ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν ἀνεδέξατο, ψυχὴν
νοερὰν καὶ σῶμα καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως ἰδιώματα τά τε φυσικὰ
καὶ ἀδιάβλητα πάθη.
τὴν τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ. Οὕτως ὁ θεῖος Φλαβιανὸς
τὴν δυσώδη διορύξας πηγὴν καὶ γυμνῶσαι παρασκευάσας τὰ νάματα
πρὸς τὸν δυσσεβῆ πρεσβύτην ἔφη· «Πεπαλαιωμένε ἡμερῶν κακῶν,
ἐλέγξαι σε τὸ σὸν στόμα, καὶ οὐκ ἐγώ· τὰ δὲ χείλη σου καταμαρτυρήσαι-
σάν σου.» Δήλης δὲ ταύτης τῆς νόσου γενομένης τῆς μὲν Συρίας ἐξηλάσθη-
σαν, εἰς δὲ Παμφυλίαν ἀνεχώρησαν καὶ ταύτην τῆς λώβης ἐνέπλησαν.
Αὗται μὲν ἕως Μαρκιανοῦ αἱ αἱρέσεις· ἀπὸ δὲ Μαρκιανοῦ μικρὸν πρὸς
καὶ δεῦρο καὶ ἐπὶ Λέοντος ἀνεφύησαν αἱ αἱρέσεις αὗται.
Νεστοριανοί, οἱ ἰδίως καὶ κεχωρισμένως ὑπάρχειν τὸν
θεὸν λόγον δογματίζοντες καὶ ἰδίως τὸν ἄνθρωπον αὐτοῦ καὶ τὰ μὲν
ταπεινότερα τῶν πραχθέντων ὑπὸ τοῦ κυρίου ἐν τῇ πρὸς ἡμᾶς ἐπιδημίᾳ
αὐτοῦ μόνῳ τῷ ἀνθρώπῳ αὐτοῦ προσάπτοντες, τὰ δὲ ὑψηλότερα καὶ
311
οὖν καιρῷ κατὰ σάρκα ἔπαθεν ὑπὲρ ἡμῶν ὁ κύριος, τὸ κατὰ νό-
μον οὐκ ἔφαγε πάσχα, ἀλλ' αὐτὸς ὑπὲρ ἡμῶν ἐτύθη. ὅτι δὲ οὐ
κατὰ τὴν ιδʹ ἐπετέλεσε τὸ πάσχα, ἀλλὰ πρὸ τούτου τὸ μυστικὸν
ἐτέλεσε δεῖπνον, ὅτε καὶ ὁ ἁγιασμὸς τῶν ἀζύμων καὶ ἡ προετοι-
μασία τῆς ἑορτῆς ἐγίνετο, εὑρίσκεται τοῖς μαθηταῖς μεταδιδοὺς
οὐ θύματος οὐδὲ ἀζύμων, ἀλλ' ἄρτου καὶ ποτηρίου.
Οἱ δὲ τὴν γέννησιν τοῦ Χριστοῦ ἀναγράφοντες εἰς τὸ ͵εφʹ
ἔτος καὶ τὸ πάθος ἐν τῷ ͵εφλγʹ σφάλλουσι, μὴ τὴν ἀκρίβειαν τοῦ
ἔτους ἐπιστάμενοι.
Κατὰ τοὺς χρόνους τῆς ἐνσάρκου ἐπιδημίας Χριστοῦ τοῦ
ἀληθινοῦ θεοῦ ἡμῶν ἦν τις τοπάρχης πόλεως Ἐδέσσης, ὀνόματι
Αὔγαρος. διαδοθείσης οὖν πανταχοῦ τῆς τῶν θαυμασίων φήμης
Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἀκούσας καὶ αὐτὸς ὁ ῥηθεὶς τοπάρχης
ἐξίστατο ἐπὶ τούτοις καὶ ἐπόθει ἰδεῖν τὸν Χριστόν. οὐκ ἠδύνατο
δὲ διὰ τὸ ἀνιάτως νοσεῖν. γράφει τοίνυν ἐπιστολὴν πρὸς αὐτόν,
ἣν ἀπέστειλε δι' Ἀνανίου τῶν αὐτοῦ ταχυδρόμων, ὃς ἐν πείρᾳ
ἐτύγχανε καὶ τῆς ζωγραφικῆς τέχνης. παρήγγειλε δὲ αὐτῷ ὁ
Αὔγαρος λαβεῖν ἐν σανίδι τὸ ὁμοίωμα τῆς τοῦ Χριστοῦ ἰδέας.
ἡ δὲ ἐπιστολὴ τοῦ Αὐγάρου κατὰ ῥῆμα διέξεισι τάδε. “Αὔγαρος
τοπάρχης πόλεως Ἐδέσσης Ἰησοῦ σωτῆρι ἀγαθῷ, ἀναφανέντι ἐν
ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὐτοῦ προ-
316
Joannes Scylitzes Hist., Synopsis historiarum Emperor life Bas1, sec. 43, l. 9
Joannes Scylitzes Hist., Synopsis historiarum Emperor life Bas2+Const8, sec. 38, l.
26
τῷ θεράποντι τοῦ Ἰωάννου καὶ τὴν σφαγὴν αὐτουργῆσαι ὀφείλοντι, δώροις ὑποκλα-
πέντι, παρ' αὐτοῦ σφάττεται κατὰ τὸ Στούπιον οἰκητήριον. Διάβολις ὁ τόπος
ἐκαλεῖτο ἀνέκαθεν, ἔνθα ἡ τοῦ Θεοδώρου ἐτελέσθη σφαγή.
ἐπεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περινοίᾳ γράψαντα τὰ γραφέντα
καὶ τἀναντία, ὧν ὑπισχνεῖτο, διανοούμενον, ἐπανέστρεψε πάλιν πρὸς
Βουλγαρίαν, καὶ λεηλατήσας τὴν περίχωρον Ὀστροβοῦ καὶ τοῦ Σωσκοῦ
καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἁλισκομένους πάντας ἀπετύφλου
Βουλγάρους. ἄπεισιν οὖν ἄχρι τῆς πόλεως Ἀχρίδος, ἐν ᾗ τὰ βασίλεια
τῶν βασιλέων ἵδρυντο Βουλγαρίας. καὶ τὴν πόλιν παραλαβὼν καὶ
πάντα καλῶς διαθεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ
Δυρράχιον ἅψασθαι. ἐδεῖτο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. ἕως
μὲν γὰρ Τριβαλίας καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμηρὸς
ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουὴλ κηδεστής, ἀνὴρ ἐπιεικὴς καὶ εἰρηνικὸς καὶ
ἀρετῆς ἀντεχόμενος, ἠρεμίαν εἶχε τὰ ἐν Δυρραχίῳ. ἐπεὶ δὲ ὁ Γαβριὴλ
παρὰ τοῦ Ἰωάννου ἀπώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς
ὅρκοις πιστεύσας παρὰ Ἰωάννου δοθεῖσιν αὐτῷ διὰ Δαβὶδ τοῦ ἀρχιε-
πισκόπου Βουλγαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεσφάγη,
πολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγματα, ἐγκειμένου καθ'
ἑκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι' ἑαυτοῦ
πάλιν ἑλεῖν τὴν πόλιν. καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελ-
θεῖν καὶ βοηθῆσαι, ἐκωλύθη δὲ δι' αἰτίαν οὐκ ἄλογον. ἀπερχόμενος γὰρ
διὸ καὶ πολέμῳ κριθῆναι τὸ πᾶν ἔδοξε. Διαβὰς οὖν τὸν ποταμὸν ὁ καῖσαρ
καὶ ὁ συστράτηγος αὐτοῦ Νικηφόρος ὁ Βοτανειάτης μετὰ τῆς λοιπῆς
πληθύος αὐτίκα πρὸς πόλεμον τῷ Ῥουσελίῳ προσέβαλε. Μὴ ἐνεγκόντων
δὲ τῶν Ῥωμαίων τὴν τῶν Φράγκων ἐπίθεσιν φυγὴ γίνεται παντὸς τοῦ
στρατοῦ, καὶ ἁλώσιμος ὁ καῖσαρ τῷ Ῥουσελίῳ καθίσταται καὶ ἄλλοι
πολλοί, τοῦ Βοτανειάτου μόνου φυγόντος σὺν ὀλίγοις τισίν. Ἐγεγόνει
τοίνυν ὁ Ῥουσέλιος ἐκ τούτου μέγας καὶ διαβόητος τῷ μεγέθει τοῦ κα-
τορθώματος. Χωρῶν δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν καίσαρα εἶχε σι-
δηρόδετον καὶ πολλοῖς ἀνιαροῖς περιαντλούμενον καὶ λυπηρῶν κύμασιν
ἀλλεπαλλήλοις βαλλόμενον. Ὡς δὲ προσηγγέλθη καὶ τοῦτο δὴ τὸ οἰκεια-
κὸν ἀτύχημα τῷ βασιλεῖ καὶ ἡ τοῦ Φράγκου ἐπιδημία τοὺς πάντας ἐξ-
έπληξε, πολλή τις ἀθυμία καὶ μέριμνα κατέσχεν αὐτόν τε καὶ τοὺς λοιποὺς
ἅπαντας. Τὴν ἐξ ἐκείνου οὖν ὁδοιπορίαν διηνυκὼς ὁ Ῥουσέλιος, ἐπαγό-
μενος μεθ' ἑαυτοῦ τόν τε καίσαρα καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς
σὺν τῷ Διογένει αἰχμαλωσίας ἀπολυθέντα, κατασκηνοῖ ἐν Χρυσοπόλει
καὶ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκε τὸ πῦρ καὶ πολλὴν ἀνήγειρε τοῖς ἐποίκοις
τὴν βοὴν καὶ τὸν κωκυτόν. Καταμαλάξαι δὲ σπεύδων ὁ βασιλεὺς τὴν τοῦ
βαρβάρου θρασύτητα ἀξίωμά τε ὑπισχνεῖται κουροπαλάτου δοῦναι αὐτῷ,
προσεπιπέμπει δὲ καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα. Μεταπέμπεται δὲ καὶ
Τούρκους κατ' αὐτοῦ λαθραίως, πολλαῖς ὑποσχέσεσι πείθων τὸν Ῥουσέλιον
καταγωνίσασθαι. Ὁ δὲ ὁρῶν ἑαυτὸν ἀσθενῆ πρὸς τοσαύτην πληθύν,
Νικηφόρος Ι θεολόγος. Refutatio et eversio definitionis synodalis anni 815 Ch. 84, l.
4
δι' αὐτό γε τοῦτο καὶ ἐπ' ὀνόματι τῶν ἁγίων ἐκκλησίας δομεῖ-
σθαι, καθ' ἃς μάλιστα καὶ τὰ ὁμοιώματα αὐτῶν ἀναφέρεται, ἵνα
ταῖς εἰκόσιν ὁμοῦ, ἐν αἷς μάλιστα ὁ αὐτὸς κατὰ τὴν μνήμην
λόγος ἐμφαίνεται, συνοιχήσωνται καὶ ἀφανισθήσωνται.ῥεμ-
βασμὸν δὲνοὸς τὴν τῶν ἁγίων μνήμην ὁ ἐναγὴς ὁριζόμε-
329
οἶδ' ὅπως ἀποστέρξας ὡς οὐχ ἱκανῶς περὶ τοῦ προκειμένου εἰπούσας καὶ
ἑτέρως αὐτὸ διηρμήνευεν.
Ἀμέλει καὶ σύνοδον συγκροτήσας καὶ ἅπαν ὅσον τοῖς θείοις ἔχαιρε
δόγμασι συναθροίσας ἐνῆγεν ἕκαστον ἐν τόμῳ δογματικῷ ὑπογράφειν
ὁρίζοντας οὑτωσὶ “ἀποδέχομαι μὲν καὶ τὰς περὶ τοῦ ὁ πατήρ μου μείζων
μού ἐστι τῶν θεοφόρων πατέρων φωνάς, λέγω δὲ εἰρῆσθαι τοῦτο καὶ
κατὰ τὴν ἐν αὐτῷ κτιστὴν καὶ παθητὴν σάρκα.”
Τοῦτο δὲ οὐκ οἶδ' ὅπως τὸ ἔλαττον πρὸς τὸν πατέρα τῷ υἱῷ σαρκο-
φορήσαντι περιτίθησιν, ὡς εἴπερ ἀπωλίσθησε τῆς ἰσότητος διὰ τὴν τῆς
ἀνθρωπίνης φύσεως πρόσληψιν καὶ τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, μὴ τὴν
ἰδίαν καὶ οὕτως ἀνασώζων δόξαν, τοῖς δὲ τῆς κενώσεως μέτροις ἐναπο-
μείνας, ἢ μὴ θεώσας καὶ ὑψώσας τὸ ταπεινὸν καὶ τῶν οἰκείων αὐχημά-
των μέτοχον ἀποδείξας ἐξ αὐτῆς ἑνώσεως, ἀλλ' ὑπ' αὐτοῦ τοὐναντίον
ταπεινωθείς, ὅπερ ἄτοπον.
Ἀμέλει καὶ γραφαῖς ἐρυθραῖς ὡς φλογίνῃ ῥομφαίᾳ τὸ δόγμα τοῦτο
διειληφώς, ἀπειλούσαις θάνατον καὶ ἀποκήρυξιν πίστεως τῷ προσεμ-
βλέψαι ὅλως ἔνδον τολμήσαντι καὶ κατὰ πρώτην τοῦ νοῦ κίνησιν, πολ-
λοῦ δέω εἰπεῖν ἐπιλαβομένῳ καὶ ὑποτονθορύσαντι, ἔπειτα καὶ λιθίναις
πλαξὶν ἐγχαράξας ὑποθήκαις τινῶν ἐπὶ Νεὼ τοῦ Μεγίστου ἀνέθετο.
ὑφωρῶντο γὰρ τὴν τῶν κυρωθέντων ἀνάλυσιν ὡς εἰς αὐτὸν τὸν Λόγον
καὶ ὡς ἀπὸ ῥινὸς ἑλκομένους ἐχλεύαζε καὶ πρὸς πᾶσαν τῶν κρατούντων
θεραπείαν τε καὶ θωπείαν ἑτοίμως ἔχοντας ἐκωμῴδει, ὥστε καὶ τῶν παρ'
αὐτοῦ θηρωμένων ἐλάφων τὰ κέρατα, ὁπόσα εἰς ὕψος ἦρτο καὶ εἶχόν τι
θαύματος, ταῖς κατὰ τὴν ἀγορὰν ἁψῖσιν ἀνήρτα, τῷ μὲν δοκεῖν εἰς ἔν-
330
δειξιν τοῦ μεγέθους τῶν παρ' αὐτοῦ ἁλισκομένων ἀγρίων, τῷ δὲ ὄντι δια-
μωκώμενος τὸ πολίτευμα καὶ διασύρων εἰς ἀκρασίαν τῶν γαμετῶν.
Ὁπηνίκα δὲ κατὰ τὴν μεγαλόπολιν γένοιτο τῶν τῆς Προποντίδος
τρυφηλῶν χωρίων καὶ περιττῶν ἀπανιστάμενος διαιτήσεων, οὐκ ἦν
μὴ ἀποφράδα κρίνεσθαι τὴν τότε ἡμέραν· οὐ γὰρ δι' ἄλλ' ἄττα παρεῖναι
ἐδόκει ἢ ὡς θύσων καὶ ἀπολέσων ὁπόσον ὡς ἐπίβουλον ὑπωπτεύετο.
καὶ ἡ Ἀνδρονίκου ἐπιδημία τοῖς πολλοῖς ζημία καὶ δυσθυμία ἢ καὶ τοῦ
βίου ἐκδημία καὶ ἔσχατον ἄλλο κακὸν συλλελόγιστο, ἐπειδήπερ ὁ ἀνὴρ
ὡσεὶ καὶ γραμμὴν μονοδιάστατον καὶ μηκιζομένην εἰς τὸ λεπταλέον καὶ
ἀπλατὲς ἐν τῷ ἐδαφίῳ τῆς ψυχῆς τὴν οἰκείαν καθάπαξ ὠμότητα προϋ-
ποθεὶς καὶ πρὸς ταύτην ἅπαν ἀποστενῶν τὸ πραττόμενον ἀβίωτον
ὅλως ἥγητο τὴν ἡμέραν, καθ' ἣν οὐκ ἐκρεωβόρησέ τινα τῶν ἐν ὑπεροχαῖς
ἢ λύχνους οὐκ ἔσβεσε σώματος ἢ ὁτουδήτινος οὐ καθήψατο φιλονείκως
ἢ ἐπιτιμητικῷ βλέμματι καὶ Τιτανικῷ ἐμβριμήματι μὴ ἐξέστησε τοῦ
φρονεῖν. παιδαγωγῷ γὰρ ἐμβριθεῖ ἐοικὼς θαμὰ τῶν μειρακίων κατα-
φέροντι τὴν σκυτάλην εὐκαίρως ἀκαίρως ἐπέπληττεν ἐφιστάμενος καὶ
πρὸς πᾶσαν ἀκοὴν ἐκείνῳ ἀνήδυντον παρωξύνετο.
καὶ τοῖς θηρίοις τοῦ καλάμου ἐπιτιμᾷ. ἂν οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν
ἵπποις, ἀλλὰ ψευδὴς ἵππος εἰς σωτηρίαν, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ
ἀνδρὸς εὐδοκεῖ. εἰ δείκνυσι τῷ οἰκείῳ λαῷ σκληρὰ καὶ οἶνον κίρνησι
κατανύξεως, ἀλλ' ἑτοιμάζει καὶ τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων,
καὶ προτείνει ποτήριον εὐφροσύνης μεθύσκον ὡσεὶ κράτιστον. εἰ τοὺς
μαστιγοῦντας ἐκ περάτων ἄγει τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν καὶ
διὰ προφήτου βοᾷ μεγακήρυκος “γίγαντες ἔρχονται πληρῶσαι τὸν
θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω
αὐτούς,” ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν
κακῶν μαστίζει τοῖς χείροσι, χάριν εἰδὼς οὐδαμῶς, εἰ χρῆται τούτοις
ὀργάνοις εἰς ὄλεθρον πόλεων καὶ κακοῖς ἐπιδημίοις καὶ δημίοις ἀνθρώπων
ἀνοικτίρμοσιν, εἴτε μὴν ὡς νοσηλεῖαι καὶ φάρμακα συναίρονταί οἱ ἐν
πλείστοις ὡς ψυχῶν ἰατρῷ, οἷς καὶ φύσις τοιάδε τις ἐμφαίνεται τοῖς
ἐπιστήσασι πρόδηλος. αἱ μὲν γὰρ ἢ τοῦ κάμνοντος ἀναρρωσθέντος
ἐκμαρανθεῖσαι τοῦ δρᾶν ἔληξαν ἢ τῷ πάσχοντι συνδιόλλυνται· τὰ δ'
ἀκεσίνοσα φάρμακα τὸ καχεκτοῦν ἰασάμενα ταῖς τῶν ὑλῶν ἀτιμοτέραις
συμπρόεισιν ἀχρειούμενα.
Χρῆναι τοίνυν φημὶ μὴ βιβλίον ἀποστασίου πρὸς θεοῦ δεδομένον
ἡμῖν ἢ γοῦν τῶν ἀγριελαίων βαρβάρων ἐγκέντρισιν εἰς τὴν καθ' ἡμᾶς
καλλιέλαιον τὰ ἐπιόντα οἴεσθαι δεινά, ἀλλὰ παιδείαν μικράν, ὁποίαν
ἴσησιν ἐπάγειν θεός, ἀνιεὶς τοῦ ἄγαν μηδ' ἐνδιδοὺς τὰ πάντα τοῖς
Ἐπιδημία. ἡ συγκατάβασις.
Ἐπὶ Δηλίῳ μάχη. τὸ Δήλιον χωρίον ἐστὶ τῆς
Βοιωτίας, ἐν ᾧ μαχόμενοι οἱ Ἀθηναῖοι ὑπὸ
τῶν Βοιωτῶν ἐνικήθησαν.
Ἐπιθυμία. δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική· ἢ
ἐμψύχου πρώτη ὁρμὴ πρός τι τῷ φιλουμένῳ.
ἢ πόθον τῆς καθ' ἡδονὴν ἀπολαύσεως· ἢ λύπην
ἐπὶ τῷ μὴ κατ' ἐξουσίαν ὄντι καταθυμίῳ· ἢ
τινὰ σχέσιν οὗ μὴ πάρεστιν ἡ ἀπόλαυσις· ἢ
νοερά τις τῶν θείων φύσεων ὀρεκτικὴ κίνησις.
Ἐπίκληρος. ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ κα
οὖν ἐκεῖσε μικρὸν ὅσον ῥαΐσαι τὴν νόσον, περὶ τὸν Πρίλα-
πον ὥρμησεν. ἐκεῖσε γοῦν προσηκόντως συσκευασάμενος
καὶ μηχανήματα προσλαβόμενος καὶ ἁμάξαις τὰς ἑλεπόλεις
συγκομισάμενος ἐς τὸν Βελεσὸν ἐχώρει πολιορκῆσαι τοῦτον
καὶ τῆς τῶν ἐχθρῶν χειρὸς ἐξελεῖν. οἱ δὲ καὶ μόνον τῇ
τοῦ βασιλέως ἐφόδῳ καταβροντηθέντες καὶ μηδὲ ἀναμεί-
ναντες ἀναστῆναι μηχανήματα, εἰς συνθήκας ἐλθόντες ἐφ'
ᾧ μηδέν τι παθεῖν δεινόν, αὐτοῖς δὲ ὅπλοις καὶ πράγμασι
τοῦ ἄστεος ἐξελθεῖν, τοὺς ὅρκους πρὸς τοῦ βασιλέως λα-
βόντες ἐξῄεσαν τοῦ φρουρίου. ὁ δὲ βασιλεὺς ἐπείπερ
αʹ. Ὅπως μεταξὺ λύπης καὶ ἡδονῆς ἐγένετο ὁ κρατῶν διὰ τὰ συμβάντα
ἐν τῇ δύσει.
βʹ. Ὅπως, σχιζομένων τῶν κατ' ἀνατολήν, ὁ πατριάρχης διὰ ταῦτα τοῖς
ἐκεῖ ἐπιδημεῖ.
γʹ. Ὅπως τῷ Βουλγάρων βασιλεῖ Κωνσταντίνῳ ἡ τῆς Εὐλογίας θυγάτηρ
Μαρία εἰς γάμον ἐξεδόθη.
δʹ. Τὰ περὶ τοῦ Νογᾶ καὶ Τοχάρων, ὅπως εἶχον τὸ πρίν, καὶ περὶ τοῦ
πρώτου βασιλέως καὶ νομοθέτου αὐτῶν.
εʹ. Τὰ περὶ τοῦ Μυτζῆ καὶ ὅπως δέδωκε βασιλεῖ τὴν Μεσέμβρειαν.
ϛʹ. Περὶ τοῦ πρὸς τοὺς Σέρβους κήδους τοῦ βασιλέως καὶ διὰ ταῦτα τῆς
τοῦ πατριάρχου Ἰωσὴφ ἐπιδημίας ἐκεῖσε.
ζʹ. Τὰ περὶ τοῦ Δυρραχίου καὶ τοῦ σεισμοῦ τοῦ ἐκεῖ ἐνσκήψαντος.
ηʹ. Τὰ κατὰ τὸν ῥῆγα Κάρουλον καὶ ὅπως κατὰ τῆς πόλεως ἐξηρτύετο
στόλον.
θʹ. Ὅπως πρέσβεις ὁ βασιλεὺς διὰ ταῦτα πρὸς τὸν ῥῆγα Φραγγίας
ἀπέστελλεν.
ιʹ. Ὅπως τὰ κατὰ τὴν πόλιν ὁ βασιλεὺς παρεσκευάζετο, ἀκουομένου τοῦ
στόλου τοῦ Καρούλου.
ιαʹ. Ὅπως, τοῦ εἰς πάπαν προσκληθέντος Γρηγορίου πρὸς βασιλέα
πέμψαντος, ὁ βασιλεύς, ὑπερχόμενος πατριάρχην καὶ τοὺς τῆς ἐκκλη-
σίας, κατήπειγε τὴν εἰρήνην.
ἔτι δουκὸς καὶ τῶν περὶ τὸν Ἀτταλειώτην. 27. περὶ τοῦ Ἰωάννου τοῦ
Χοιροβοσκοῦ τοῦ καὶ Ματζουκάτου λεγομένου. 28. ἐκστρατεία τοῦ βα-
σιλέως Μιχαὴλ εἰς τὰ περὶ δύσιν. 29. ἀνδραγαθία κατὰ Γεννουϊτῶν
τοῦ τῶν Λαζῶν ἄρχοντος Ἀλεξίου. 30. τὰ κατὰ τὴν Ἄννην τὴν κατὰ
δύσιν βασίλισσαν. 31. ἀπόδρασις Ἀλανῶν ἐκ τοῦ μεγάλου δουκός, καὶ
ἀνδραγαθία περὶ τὰς Πηγάς. 32. τεράστιον τελεσθὲν παρὰ τῆς ἁγίας
ὁσιομάρτυρος Θεοδοσίας.
ΤΗΣ ΕΚΤΗΣ. πρόλογος. 1. περὶ τοῦ τῶν ἀνατολικῶν Τοχάρων
Κάνι τοῦ Καζάνη. 2. δημηγορία τοῦ βασιλέως πρὸς τοὺς σχιζομένους,
καὶ ἀπολογία ἐκείνων. 3. διαπεραίωσις τοῦ μεγάλου δουκὸς σὺν τοῖς
Κατελάνοις πρὸς δύσιν. 4. περὶ τῆς ἐπιδημίας τοῦ Μπυριγερίου Τέντζα
Κατελάνου καὶ τῶν κατ' αὐτόν. 5. δημηγορία πρὸς Κατελάνους τοῦ
βασιλέως. 6. προσαγγελία πρὸς βασιλέα κατὰ Κατελάνων τῶν Γεννουϊ-
τῶν. 7. ἄφιξις πρὸς βασιλέα τοῦ μεγάλου δουκὸς καὶ ὑπὲρ τοῦ Μπυρι-
γερίου ἀξίωσις. 8. αἰτία τῆς τοῦ σιτοκρίθου συναγωγῆς ἀπὸ δύ-
σεως. 9. ἐπισκευασία τῶν κατ' αὐτοὺς Γεννουϊτῶν κατὰ τὴν περαίαν.
10. περὶ τοῦ πειρατοῦ Ἀνδρέου καὶ τῆς αὐτοῦ παραδοχῆς. 11. μετά-
κλησις παρὰ βασιλέως Μπυριγερίου Τέντζα. 12. ὅρκοι τοῦ Μπυριγε-
ρίου Τέντζα καὶ ἀξιώματα. 13. ἀτασθαλία κατὰ δύσιν τῶν Κατελάνων.
14. πρεσβεία τῶν Κατελάνων πρὸς βασιλέα, καὶ ἀπολογία τοῦ βασιλέως.
15. ἀπόδρασις τοῦ μεγάλου δουκὸς Μπυριγερίου Τέντζα. 16. ἀποστολὴ
ἐλέει, οἷος αὐτὸς ἐπὶ τοῖς τοιούτοις ἐῴκει, ὥστε καὶ ἀραρότως
ἐπ' αὐτῇ πεποιθέναι καὶ τὰ εὐχαριστήρια ταύτης ἐπαγγέλλειν
ψάλλεσθαι, κἂν αὐτὴ ἐφιστῷτο ἡ ἀναστάσιμος. τότε γοῦν καὶ
ἐπὶ πλέον ἐποτνιᾶτο, καὶ τῷ ἐκ τῆς φωταγωγοῦ ἐλαίῳ, πέμπων
338
ἐπὶ τῆς σκηνῆς, πάσης ἡδίω διατριβῆς τὴν πρὸς ἐκεῖνον τι-
θέμενος ὁμιλίαν,) ἔξω μὲν τῆς πύλης τοὺς νέους τῶν εὐγε-
νεστέρων πεζῇ θέοντας ἐκέλευεν ὑπαντᾷν, ἔνδον δὲ τῆς αὐ-
344
.-Sphrantzes Hist., Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
P. 316, l. 14
τοῦ; ἀδυσώπητος καθιεῖται κριτὴς ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.” Εἶτα δι-
δάσκει κατὰ τὴν προτέραν αὖθις παρουσίαν ὑπ' αὐτοῦ δρώμενα. “Διότι αὐτὸς πορεύε-
ται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ
καθαρίζων
τὸ ἀργύριον καὶ τὸ χρυσίον.” Σημαίνει διὰ τούτων ὁ προφήτης τὴν διὰ τοῦ ἁγίου
πνεύματος κάθαρσιν, ἣν θεανδρικῶς ὁ λόγος πολιτευσάμενος ἡμῖν ἐχαρίσατο· καὶ
γὰρ
ἐν τούτῳ μυστικῶς τοὺς προσιόντας ἀναχωνεύει καὶ νεουργεῖ, τῷ πυρὶ τοῦ πνεύματος
χρώμενος οἷα δημιουργὸς ὁ δεσπότης, καθάπερ τινὶ πόᾳ τῷ ὕδατι τοῦ βαπτίσματος
τὸν
τῆς ἁμαρτίας ῥύπον ἀποσμήχει καὶ τῷ πυρὶ τοῦ πνεύματος τοῦ ταύτης ἰοῦ τὰς ἡμετέ-
ρας ἐλευθεροῖ ψυχάς. Μεθ' ἣν τοῖς μὴ φυλάξασιν εἰς τέλος τὴν ψυχὴν ἀκηλίδωτον
φοβερὸς ὀφθήσεται καὶ ἀπαραίτητος κολαστής, τὸ δεύτερον αὖθις ἐπανιών. Καὶ μετά
τινα, τῆς δευτέρας πάλιν ἐπιδημίας ὑπομιμνήσκει· “Ἰδοὺ ἐγὼ ἀποστελλῶ ὑμῖν Ἠλίαν
τὸν Θεσβίτην,” καὶ σημαίνων τὸν καιρὸν ἐπήγαγε· “Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου
τὴν μεγάλην καὶ ἐπιφανῆ”, τὴν τῆς δευτέρας λέγων ἐπιφανείας. Διδάσκει δέ, ἅπερ ὁ
μέγας Ἠλίας ποιήσει παραγεγόμενος “Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς
υἱόν.”
Ἐπειδὴ οἱ πατέρες τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο ἔοικε λέγειν, ὅτι ἀποκαταστή-
σει τοῖς δόγμασι τῶν υἱῶν αὐτῶν, ἤτοι τῶν ἀποστόλων, τὰς τῶν πατέρων καρδίας,
του-
τέστι τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν· ἀποκαταστήσει δὲ τοὺς
εὑρηθησομένους
τηνικαῦτα πρὸς τὴν εἰς Χριστὸν εὐγνώμονα πίστιν ὡς εἰς πατρῶον περὶ τὴν εὐσέβειαν
κλῆρον, πάλαι δι' ἀπιστίαν ἐκπεπτωκότας αὐτοῦ. “Καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν
πλη-
349
σίον αὐτοῦ.” Καὶ τοὺς ἀδελφοὺς γὰρ ἀδελφὰ παρασκευάσει φρονεῖν. Καὶ δεικνὺς τὸν
σκοπὸν, δι' ὃν Ἠλίας πρότερος παραγίνεται, ἐπήγαγε· “Μὴ ἐλθὼν πατάξω τὴν γῆν
Ἐκ τοῦ εἰς Φλαβιανὸν προπεμπτικοῦ· τὸ προοίμιον.
Κρείττονά με λύραν, ὦ φίλε, κάμνοντα, ἵνα σε μετὰ
Λιβύην ἀσπάσωμαι, φεύγων ἐξαίφνης εἰς στυγνὸν μέλος
ἀπέρριψας. Οὔπω τὸ ἔαρ ὤφθη, καὶ χειμὼν Ἑλλησπόν-
τιος προσβαλὼν τὴν ψυχὴν πήγνυσιν· οὔπω τὸν ἥλιον
εἴδομεν, καὶ τὰς ἀκτῖνας ἑτέρωσε κλίνων ἀπειλεῖ νύκτα
ποιήσειν τοῖς Ἕλλησι. Πρὶν μειδιᾶσαι στυγνάζομεν, πρὶν
ἐπιδήμια θῦσαι θεοῖς ἐνοδίοις εὐχόμεθα. Λόγους
δὲ χειρὸς ἀτολμοτέρους ἐλέγχεσθαι, ὀκνοῦντας ποιεῖν ἃ
κηρός τε ἐθέλει καὶ σίδηρος. Διέπλει γὰρ ἀεὶ τὸ
κλέος ἀπὸ Λιβύης εἰς Ἕλληνας. Τὴν μὲν Αὔραν
ἐποίει καὶ τεθρυμμένην καὶ παίζουσαν, οἵας τὰς Λυ-
δὰς ποιοῦσι ζωγράφοι κατὰ πινάκων τέχνῃ μεθύσαντες.
Μικρὸν οὖν ἀναβιβάσαντες ἐκ μέσου τὸν λόγον, εἶτα
ῥυῆναι κατὰ Λιβύης ἐάσομεν. Νικᾷ δὲ οὐδεὶς, ὅτι
τὰ πάντα θαυμάζεται. Ἀλλ' ὁ λόγος γὰρ ἀκολουθήσας
τῷ πόθῳ ὥσπερ τινὶ βιαίῳ ῥεύματι, μικροῦ πρὸς ἑτέραν
τική. καὶ τόπος δὲ ἦν ἐν τοῖς οἴκοις, ὅπου τῇ τοιαύτῃ Ἑστίᾳ ἔθυον καὶ αὐτὸς
ἱερὸς [ἑστιούχῳ Διῒ] καλούμενος καὶ ἱστία, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται.
Ἀπὸ τῆς τοιαύτης ἑστίας ὡς ἀξιολόγου μέρους καὶ ὁ ὅλος οἶκος ἑστία λέγεται,
καθὰ καὶ ἀπὸ τοῦ κατὰ θυσίαν βωμοῦ βωμὸς παρὰ τοῖς νεωτέροις ὁ ὅλος
ναός, καὶ ἀπὸ τοῦ κατὰ τὴν στάσιν τῆς νηὸς ὅρμου ὅρμος ὁ ὅλος λιμήν. ὁ τοίνυν
μὴ ἔχων ἑστίαν ἐστὶ πάντως ἀνέστιος. Τὸ δὲ «ἔραται» ἢ ἀπὸ ἐνεστῶτος γίνεται
σεσιγημένου τοῦ ἔρημι, ἐξ οὗ τὸ ἔραμαι, ὡς ἵστημι ἵσταμαι, ἢ παθητικὸς
παρακείμενός ἐστιν ἀναύξητος ἀπὸ τοῦ ἐράω ἐρῶ. Οὕτω δὲ διχῶς δύναται
καθίστασθαι καὶ τὸ ἄγαμαι. Τέτριπται δὲ ἡ τοῦ τοιούτου ῥήματος προπαρο-
ξυτόνησις καὶ παρὰ ἑτέροις ῥήτορσι καὶ οὐκ ἔστιν αὐτὸ προπερισπᾶν ὡς ἀπὸ
τοῦ ἐράω ἐρῶ. Ἐπιδήμιος δὲ νῦν μὲν ὁ ἐν δήμῳ πόλεμος, τουτέστιν ὁ ἐμφύλιος.
ἐν Ὀδυσσείᾳ δὲ ἡ λέξις ἐπὶ ἀνθρώπου τίθεται διάγοντος ἐν τῇ πατρίδι. ἐν δέ
γε τῇ τελευταίᾳ ῥαψῳδίᾳ τῆς Ἰλιάδος ἑτεροῖόν τι σημαινόμενον κεῖται τῆς
τοιαύτης λέξεως. [Δῆλον δὲ ὅτι καὶ ἐπιδήμια νοσήματα λέγεται. Καὶ ἄλλως
δέ, ἐπιδήμιος πόλεμος ὁ κατὰ δήμου. Πολλαχοῦ γὰρ ἡἐπι πρόθεσις οὕτω
νοεῖται, ὡς καὶ ἐν τῷ «δαιμονίη τί μοι ἐπέχεις», ὅπερ ἐστὶ κατ' ἐμοῦ ἔχεις,
καὶ ἐν τῷ ἐπίρρητος ὁ καταρρήσεων ἄξιος, καὶ ἐν ἄλλοις δέ]. Σημείωσαι δὲ
ὅτι τὸν σκοπὸν τῆς ῥηθείσης γνώμης, ὅς ἐστι τὸ δώροις τὸν Ἀχιλλέα προ-
καλέσασθαι εἰς σπονδήν, οὐκ αὐτίκα ὁ Νέστωρ λαλεῖ τῷ βασιλεῖ, ἀλλὰ μετὰ
δόρπον, ὅτε, ὡς εἰκός, καὶ εὐέντευκτος ὢν πεισθήσεται.
360
Πρίαμος εὐθὺς αὐτίκα, εἰπὼν «σπεύσατέ μοι, κακὰ τέκνα, κατηφόνες, αἴθ' ἅμα
πάντες Ἕκτορος ὠφέλετε ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι». ὅπερ ὅμοιόν ἐστι τῷ
»τρεῖς ἑνὸς ἀντιπεφάσθαι». (v. 255 s.) Εἶτα οἰκτιζόμενος, ἃ δὴ πατρὶ χειρόνων
παίδων ἁρμόττει ἐστερημένῳ τῶν κρειττόνων, φησὶν ἠθοποιητικῶς· «ὤμοι ἐγὼ
πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι
λελεῖφθαι». (v. 257 – 62) Ἐν οἷς μετρήσας τὸν προρρηθέντα Μήστορα καὶ τὸν
Τρωΐλον μετ' ἐπιθέτων σεμνῶν, ὡς προελέχθη, καὶ τὸν Ἕκτορα δὲ ἄνευ
ἐπιθέτου, ὅμως ἄλλως αὐτὸν σεμνύνει, εἰπὼν «ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν,
οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. τοὺς μὲν ἀπώλεσ' Ἄρης,
τὰ δ' ἐλέγχεα πάντα λέλειπται, ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι,
ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες». (v. 263 s.) Ἦν δὲ τὸ ἔργον, εἰς ὃ
τοὺς υἱοὺς ἐπέσπευδεν, ἐφοπλίσαι ἅμαξαν καὶ ἐπιθεῖναι τὰ λύτρα, μικρὸν μὲν ὂν
καὶ ἐλαφρόν, δριμέως δὲ ἐπιταχθὲν ἐν ὀλιγίστῳ. φησὶ γὰρ «οὐκ ἂν δή μοι
ἅμαξαν ἐφοπλίσητε», ἢ «ἐφοπλίσαιτε τάχιστα, ταῦτά τε πάντ' ἐπιθεῖτε», τὰ πρὸ
ὀφθαλμῶν δηλαδὴ κείμενα δῶρα, «ἵνα πρήσσωμεν ὁδοῖο», τουτέστιν, ὡς καὶ
ἀλλαχοῦ κεῖται, ὁδεύσωμεν. Καὶ ὅρα ὅπως τόπον εὗρεν ὁ ποιητής, ἐν ᾧ
εὐαφόρμως κατηγόρησε τῶν Πριαμιδῶν, χαρακτηρίσας αὐτοὺς σκωπτικῶς.
(v. 253) Εἰσὶ δὲ κατηφόνες μὲν οἱονεὶ αὐτόχρημα κατήφειαι. θηλυκὴ γὰρ ἡ
προσηγορία κατὰ τὸν Ἀρίσταρχον. διασαφητικὸν δέ πώς ἐστι τοῦτο τοῦ «κακὰ
τέκνα».
δοκεῖ ἐκ Θεοκρίτου, ὃς πλυθῆναί τι ἔφη πρὸς κράναις Ὡρᾶν, ἤγουν πρὸς ταῖς
κρήναις αὐτῶν τῶν Ὡρῶν, ἃς κάλλος ἔστι νοεῖν, σεμνύνων ἐκεῖνος οὕτω τὸ
καλῶς πλυθέν. Ὅμηρος δὲ μεγάλα λέγων πρὸς ὄγκον σεμνὸν ἄλλως ταῖς
Ὥραις ἀνατίθησι τὰ οὐράνια, οὐ σμικρολογούμενος ταπεινῶς. ὅτι δὲ ὥρα καὶ
ἐπὶ κάλλους λέγεται, δῆλον καὶ ἐκ τοῦ «ἐν Σάμῳ Ἀφροδίτην ἑταῖραι ἱδρύσαντο,
ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας». τοιοῦτον δέ τι καὶ τὸ «γυναῖκες αἱ ἐν ὥρᾳ».
ἴσως δὲ αὐτὸ καὶ χρόνον δηλοῖ, καθὸ καὶ ὡραῖαι γάμου αἱ αὐταὶ λέγονται, ὡς
καὶ βότρυς ὡραῖος τρυγᾶσθαι. ἡ δὲ τοιαύτη ὥρα καὶ τὸ ὡρολογεῖν ποιεῖ καὶ τὸν
ἐξ αὐτοῦ ὡρολογητήν, ὃν ὁ παρὰ τῷ Ἀθηναίῳ Τίμων λαβάργυρον ἔφη ὡς ἐπὶ
μισθῷ ὡρολογοῦντα. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ, ὡς ἐρρέθη, ἀρνῶν καὶ
ἐρίφων ἐπιδήμιοι ἅρπαγες καὶ ἀναίδειαν καὶ θηριωδίαν καταλαλεῖ τῶν
εἰρημένων Πριαμιδῶν. θῆρες γὰρ ἁρπακτῆρές εἰσιν, οἳ καὶ δημοτικοῖς
ἐπιτίθενται ζῴοις, ὁποῖος καὶ ὁ τοῦ Ἀράτου μονόλυκος ὅτε λιμὸν καραδοκεῖ.
Ὅτι δὲ σκῶμμα στρατιωτικόν ποτε καὶ τὸ λύκος, δηλοῖ καὶ Ἀθήναιος, ἔνθα
ἱστορεῖ ὡς Γνάθαινα ἡ ἑταιρίς, ἐπεὶ δύο τινὲς αὐτὴν ἐμισθώσαντο, στρατιώτης
καὶ μαστιγίας, ὁμώνυμοι, ὡς ἔοικε, ποταμοῖς, καὶ ὁ στρατιώτης ἀναγωγότερον,
ἤγουν ἀπαιδευτότερον, λάκκον αὐτὴν ὠνόμασε, πῶς ἔφη; καὶ αὐτίκα λύουσα ἡ
αὐτὴ ἐπεῖπεν· ἢ ὅτι δύο ποταμοὶ ἐμβάλλετόν μοι ὁ Λύκος καὶ ὁ Μαστιγίας,
σκώψασα ἐκείνη τὸν στρατιώτην μὲν τῷ τοῦ λύκου ὀνόματι,
ἐραστὴν τῷ τοῦ μαστιγίου. ἐπορίσατο δὲ τὸ τῆς ἐμβολῆς τῶν δύο ποταμῶν εἰς
ἕνα λάκκον ἡ Γνάθαινα νόημα ἐκ τῶν Ὁμηρικῶν δύο μεγάλων κρουνῶν, οἳ
συμβάλλουσιν εἰς μίαν μισγάγκειαν. σοφὴ δὲ ἡ ῥηθεῖσα Γνάθαινα ὑποκοριζομένη
καὶ εἰς Γναθαίνιον. ἧς ἀπομνημονεύεται καὶ ὅτι φαῦλον παλαιστὴν ὀνηλάτην
ἀπειλήσαντα καταβαλεῖν γύναια σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις,
ἔσκωψεν εἰποῦσα ἰαμβικῶς· μὴ δῆτ', ἄνερ, οὐδέποτε γὰρ τοῦτ' ἔστι σοι
πεπραγμένον, ἤγουν τὸ ῥῖψαί τινα.] (v. 261) Τὸ δὲ «ὀρχησταὶ χοροιτυπίαις
ἄριστοι» ἀντὶ τοῦ οὐκ ἐν πολέμῳ ὀρχησταί, οἷός που ἐν τοῖς πρὸ τούτων ἐρρέθη
τις τῶν ἡρώων, οὐδὲ τὰ ἐνόπλια πυρριχίζοντες, [ὃ δὴ πολλάκις βασιλεῦσιν ἔργον
ἦν ἡδύ. Ἀντιόχῳ γοῦν, βασιλεῖ τῷ μεγάλῳ, πρὸς ὅπλα τινὲς ὠρχοῦντο ἐν τῷ
δείπνῳ,] ἀλλὰ τὰ ἐς χοροὺς ὀρχούμενοι. Ἐπιδήμιοι δὲ οἱ μὴ τὰ τῶν πολεμίων
ἀλλὰ τὰ τοῦ ἰδίου δήμου ἁρπάζοντες καὶ δημοβόρων δίκην ἀδικεῖν τοὺς οἰκείους
γενναῖοι. ὅθεν παροιμία «οἴκοι λέοντες, ἐν δὲ μάχῃ ἀλώπεκες». [Λέγει δὲ καὶ
ἡ καθωμιλημένη γλῶσσα τοὺς ἀτυχεστέρους τῶν ἀρχόντων ἰσχυροὺς εἶναι κατὰ
τοῦ ὑπ' αὐτοὺς δήμου. Τὸ δὲ ἐπιδήμιον ἔγνωσται καὶ τοῖς Ἀσκληπιάδαις, ἐπὶ
νοσημάτων μέντοι.] Τὸ δὲ ἁρπακτῆρες ποιηταῖς φίλη λέξις, καθὰ καὶ τὸ
φυλακτῆρες, καὶ τὸ πρηκτήρ καὶ ῥητήρ καὶ θηρητήρ. (v. 264) Τὸ δὲ «ἐπιθεῖτε»
ἐκ τοῦ ἐπιθείητε συγκέκοπται, καὶ ἔστιν ἀκόλουθον τῷ ἐφοπλίσσαιτε εὐκτικῷ. οἱ
δὲ γράφοντες «ἐπιθῆτε» διὰ τοῦη ποιοῦσιν οὕτω πρὸς ἀκολουθίαν τοῦ
»ἐφοπλίσσητε» κατὰ ἔγκλισιν ὑποτακτικήν.
ὀσσόμενον μὲν
ἀεὶ ἐν φρεσὶ τὸν πατέρα εἴ ποθεν ἐλθὼν σκεδάσει τοὺς μνηστῆρας. ἄρτι δὲ κατὰ τὸν
τῆς Ἀθηνᾶς λόγον,
μᾶλλον ἐποτρυνθέντα. καὶ ἀπὸ τοῦ βουλεύεσθαι, εἰς πρᾶξιν παρακινηθέντα. δι' ἧς καὶ
περὶ τοῦ πατρὸς
ἐνόμισέ τι μαθεῖν. καὶ κλέος ἐσθλὸν σχεῖν ὡς φιλοπάτωρ. ἤδη γὰρ ὁ Τηλέμαχος
ἡλικίας ἐπέβη τελειοτέ-
ρας, καὶ φρονεῖν ἐχούσης, καὶ οἵα συνιέναι οἷα ὑπὸ τῶν μνηστήρων ἔπασχεν. ἡ δὲ εἰς
Σπάρτην καὶ εἰς
Πύλον ἀπέλευσις αὐτοῦ, καὶ ἄλλως ἐπιτετήδευται τῷ ποιητῇ εὐμεθόδως, εἰς
πλατυσμὸν τῆς τε ποιή-
σεως, καὶ εἰς διασκευὴν καὶ διατριβὴν λόγου χαρίεσσαν. καὶ εἰς πορισμὸν συχνῆς
ἱστορίας ὡς μετὰ
ταῦτα φανήσεται. ἔτι δὲ καὶ εἰς πολλὴν ποιητικὴν πιθανότητα. νησιώτης γὰρ ὢν ὁ
παῖς καὶ μηδὲν
εἰδὼς ἢ φρονῶν ἄξιον τοῦ πατρὸς, μανθάνει ἐν τῇ τοιαύτῃ ἀποδημίᾳ πρὸς τῶν εὖ
εἰδότων, πολλὰ καὶ
καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλο-
σόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς
ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς
λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην
καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν
μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας
ἰατρείαν προσφέροντας· καὶ τῶν μὲν ψευδωνύμων θεῶν τὸν πλά-
νον ἐληλαμένον, τοῦ δὲ ἡμετέρου Σωτῆρος τὰ δόγματα κηρυτ-
τόμενα. Τοῦτο γὰρ δὴ καὶ ὁ Πορφύριος, ἐν οἷς καθ' ἡμῶν
ξυνέγραψεν, εἴρηκεν· «Νυνὶ δέ» φησι «θαυμάζουσιν, εἰ τοσού-
των ἐτῶν κατείληφε νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας
καὶ τῶν ἄλλων θεῶν οὐκέτι οὔσης· Ἰησοῦ γὰρ τιμωμένου, οὐ-
δεμιᾶς δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο.» Ταῦτα ὁ πάντων
364
ΕΛΛΑΔΙῼ ΚΟΥΡΑΤΩΡΙ.
“Πατέρα.” Καὶ εἶπε Κύριος πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα
ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίδα, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς
υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους
καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.
καῖον. δεῖν γὰρ οἶμαι τὰ τοιάδε πολυπραγμονεῖν καὶ
καταθρῆσαι λεπτομερῶς. μετὰ γάρ τοι τὴν πρώτην, τὴν
μαχλάδα καὶ σεσοβημένην, ἕτερον τῷ προφήτῃ γύναιον εἰς-
κρίνεται, τοῖς τῆς μοιχείας ἐγκλήμασιν ἐνεχόμενον. καὶ τίς
ὁ λόγος; ἡ μὲν γὰρ τῶν Ἰουδαίων πληθὺς, ἡ πρὸ τῆς τοῦ
Σωτῆρος ἡμῶν ἐπιδημίας, ἅτε δὴ καὶ ἀφυλακτότερον καὶ
μάλα ἑτοίμως ἰοῦσα πρὸς πλάνησιν, καὶ δαμάλεσι μὲν
370
ὅρον, οὐχ ὅτι ὅρῳ ἐστὶ περιλαβεῖν τοὺς ἀνθρώπους τὸν Θεὸν, ἀλλ'
ὅτι οἶδεν ὁ Υἱὸς τὸν ἑαυτοῦ Πατέρα, καὶ τί κατὰ φύσιν ἐστὶν ὁ
γεννήσας αὐτόν. Τί ἐστιν ὅπερ εἶπεν, “ὅτι Ἀβραὰμ ὁ πατὴρ
“ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν,” καὶ τὰ ἑξῆς;
Ἡμέραν ἐνταῦθα λέγει τὴν τοῦ σταυροῦ, ἣν ἐν τῇ προσφορᾷ τῇ
τοῦ Ἰσαὰκ προδιετύπωσε· ἐπαινεῖ δὲ ὡς εὐφρανθέντα τὸν Ἀβραὰμ
διὰ τὸν σταυρὸν, δεῖξαι θέλων, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρ-
χεται.
{Ἀμμωνίου.} Δείκνυσιν αὐτοὺς κἂν τούτῳ τοῦ Ἀβραὰμ ἀλλο-
τρίους, ἐπείπερ ἐν οἷς ἐκεῖνος ἔχαιρεν, οὗτοι ἀλγοῦσι.
{Κυρίλλου.} Ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρὸν, περὶ ἧς ὁ
ψάλλων φησὶν, “αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλια-
“σώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”
Ἐπειδὴ δὲ ἐγγὺς τῶν πεντήκοντα ἐτῶν ἐνόμιζον εἶναι τὸν Χρι-
στὸν λοιπὸν, ὄντα περί που τριάκοντα τριῶν, εἶπαν, “πεντήκοντα
“ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;”
{Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείας.} “Πεντήκοντα ἔτη
“οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” Τί γὰρ ἐκώλυε τεσσα-
373
Καινή Διαθήκη. Catena in Acta (catena Andreae) (e cod. Oxon. coll. nov. 58)
P. 65, l. 11
Καινή Διαθήκη. Catena in Acta (catena Andreae) (e cod. Oxon. coll. nov. 58)
375
P. 65, l. 24
Καινή Διαθήκη. Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov.
58) P. 45, l. 25
Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς: Τίς ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ
376
καὶ θαλάσσης
συνήγαγε πάντα τὰ ἔθνη, πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ
ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς
πηγῆς τῆς ζωῆς.
Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ: Τῷ γὰρ νόμῳ κυρίου οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ'
αὐτοῦ οὐκ ἔστιν
ἀφελεῖν.
Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον: Ψευδώνυμον γνῶσιν μακράν μου
ποίησον.
Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ: Ἵνα μή, φησίν, πλησθεὶς
γνώσεως ἀκροατὴς
ὑπερήφανος γένωμαι, καὶ εἴπω Οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν· ἵνα μὴ πλησθεὶς
ἀπροσίτου γνώσεως, ψεύ-
στης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ
ἐνδεδεμένοι αἵματι καὶ σαρκί.
καλῶς δὲ καὶ τὸ ἕξης προστέθειται, τὸ Ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα
τοῦ θεοῦ· κλέπτει γάρ
τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. ἀλλὰ τοῦτο μὲν πρὸ τῆς
ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο·
νυνὶ δὲ ὁ Παῦλος φησίν· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέτω
δικαιοσύνην, ἵνα γνῶσιν κτησά-
μενος μεταδῶ καὶ τῷ χρείαν ἔχοντι τί γὰρ καὶ ἔστιν ὃ μή ἐστιν ἡμέτερον, ἵνα καὶ
κλέψωμεν οἱ πεπιστευκότες
Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστίν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς
δὲ θεοῦ.
Ἢ πενόμενος κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ μου: Οὗτος κλέπτει γνῶσιν, οὐχ
ὁ τὴν τοῦ προλα-
βόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. καὶ γὰρ πάντες
οἱ πεπιστευκότες Χριστῷ
ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται
κλέπται ἀλλοτρίων θεωρημάτων,
ἀλλὰ μᾶλλον κληρονόμοι πατρώων χρημάτων.
Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου: Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν
παραδῷς τῇ κακίᾳ,
εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶν τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν
ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρ-
τίαν διάβολος.
οὐκ οἴδασιν πῶς προσκόπτουσιν Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς
ἐπίστανται οὐδὲ τὴν αἰτίαν γινώσκουσι πόθεν προσκόπτουσιν,
ἀλλ' οὐδ' αὐτὸ τοῦτο ἴσασιν ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶ
γνώρισμα τῆς ἐσχάτης ἀνοίας.
4, 21ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ
Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ' ὧν γεννᾶται τὸ ὕδωρ
τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Καὶ ὁ Δαυίδ·
»ὤφθησαν, φησίν, αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκα-
377
Jo 9, 4
»Φῶς» ἐλθὸν «εἰς τὸν κόσμον» ἡμέραν λέγει τὸν τῆς ἐπιδημίας καιρόν,
ἐν ᾧπερ ἔδει αὐτὸν τὰ ἔργα τοῦ πατρὸς ἐργαζόμενον τὴν πρὸς ἐκεῖνον ἑαυτοῦ
δεικνύειν συγγενῆ ὁμοουσιότητα. νύκτα δὲ λέγει τὴν ἑαυτοῦ ἀναχώρησιν.
Röm 5,20 – 21
Röm 7,24
ἐπήγαγεν ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ
μὴ κατὰ σάρκα περιπατοῦσιν.
Röm 11,12
πρὶν ἀπαθὴς καὶ ἄνοσος δηλονότι, καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς
αὐτοῖς πάθεσι πεπτωκότες, ᾠκονόμησε ταῦτα νῦν τοῖς ἀσθενέσι καὶ ἀπί-
στοις, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων
γένος, διὰ πολλὴν χρηστότητα, ἀλλ' ἔδωκεν εἰς ψυχαγωγίαν καὶ ἐπιμέλειαν
καὶ θεραπείαν τοῦ σώματος τοῖς τοῦ κόσμου τούτου ἀνθρώποις τοῖς ἔξω πᾶ-
σι· ἐκείνοις γὰρ συνεχώρησε τούτοις χρᾶσθαι, τοῖς τῷ Θεῷ μηδέπω δυναμέ-
νοις ἑαυτοὺς ἐξ ὅλου ἐμπιστεύειν.
Σὺ δὲ ὁ μονάζων, ὁ προσεληλυθὼς Χριστῷ καὶ υἱὸς Θεοῦ βουλόμενος
εἶναι καὶ ἄνωθεν ἐκ Πνεύματος γεννηθῆναι καὶ ἀνώτερος τοῦ πρώτου καὶ
ἀπαθοῦς ἀνθρώπου, καὶ μείζονας ἐπαγγελίας ἐκδεχόμενος, τὴν τοῦ Κυρίου
ἐπιδημίαν τῆς εὐδοκίας, καὶ ξένος τοῦ κόσμου τούτου γενόμενος, καὶ καινο-
τέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν, παρὰ πάντας τοὺς
τοῦ κόσμου ἀνθρώπους, κεκτῆσθαι ὀφείλεις· ἐπεὶ ἐὰν οὕτως, ὡς καὶ πάντες,
διάγῃς, οὐδὲν διαφέρεις τῶν κοσμικῶν. Εἰ δὲ καὶ ὁ κόσμος γαμεῖ, ἐσθίει καὶ
381
πίνει, χρυσῷ καὶ ἀργύρῳ κέχρηται, ἐμπορίαις, τέχναις, πλούτῳ· ἅπερ πάντα
ᾠκονόμησεν ὁ Θεὸς τῷ ἀνθρώπῳ πεσόντι ὑπὸ τὴν ἁμαρτίαν. Οὐ γὰρ ἄνευ
Θεοῦ τι τῶν ἐν χρήσει οἰκονομηθέντων τοῖς ἀνθρώποις ἐροῦμεν εἶναι. Σὺ δὲ
πάντων τούτων ἐκτὸς γέγονας διὰ τὴν εἰς Χριστὸν τελείαν εὐαρέστησιν. Οὕ-
τω δὴ καὶ τῆς τοῦ κόσμου τῶν παθῶν θεραπείας, ἰατρικῶν τε ἐπιτηδευμά-
των ἐκτὸς εἶναι ὀφείλεις, ὡς προσπεφευγὼς Χριστῷ, τῷ πάντα παρέχειν
τοῖς ἑαυτοῦ δούλοις ἐπαγγειλαμένῳ.
γάλη ὥρα τῆς ἀνάγκης ἐκείνης· ὅταν ἡ φωνὴ κρατηθήσεται· ὅταν ἡ γλῶσσα
τὸν λόγον εἰπεῖν καθαρὸν οὐ δύναται. Εἶτα στρέφομεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ
ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους ἢ ἀδελφοὺς οὐ γνωρίζομεν· εἰ
τάχα καὶ γνωρίσωμεν, πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνάμεθα. Τὰ τέκνα ὀδυρό-
μενα καὶ δακρύοντα βλέπομεν, καὶ τὸν πόνον τοῦτον ἔχοντες πορευόμεθα.
Ἐν τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι μέριμνα πράξεων, οὐδὲ φίλων, οὐδὲ ἄλλη
φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων, καὶ πῶς ἀπαντή-
σωμεν τῷ κριτῇ, καὶ ὁποίαν ἆρα ἀπολογίαν εἴπωμεν, καὶ ποίαν ἄφεσιν λάβω-
μεν, καὶ ποῖος ἆρα τόπος δέξηται ἡμᾶς. Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης
ἐφίστανται ἡμῖν Ἄγγελοι ἀπότομοι παρὰ Θεοῦ ἀπεσταλμένοι. Τότε ἡμεῖς τού-
τους θεωροῦντες, καὶ τὴν ἐπιδημίαν αὐτῶν φρίξαντες, ἐὰν ἆρα ἀνευτρέπιστοι
εὑρεθῶμεν, πῶς μέλλομεν ταράσσεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες,
μὴ δυνάμενοι δέ; Τότε προσέχομεν πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς καὶ στυ-
γνῷ προσώπῳ, παρακαλοῦντες, δυσωποῦντες, γονυπετοῦντες, ἱκετεύοντες, βο-
ῶντες· ἐλεήσατε ἡμᾶς, φιλάνθρωποι ἅγιοι Ἄγγελοι, λέγοντες, ἐλεήσατε ἡμᾶς.
Μή με ἄκαρπον καὶ ἀκάθαρτον πρὸς τὸν Κτίστην ἀπενέγκατε. Μή με ἁμαρ-
τωλὸν τοῦ σώματος χωρίσητε. Μή, δέομαι καὶ δυσωπῶ. Ἐάσατέ με ὀλίγον
χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι. Δυσωπῶ, δυσω-
πήθητε, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα.
P. 187, l. 5
ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν ἔσται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς
πάντες ἰάθημεν. Πρὸς δὲ τοὺς ἀχαρίστους, καὶ ἀθετοῦντας τὰς εὐεργεσίας αὐτοῦ,
λέγει διὰ τοῦ Προφήτου· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ
τῆς ἀγαπήσεώς μου. Καὶ πεπλήρωται πάλιν ἐπ' αὐτὸν ἡ προφητεία ἡ λέγουσα·
οὐαί, τέκνα ἀποστάται, τάδε λέγει Κύριος. Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ καὶ συν-
θήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίας.
Ἡμεῖς δὲ ἀνυμνοῦμεν καὶ εὐχαριστοῦμεν καὶ προσκυνοῦμεν τὸν λυτρωσάμενον
ἡμᾶς Θεόν, ὅτι εὐσπλαγχνίσθη τῷ γένει τῶν ἀνθρώπων ὀλλυμένῳ ὑπὸ τοῦ Διαβό-
λου, καὶ οὐκ ἀφῆκεν ἡμᾶς εἰς τέλος κατακυριευθῆναι ὑπὸ τοῦ Ἐχθροῦ, ἀλλ' ἐρρύσατο
ἡμᾶς κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἐκ τῆς πλάνης τῶν εἰδώλων. Πρὶν γὰρ τῆς ἐπιδη-
μίας αὐτοῦ πρὸς ἡμᾶς, ἐμεμελάνωτο πᾶσα ἡ γῆ τῇ εἰδωλομανίᾳ· ὡς δὲ ἠξίωσε τὴν
ἡμετέραν φύσιν λαβεῖν, ἠσθένησε τὰ εἴδωλα, θεοσέβεια δὲ διέλαμψε. Ποῦ τοίνυν αἱ
δι' αἱμάτων θυσίαι καὶ τὰ μαντεῖα; Ποῦ αἱ τῶν μάγων φαντασίαι καὶ τὰ λοιπὰ τῶν
δαιμόνων ἐμπαίγματα; Πότε ταῦτα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ σταυρὸς
τοῦ Σωτῆρος ἡμῶν γέγονε; Πότε οὕτω θεογνωσία ἐξέλαμψεν, ἢ πότε οὕτως ὁ θά-
νατος κατεφρονήθη, εἰ μὴ ὅτε ἐξότου ὁ σταυρὸς γέγονε; Καὶ τοῦτο οὐδεὶς ἀμφι-
βάλλει βλέπων τοὺς ἁγίους Μάρτυρας διὰ τὸν Σωτῆρα ἡμῶν Χριστὸν καταφρο-
νοῦντας τοῦ θανάτου· καθὼς γέγραπται· κατέπιεν ὁ θάνατος ἰσχύσας· καὶ πάλιν
ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τῆς γὰρ ζωῆς ἐλθούσης, νε-
νέκρωται ὁ θάνατος· αὐτὸς γὰρ εἴρηκεν· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν
ἔχωσι· καὶ τοῦ φωτὸς λάμψαντος, τὸ σκότος ἠφανίσθη· αὐτὸς πάλιν εἴρηκεν·
σεύομαι γὰρ τῆς ἀγάπης ὑμῶν, ὅτι παντὶ σθένει ἐτιμήσατέ με. Καὶ εἰ καὶ ἐγὼ ἀνά-
ξιος τυγχάνω, ἀλλ' οὖν γε ὁ τιμηθεὶς αὐτὸς ὑμῖν ἀποδῷ τὸν πλεονάζοντα μισθόν.
Καὶ ὃν τρόπον ἠκούσατε ὑπὸ τοῦ σοφοῦ Διδασκάλου στόματος φάσκοντος, ὁ δε-
χόμενος προφήτην, μισθὸν προφήτου λήψεται, αὐτὸς ὁ Χριστὸς προσδέξεται τὴν
τελείαν ὑμῶν κάρπωσιν, ὅτι ἐπ' ἐλπίδι ἐπ' ὀνόματι αὐτοῦ ἐποιήσατέ μοι ταύτην
τὴν τιμήν. Καὶ προσδεχθείη ὑμῶν ἡ θυσία, ὡςἡ τοῦ δικαίου Νῶε, καὶ ὡς ἡ τοῦ
προπάτορος ἡμῶν Ἀβραάμ.
Καὶ εὐλογημένη ὑμῶν ἡ πόλις Ἔδεσσα καὶ μήτηρ, ἥτις καὶ ἀποφαντικῶς ηὐ-
λόγηται ἐκ στόματος Κυρίου, διὰ τῶν αὑτοῦ μαθητῶν, ἡμετέρων δὲ Ἀποστόλων.
Ὁπηνίκα ἀποστείλας Αὔγαρος, ὁ ταύτην ἀνεγείρας βασιλεύς, ἠξίου δεξιοῦσθαι τὸν
ἐν τῇ ἐπιδημίᾳ ἀναφανέντα Σωτῆρα τῶν ὅλων καὶ Δεσπότην Χριστόν, λέγων· ἤκου-
σα πάντα τὰ ὑπὸ σοῦ διαπραττόμενα, καὶ ὅσα πέπονθας ὑπὸ τῶν ἀθετούντων σε
Ἰουδαίων. Ἐλθὲ τοιγαροῦν ἐνταῦθα, καὶ οἴκησον μετ' ἐμοῦ. Ἔχω ἐμαυτῷ μικρὰν
ταύτην τὴν πόλιν, ἥτις στοιχήσει σοί τε καὶ ἐμοί. Καὶ θαυμάσας ὁ Κύριος τὴν πίστιν
383
αὐτοῦ, πέμψας δι' Ἀγγέλων αἰωνίων ηὐλόγησε τὴν πόλιν, ἑδράσας αὐτῆς τὰ θεμέ-
λια. Ἐκείνη οὖν ἡ εὐλογία, αὐλισθεῖσα ἐν αὐτῇ, κατασκηνώσει ἄχρις οὗ ἀποκαλυ-
φθῇ ὁ Ἅγιος ἐξ οὐρανοῦ, Ἰησοῦς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἐκ Θεοῦ.
Μή τις οὖν ὑμῶν, ἐκλείψας τῆς προθέσεως, ἀπελεύσηται ἄκαρπος· ὃς γὰρ
προέθετό τι εἰσενέγκαι, καὶ τοῦτο ἀποστερήσει, τὸν τοῦ ἀδίκου Ἀνανίου θάνατον
ἀπενέγκηται, ὅστις ἐβουλήθη μὲν πειράσαι τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα, τοὺς δὲ
Ἀποστόλους λαθεῖν· καὶ ἠλέγχθη πεσὼν ὑπὸ τοὺς πόδας αὐτῶν.
1 Kor 10,11 Εἰς ὑμᾶς, φησί, κατήντησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, μεθ' ἣν
οὐκέτι ἔσται οὐκ ἐντολὴ οὐ νόμος οὐ προφῆται·τέλη γὰρ λέγει οὐ τὴν
ἐσχάτην γενεὰν καθ' ἣν συμπλήρωσις ἔσται τοῦ κόσμου, ἀλλὰ τὴν τελευ-
ταίαν πολιτείαν τὴν ἐν Χριστῷ ἐφ' ᾗτῶν αἰώνων ἡ συμπλήρωσις
ἀπαντήσει. 1 Kor 10,13 Οὐκ ηὔξατο μὴ πειρασθῆναι,
ἐπειδὴ ἀνὴρ ἀπείραστος ἀδόκιμος,
ἀλλ' οὕτως πειράζεσθαι ὡς φέρειν.
2 Kor 2,8 – 9
384
(Θ.) “Ἀλλὰ γὰρ οὐκ ἄν ποτε δεξαίμην ἐγὼ (φησὶ) μεθεκτὴν ὅλως
τὴν θείαν ὑπάρχειν οὐσίαν, οὐχ ἕως ἂν ἐν τοῖς ζῶσίν εἰμι καὶ
τοῖς ἀέρος πνέουσι. τάχιστα γὰρ ἂν ἐξαναλώσῃ τὴν μετασχεῖν
ἐθέλουσαν φύσιν, πρὶν ἂν μετάσχῃ. οὐδεὶς γὰρ ὄψεται τὸ πρόσω-
πόν μου, καὶ ζήσεται, φησὶν ἡ θεία γραφή.” ἰοὺ ἰοὺ τῆς εὐη-
θείας καὶ τῶν σεμνῶν λογαρίων, μᾶλλον δὲ τῆς ἀσέμνου βωμο-
λοχίας! εἶτα ἐλάνθανεν ἡμᾶς ὕθλων ὑπάρχων μεστὸς, καὶ μύθων
Ἑλληνικῶν, καὶ οὐδὲ τούτων σοφῶν, ἀλλ' οἵους φασὶ τὰ γραΐδια
παρὰ τὰς ἐπ' ἀλέα λέσχας. εἰς γὰρ τὰς Διὸς καὶ Σεμέλης ψευδεῖς
καὶ μυθώδεις μετήνεγκεν ὁ ταλαίπωρος τὴν σμικρόνοιαν κοινονοίας
καὶ θείου φωτὸς ἐπιδημίας· οὗ γενομένου, θνητὴν οὖσαν
καὶ οὐρανίου Διὸς ἐνεγκεῖν οὐδαμῆ δυνηθεῖσαν λαμπρότητα,
μηδ' αἰθερίων κεραυνῶν ἐνδημίαν, ἀναλωθῆναι τὴν δυστυχῆ.
οὕτω σμικροπρεπῶς τε καὶ ἀγεννῶς τὰς εὐγενεῖς τῶν ἁγίων ἐν-
νοίας καὶ λέξεις ἐξ ἀμαθίας ὁ Παλαμᾶς ἐκλαμβάνων καὶ δια-
στρέφων τὰ θεῖα τῆς ἐκκλησίας ἐμόλυνε δόγματα, ὥσπερ ἀπο-
σειομένης τῆς σφῶν ἐπιστήμης τὴν αὐτοῦ κακοήθειαν· καθάπερ
τὰ τῶν ῥόδων εὔοσμα καὶ εὐανθῆ τὴν μαραίνουσαν αὐτὰ καὶ
πρὸ τοῦ χρόνου χεῖρα. τοιοῦτον οἱ σεμνοὶ τῆς νῦν ἐκκλησίας ποι-
μένες νέον διδάσκαλον τῶν θείων δογμάτων προὐστήσαντο,
ἐψυχῶσθαι πιστεύωμεν ψυχῆι λογικῆι τὸν ἑνωθέντα τῶι λόγωι ναόν. ὥσπερ γὰρ κατά
γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ θεοῦ
πατρὸς πεφηνότος λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀνὰ μέρος τὴν σάρκα
τιθέντας
καὶ ἀνὰ μέρος αὖ τὸν μονογενῆ δυάδα Χριστῶν ὁμολογεῖν, οὕτω κἂν τῆι καθ' ἡμᾶς
391
ἀνθρωπότητι τελείως ἐχούσηι κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον οἱονεὶ
συνενηνέχθαι
τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ θεοῦ λόγον, οὐχ υἱῶν
δυάδα νοήσομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτόν, φύσει μὲν ὄντα θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα
τῆς οὐσίας τοῦ θεοῦ καὶ πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον
ἄνθρωπον
καὶ διὰ τῆς ἁγίας [καὶ θεοτόκου] παρθένου γεγεννημένον καὶ πρός τε ἡμῶν αὐτῶν καὶ
τῶν
ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς γραφάς.
Εἰ δὲ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὰ καθ' ἡμᾶς τῆς τοῦ μονογενοῦς ἐπιδημίας,
ἐθελή-
σας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς καὶ ἀνθρώποις συναναστραφῆναι παραδεῖξαί τε ἡμῖν τῆς
εὐαγγελι-
κῆς πολιτείας τὴν ὁδὸν οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα (τὸ γάρτοι
θεῖον
κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν), ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν
σκοπὸν
καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. εἰ γὰρ δὴ μόνην ἔχει τὴν
ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ μονογενοῦς ἡ σάρκωσις ἢ γοῦν ἐνανθρώπησις,
προσετίθει γε μὴν ἕτερον οὐδὲν τῆι ἀνθρώπου φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ
σοφὸν
τῆι τῶν δοκητῶν συμφέρεσθαι δόξηι καὶ ἡμᾶς αὐτούς; οἳ σαρκός τε ὁμοῦ καὶ γηίνου
σώματος ἀπαμφιεννύντες τὸν λόγον ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν
κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν), ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν
σκοπὸν
καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. εἰ γὰρ δὴ μόνην ἔχει τὴν
ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ μονογενοῦς ἡ σάρκωσις ἢ γοῦν ἐνανθρώπησις,
προσετίθει γε μὴν ἕτερον οὐδὲν τῆι ἀνθρώπου φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ
σοφὸν
τῆι τῶν δοκητῶν συμφέρεσθαι δόξηι καὶ ἡμᾶς αὐτούς; οἳ σαρκός τε ὁμοῦ καὶ γηίνου
σώματος ἀπαμφιεννύντες τὸν λόγον ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν
μάλα
τῆς διανοίας τὸν ὀφθαλμὸν ἄθρει καλῶς τὸ ζητούμενον. ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν
Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῶι λαλοῦντα Χριστόν· ἐπειδὴ γὰρτὰ παιδία κεκοινώνηκεν
αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ
τοῦ θανάτου καταργήσηι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν
διάβολον καὶ ἀπαλλάξηι τούτους ὅσοι φόβωι θανάτου διὰ παντὸς τοῦ
ζῆν ἔνοχοι ἦσαν δουλείας. καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖνἕτερον ἀφηγούμενος
τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησίν,ἐν ὧι ἠσθένει διὰ τῆς σαρκός,
ἀναμορφουμένων ἐν πνεύματι καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν καὶ τὸ [ἐκ] τῆς
θεότητος
ἀσφαλὲς καὶ ἐρηρεισμένον, ὡς ἐν μεθέξει καὶ κατὰ χάριν, καὶ εἰς ἅπαν ἤδη τὸ
ἀνθρώπινον
παραπέμψει γένος. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· ὥσπερ γὰρἐφορέ-
σαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
εἰκόνα μὲν γὰρ τοῦ χοικοῦ τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν καὶ τὸν ἐντεῦθεν ἡμῖν
ἐπιρ-
ριφέντα θάνατον,εἰκόνα δὲ αὖ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ τὸ ἑδραῖον εἰς
ἁγιασμὸν καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδήν τε καὶ ἀνακαίνισιν εἰς
ἀφθαρσίαν
καὶ ζωήν.
Ὅλον οὖν ὅληι συνηνῶσθαι φαμὲν τῆι καθ' ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ θεοῦ λόγον.
οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχὴν οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνηι
δωρού-
μενος τῆι σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους. ἐπράττετο δὲ δι' ἄμφω καλῶς τῆς
οἰκονο-
μίας τὸ μυστήριον· προσεχρήσατο δὲ καθάπερ ὀργάνωι τῆι μὲν ἰδίαι σαρκὶ πρὸς τὰ
σαρκὸς
ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῆι δὲ αὖ τῆι ἰδίαι πρὸς
τὰ
ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ
μακρῶν ὁδοιποριῶν πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῶι
σταυ-
ρῶι θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς τέθεικεν ἀφ' ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ
ἡμῶν,ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσηι, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων
σαρκὸς ἀνταποτιννὺς δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς
ἁπάντων
ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς θεός. καὶ γοῦν ὁ θε-
σπέσιος Πέτροςἄνδρες ἀδελφοί, φησίν,ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς
ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη καὶ τὸ
Θεοδότου ἐπισκόπου Ἀγκύρας εἰς τὴν γένναν τοῦ σωτῆρος ἀναγνωσθεῖσα ἐν τῆι
συνόδωι ἐπὶ τοῦ ἐπισκόπου Κυρίλλου
Λαμπρὰ τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις καὶ κοινὴν σωτηρίαν τοῖς ἀνθρώποις
κομίζουσα, λαμπρὸς δὲ καὶ ὁ παρὼν σύλλογος, εὐχαρίστως τὴν χάριν ὑποδεχόμενος.
καὶ δέδοται δαψιλὴς ἡ χάρις τοῖς μετ' εὐχαριστίας αὐτὴν ὑποδεχομένοις· τοσοῦτον
γὰρ τὸ
μέτρον τῆς δωρεᾶς παρέχεται ὅσον τὸ μέγεθος τῆς εὐχαριστίας ἐστὶ τῶν κομιζομένων
τὴν
χάριν, ὡς ὅταν λαβὼν δωρεὰν εὐχαριστῆις τῶι δεδωκότι, οὐκ ἀντέδωκας ὑπὲρ ὧν
ἔλαβες,
μόνον, ἀλλὰ καὶ ὀφειλέτην σοι πλειόνων τὸν δοτῆρα πεποίηκας. εὐχαρίστως οὖν
προς-
δέξασθε τὴν χάριν, λαμπρὰν ἡμῖν ταύτην τὴν πανήγυριν ἐπιδείξαντες. ὑπόθεσις δὲ τῆς
ἑορτῆς ἐμφάνεια θεοῦ πρὸς ἀνθρώπους ἐστίν, ἐπιδημία τοῦ ἀεὶ παρόντος, ἐπιστασία
τοῦ
πάντα πληροῦντος, ἐποψία τοῦ πάντα ὁρῶντος.εἰς τὰ ἴδια ἦλθε, φησί,καὶ οἱ
ἴδιοι αὐτὸν οὐ παρέλαβον, μᾶλλονδὲ ἐν τῶι κόσμωι ἦν καὶ ὁ κόσμος δι'
αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. ἀλλ' οὐ τῆς τῶν ἀνθρώπων
κατηγορίας ἡ ἄγνοια αὕτη. διὰ γὰρ θειότητα φύσεως ἀνέφικτος λογισμοῖς
ἀνθρωπίνοις
ἐστὶν ὁ θεός· οὐ πέφυκε γὰρ νοῦς ἀνθρώπων αὐτὸν καθορᾶν. διαδιδράσκει τῶν ἀν-
θρώπων τὸν νοῦν ἡ θεία φύσις· ὑψηλοτέρα τῶν ἡμετέρων ἐστὶ λογισμῶν. ζημιούμεθα
γὰρ ἡμῖν τὸν Ἰησοῦν, τὸ φῶς τὸ ἀληθινόν, τὴν ζωὴν τὴν αἰώνιον, ὧι καὶ ἡμεῖς
λέγομεν
κατὰ τὴν φωνὴν τοῦ μακαρίου Δαυίδ·πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ
ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῶι ὀνόματί σου. ἔτι μὲν γὰρ τῆς διὰ Μω-
σέως κρατούσης ἐντολῆς, οὔπω τῶν εὐαγγελικῶν κηρυγμάτων
εἰσκεκομισμένων,γνωστὸς
ἦν ἐν τῆι Ἰουδαίαι ὁ θεός, ἐν τῶι Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. ἰσχνόφωνος
γὰρκαὶ βραδύγλωσσος ἦν ὁ Μωσῆς· διὰ τοῦτο καὶ κατὰ μόνην ἠκούετο τὴν Ἰουδαίαν
ὁ νόμος. ἐπειδὴ δὲ τὸ φῶς ἡμῖν ἐπέλαμψε τὸ ἀληθινὸν καὶ παραπλησίως ἡμῖν
μετέσχεν
394
αἵματος καὶ σαρκὸς θεὸς ὢν ὁ λόγος, μεστὰ γέγονε τὰ πάντα αὐτοῦ. πανταχοῦ ναοὶ
καὶ θυσιαστήρια· πανταχοῦ χορευταὶ καὶ προσκυνηταὶ καὶ ποιμένες ἀγαθοὶ καὶ
λογικῶν
θρεμμάτων ἀγέλαι, στενὰς ἀποφαίνουσαι τῶι πλήθει τὰς ἱερὰς αὐλάς. πρὸ μὲν γὰρ
τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας τὸ ἐπὶ γῆς ἐπλανᾶτο γένος· ἐλάτρευον τῆι κτίσει
παρὰ
τὸν κτίσαντα· προσκεκυνήκασι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν καὶ τῶν πλανωμένων
ἑκάστωι
θεὸς ἦν τὸ δοκοῦν· ἀλλ' ἐπέφανεν ἡμῖν, ὡς ἔφην, ὁ μονογενὴς τοῦ θεοῦ λόγος, ὁ
ποιμὴν
ὁ καλός, ὁ ἀμνὸς ὁ ἀληθινός, ὃν ἡ ἁγία θεοτόκος καὶ ἀπειρόγαμος ἐκ παρθενικῶν
ἡμῖν
λαγόνων ἀπεκύησε βλάστημα ζωοποιόν, τὸν ἐνανθρωπήσαντα θεόν, τὸν ἐλεύθερον ἐν
δούλου μορφῆι, τὸν καθ' ἡμᾶς δι' ἡμᾶς καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν δι' ἑαυτόν, τὸν ἐν
ὑφέσει τῆι καθ' ἡμᾶς καὶ ἐν δόξηι θεοπρεπεῖ, τὸν ἑαυτὸν ταπεινώσαντα καὶ
σύνθρονον
τῶι πατρί, τὸν ἑαυτὸν κενώσαντα καὶ ἐκ τοῦ ἰδίου πληρώματος διανέμοντα τοῖς ἁγίοις
Οἷα διὰ τὴν ἀληθῆ πίστιν τῆς ὀρθοδοξίας καθ' ἑκάστην ὑπομένομεν ἐν Ἐφέσωι, οὐδὲ
τὴν
πρὸς Νεστόριον συντυχίαν φυλάξασθαι διὰ τὸ παρὰ τῆς ἁγίας συνόδου καθηιρῆσθαι
αὐτὸν
τῆς ἀσεβείας ἕνεκα ἧς ἐμελέτησεν. οὐ συγχωρηθέντες δὲ παρὰ τῶν ἑπομένων αὐτῶι
στρατιωτῶν κατὰ τὴν ὁδὸν αὐτῶι περιτυχεῖν, οὐδὲν ἧττον ἠκολούθησαν καὶ τὴν
οἰκίαν ἔνθα
ἐν τῆι ἐρήμωι ὕδωρ καὶ ποταμοὺς ἐν γῆι ἀνύδρωι ποτίσαι τὸ γένος μου
τὸ ἐκλεκτόν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.
ὃ δὴ καὶ συνιεὶς εὖ μάλα τοῖς ἐξ ἐθνῶν διὰ πίστεως κεκλημένοις εἰς θεογνωσίαν
ἀληθῆ
γράφει καί φησιν ὁ θεσπέσιος Πέτρος·ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱερά-
τευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε
τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ
λαός, νῦν δὲ λαὸςθεοῦ. εἰ δὲ καθάπερ αὐτῶι σοι δοκεῖ καὶ φρονεῖν καὶ λέγειν,
ἀπεστάλη ὁ ἡμῖν ὁμοούσιος, οὐκέτι δὲ καὶ αὐτῶι τῶι πατρί, κατ' οὐδένα τρόπον ἡμεῖς
θείας φύσεως γεγόναμεν κοινωνοί, μεμενήκαμενδέ, ὡς ἔφην, καὶ ἐσμὲν ἔτι γένος τοῦ
πρώτου τοῦ παραπέμποντος εἰς ἀρὰν καὶ θάνατον καὶ ὑπὸ ποινὴν ἁμαρτίας.
μεματαιώ-
μεθα δὴ οὖν καὶ ἐσμὲν οὐδὲν ἧττον καὶ νῦν ἐν οἷς ἦμεν πάλαι καὶ πρὸ τῆς ἐπιδημίας.
πῶς οὖν ἔτιτὰ ἀρχαῖα παρῆλθε καὶἰδοὺ γέγονε καινά; ποῦ δὲτὸεἴ τις ἐν
Χριστῶι, καινὴ κτίσις; ἀλλ' αἰσχύνηι θεὸν ὁμολογεῖν καθ' ἡμᾶς γενόμενον ἄνθρωπον
τὸν τοῦ θεοῦ λόγον; ἐπιπλήττεις οὖν αὐτῶι καὶ οὐ σοφὰ βεβουλεῦσθαι φὴς ὅτι
κεκένωκεν
ἑαυτὸν δι' ἡμᾶς. οὐκοῦν ἀκούσηι λέγοντος·ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάν-
δαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. ἐρεύ-
νησον μεθ' ἡμῶν τὴν θεόπνευστον γραφήν. ὤφθη ποτὲ καὶ τῶι πατριάρχηι Ἰακὼβ τῆς
μὲν τοῦ Λάβαν ἑστίας ἀπαίροντι, πρὸς αὐταῖς δὲ γεγονότι ταῖς διαβάσεσι τοῦ Ἰαβὼκ
μενος, ἀλλὰ προγνώσει θεοπρεπεῖ γινώσκων τὰ μέλλοντα. οὕτω καὶ τῆς κρίσεως ἡμῖν
ἐπέδειξε πρὸ καιροῦ τὰ κολαστήρια, ὡς ἂν τῶι φόβωι τῶν δεινῶν παιδευθέντες τὴν ἐκ
τούτων εὐκόλως τιμωρίαν ἐκφύγωμεν, οὐδὲν δὲ ἧττον καὶ τοῦτο πρὸς τοῖς ἄλλοις
προείρηκεν
ὡς ἔσονται ψευδόχριστοι καὶ ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις
ἀπωλείας,
αὐτὸν τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι, καὶ πολλοὶ
ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι' οὓς ἡ δόξα τῆς ἀληθείας
βλασφημηθήσεται,
ἵνα τούτων παραγενομένων μηδαμῶς ἀπατώμεθα τοῖς ὀλεθρίοις αὐτῶν ὑποπίπτοντες
396
δόγ-
μασιν. πεπλήρωται δὲ τῆς προρρήσεως τὸ ἔργον· πολλαὶ γὰρ κατὰ καιρὸν
ἐπανέστησαν
αἱρέσεις τῆι τοῦ θεοῦ ἐκκλησίαι, τὴν ὀρθὴν παραλύειν πολυτρόπως βιαζόμεναι
πίστιν, ὧν
ἣ μὲν τὸν τοῦ θεοῦ λόγον ξένον παντάπασιν τῆς πατρώιας οὐσίας λέγειν τετόλμηκεν,
ἣ δὲ
τοῦ πνεύματος τὴν ἀξίαν ἠγνόηκεν, ἣ δὲ τῆς ἐπιδημίας τοῦ λόγου ἠρνήσατο τὴν
ἀλήθειαν,
ἐσχάτη δὲ πασῶν καὶ καθάπερ τρυγίας τῶν κακῶν, ἡ νῦν ἀναπέφανται βλασφημία μὴ
γεγενῆ-
σθαι τὸν λόγον ἄνθρωπον, ἀλλ' ἐν ἀνθρώπωι γεννηθέντι ἐκ γυναικὸς ἐνωικηκέναι
λέγουσα,
ὡς λοιπὸν εἰς δύο τὸν ἕνα Χριστὸν διὰ τοῦτο μερίζεσθαι, εἴς τε θεὸν φημὶ καὶ
ἄνθρωπον.
ἔστι δὲ τοῦτο τῆς ἀποστολικῆς διδασκαλίας ἀλλότριον, δαιμονικῆς δὲ μᾶλλον
ἐπινοίας ἐφεύ-
ρεσις. ἄνθρωπον μὲν γὰρ τὸν τοῦ θεοῦ λόγον ἐπὶ συντελείαι τῶν αἰώνων γενόμενον ὁ
θεῖος ἡμῖν εὐαγγελίζεται λόγος, οὐκ εἰς ἀνθρώπου μεταβαλόντα φύσιν, ἀλλὰ ταύτην
εἰς
ἑαυτὸν προσλαβόμενον· ἄτρεπτος γὰρ ὑπάρχει καὶ ἀναλλοίωτος. εἰ δὲ καθάπερ
ἐκεῖνοί
φασιν, εἰς ἄνθρωπον ἐκ γυναικὸς τεχθέντα ἡ θεία γέγονεν ἐπιφοίτησις, τοῦτο καὶ ἐν
τοῖς
προφήταις πᾶσιν ἐγίνετο. ἔδει τοιγαροῦν, εἴπερ οὕτως ἐγένετο, μεμερισμένως
ἑκάστου
παρὰ τῆι θείαι γραφῆι τὰς ὁμολογίας εὑρίσκεσθαι καὶ τὸν μὲν ἰδίαι καὶ καθ' ἑαυτὸν
ὡς
ἑνώσεως χάριν τὴν εἰς τὸν Χριστὸν ὁμολογίαν τῆς ἀποστολικῆς διδασκαλίας ὁ λόγος;
οὐ
γὰρ ἄνθρωπος μὲν ψιλὸς Ἰησοῦς ὑπῆρξέν ποτε πρὸ τῆς τοῦ λόγου πρὸς αὐτὸν
κοινωνίας
τε καὶ ἑνώσεως, ἀλλ' αὐτὸς ὁ λόγος ἐν αὐτῆι τῆι μακαρίαι παρθένωι γενόμενος τὸν
ἴδιον
ναὸν ἑαυτῶι ἐκ τῆς οὐσίας τῆς παρθένου ἔλαβεν καὶ προῆλθεν ἐξ αὐτῆς ἄνθρωπος
μὲν
ἔξωθεν θεωρούμενος, ἔνδοθεν δὲ θεὸς ὑπάρχων ἀληθινός, δι' ὃ καὶ μετὰ τὸ τεχθῆναι
παρθένον
τὴν τεκοῦσαν τετήρηκεν, ὅπερ ἐπ' οὐδενὸς τῶν ἄλλων ἁγίων γεγένηται. ἐπειδὴ γὰρ
ἐκεῖνοι τὴν φύσιν ὑπῆρχον ἄνθρωποι, ἀνθρωπίνην καὶ ἴσην τὴν γένεσιν ἔλαχον
ἅπαντες·
οὗτος δὲ ἐπειδὴ κατὰ φύσιν ὑπῆρχεν θεός, προσλαβὼν ἐν χρόνωι ἐσχάτωι καὶ τὸ
ἀνθρώ-
πινον ξένην παρὰ πάντας τὴν ἐκ τῆς παρθένου γένεσιν ἐπεδείξατο. οὐκοῦν εἰκότως
καὶ
397
λόγον ἀντὶ τοῦ τὸ σωτήριον κήρυγμα διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι φησὶν καὶ
398
δεικνὺς αὐ-
τοῖς τίς εἴη Ἰησοῦς Χριστός,οὗτός ἐστιν, ἔφη,πάντων κύριος; ὁρᾶις τὸ βρέφος
κύριονὀνομαζόμενον καὶ ὑπὸ τοῦ ἀγγέλου καὶ ὑπὸ τοῦ Πέτρου; οὐκοῦν θεοτόκος
ἀναμφι-
βόλως ἡ τὸν κύριον γεννήσασα. οὕτως αὐτὴν καὶ ἡ τοῦ μακαρίου βαπτιστοῦ μήτηρ
ὑπὸ
πνεύματος ἁγίου κινουμένη προσηγόρευσεν·ἐπλήσθη γάρ φησιν,ἡ Ἐλισάβετ πνεύ-
ματος ἁγίου καὶ ἀνεβόησεν· εὐλογημένη σὺ ἐν γυναιξὶν καὶ εὐλογημένος ὁ
καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο ἵνα ἡ μήτηρ τοῦ κυρίου μου
ἔλθηι πρός με; τίς ἐπὶ τοσοῦτον μέμηνεν, ὡς μὴ βούλεσθαι μετὰ τῶν εὐαγγελίων
θεοτόκον ἀποκαλεῖν τὴν ἁγίαν παρθένον; μὴ τοίνυν τῶν ἀκεραιοτέρων τὰς ἀκοὰς
θορυβεί-
τωσαν παιδίον καὶ βρέφος ὀνομάζοντες, ἵνα μὴ κατ' ὀλίγον καὶ πᾶσαν αὐτοῦ τὴν
ἐπιδη-
μίαν ἀρνήσωνται· ὠνόμασται γὰρ βρέφος ὑπὸ τοῦ ἀγγέλου, ἀλλ' ἅμα καὶ κύριος. μηδ'
τῆς πανσόφου καὶ διδασκαλικῆς αὐτοῦ γλώττης σαφῆ ποιῆσαι [τὰ] τοῖς βουλομένοις
διαστρέφειν τὰ καλῶς συνταγέντα συγγράμματα καὶ ἀκολουθεῖν αὐτοῦ τῶι εὐσεβεῖ
ἅπαντας ἔπεισεν φρονήματι. ἀλλ' ἑτέρων τινῶν ἀπὸ τούτων τῶν ἐπὶ τοῦ παρόντος
ἀναγνωσθεισῶν ἐπιστολῶν ἀμφιβάλλεσθαι παρασκευαζόντων τοῦ μακαριωτάτου καὶ
ὁσιωτάτου ἀνδρὸς τὸ φρόνημα, αὖθις ἀνάγκην ἔσχεν, μᾶλλον δὲ προθυμίαν (ἅπαντα
γὰρ αὐτοῦ τὸν χρόνον εἰς τοῦτον κατανάλωσεν τῆς εὐσεβείας τὸν πόνον) ἑαυτὸν
ἑρμη-
νεῦσαι καὶ τὸν ἴδιον σκοπὸν δεῖξαι καὶ σαφῶς ἅπασιν παραστῆσαι δι' ὧν ἐπέστειλεν
πρὸς
τοὺς τῆς μακαρίας καὶ ὁσίας μνήμης ἐπισκόπους γεγονότας, Ἀκάκιον τὸν Μελιτηνῆς
καὶ
Οὐαλεριανὸν τὸν τοῦ Ἰκονίου καὶ Σούκεσσον τὸν Διοκαισαρείας τῆς Ἰσαύρων
ἐπαρχίας,
ὅπως προσήκει νοεῖν καὶ τὰς ἀρτίως ἀναγνωσθείσας ἐπιστολὰς καὶ τῆς τοῦ σωτῆρος
ἡμῶν ἐπιδημίας τὸ σέβας. πρόσκειται γὰρ καὶ τοῦτο τοῖς ἄλλοις ἐν ταῖς πρὸς τοὺς
399
μακαρίους ἐκείνους ἐπιστολαῖς· οὐ δεῖ τοιγαροῦν νοεῖν δύο φύσεις, ἀλλὰ μίαν φύσιν
τοῦ
λόγου σεσαρκωμένην, καὶ ταύτην αὐτοῦ τὴν φωνὴν τῆι τοῦ μακαριωτάτου
Ἀθανασίου
ἐβεβαίωσεν μαρτυρίαι.
Οἱ Ἀνατολικοὶ καὶ οἱ σὺν αὐτοῖς εὐλαβέστατοι ἐπίσκοποι ἐβόησαν· Ταῦτα
Εὐτυχὴς λέγει. ταῦτα Διόσκορος λέγει.
Διόσκορος ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Οὔτε σύγχυσιν λέγομεν
οὔτε τομὴν οὔτε τροπήν. ἀνάθεμα τῶι λέγοντι ἢ σύγχυσιν ἢ τροπὴν ἢ ἀνάκρασιν.
Οἱ ἐνδοξότατοι ἄρχοντες καὶ ἡ ὑπερφυὴς σύγκλητος εἶπον· Λεγέτω ἡ ἁγία σύ-
νοδος εἰ ταῖς κανονικαῖς ἐπιστολαῖς τοῦ τῆς ὁσίας μνήμης Κυρίλλου ταῖς καὶ ἐν τῆι
συνόδωι
δημοσιευθείσαις καὶ νῦν ἀναγνωσθείσαις συμφωνεῖ ἡ διαλαλιὰ Εὐσταθίου τοῦ
εὐλαβεστάτου
ὁ θεὸς τὸν ἄνθρωπον τὸν ἐκ σώματος καὶ ψυχῆς νοερᾶς καὶ λογικῆς. οὐ γὰρ εἶπε τὸ
σῶμα μετὰ πάντα γενέσθαι, ἵνα προυπάρχουσα ψυχὴ εἰσέλθηι ἐν αὐτῶι· ἀλλ' εἶπε
μετὰ πάντα τὰ κτίσματα τὸν ἄνθρωπον γεγενῆσθαι τὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος
δεικνὺς ὅτι ἀμφότερα, τουτέστι σῶμά τε καὶ ψυχήν, ὁ θεὸς κατὰ ταυτὸν
ἐδημιούργησεν.
Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων Ὡριγένους βλασφημιῶν εἴρηται ὅτι ἡ
τοῦ κυρίου ψυχὴ προυπῆρχε καὶ ταύτηι ὁ θεὸς λόγος ἥνωτο πρὸ τῆς ἐκ παρθένου
σαρκώ-
σεως, καὶ τὴν τοιαύτην ἀναιρῶν ληρωιδίαν ὁ αὐτὸς ὁ ἐν ἁγίοις Ἀθανάσιοις ἐν τῆι
πρὸς
Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε
εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίζοντες πρὸ τῆς Μαρίας εἶναι τὴν
ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν θεὸν λόγον καὶ ἐν
αὐτῆι πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι.
Εἰ τοίνυν κατὰ τὰ εἰρημένα τῶι ἐν ἁγίοις Ἀθανασίωι ἡ ψυχὴ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ τοῦ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς ἁμαρτίας οὐ προυπῆρχε τῆς
ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, ποίας ἂν εἴη μανίας τὸ λέγειν τὰς ἄλλας τῶν ἀνθρώπων
ψυχὰς
προυπάρχειν τῶν σωμάτων;
Ἀκούσωμεν δὲ πρὸς τούτοις καὶ τοῦ ἐν ἁγίοις Βασιλείου ἐν τῶι λόγωι τῶι εἰς τὸ
ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν λέγοντος οὕτως
Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς· πῶς γὰρ ἐν ἀρχῆι
ἦν ὁ ἀνθρώπινος λόγος τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως;
πρὸ ἀνθρώπου θηρία, πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ ὅσα χερσαῖα καὶ ἔνυδρα, τὰ
πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες ἥλιος σελήνη βοτάναι γῆ θάλαττα οὐρανός.
Tome 3, p. 199, l. 6
δεικνὺς ὅτι ἀμφότερα, τουτέστι σῶμά τε καὶ ψυχήν, ὁ θεὸς κατὰ ταυτὸν
ἐδημιούργησεν.
Ἐπειδὴ δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων Ὡριγένους βλασφημιῶν εἴρηται ὅτι ἡ
τοῦ κυρίου ψυχὴ προυπῆρχε καὶ ταύτηι ὁ θεὸς λόγος ἥνωτο πρὸ τῆς ἐκ παρθένου
σαρκώ-
σεως, καὶ τὴν τοιαύτην ἀναιρῶν ληρωιδίαν ὁ αὐτὸς ὁ ἐν ἁγίοις Ἀθανάσιοις ἐν τῆι
πρὸς
Ἐπίκτητον ἐπιστολῆι λέγει τάδε
εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίζοντες πρὸ τῆς Μαρίας εἶναι τὴν
ἐξ αὐτῆς σάρκα καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν θεὸν λόγον καὶ ἐν
αὐτῆι πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι.
Εἰ τοίνυν κατὰ τὰ εἰρημένα τῶι ἐν ἁγίοις Ἀθανασίωι ἡ ψυχὴ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ τοῦ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς ἁμαρτίας οὐ προυπῆρχε τῆς
ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, ποίας ἂν εἴη μανίας τὸ λέγειν τὰς ἄλλας τῶν ἀνθρώπων
ψυχὰς
προυπάρχειν τῶν σωμάτων;
Ἀκούσωμεν δὲ πρὸς τούτοις καὶ τοῦ ἐν ἁγίοις Βασιλείου ἐν τῶι λόγωι τῶι εἰς τὸ
ἐν ἀρχῆι ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν λέγοντος οὕτως
Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς· πῶς γὰρ ἐν ἀρχῆι
ἦν ὁ ἀνθρώπινος λόγος τοῦ ἀνθρώπου κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως;
πρὸ ἀνθρώπου θηρία, πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρπετὰ ὅσα χερσαῖα καὶ ἔνυδρα, τὰ
πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες ἥλιος σελήνη βοτάναι γῆ θάλαττα οὐρανός.
Ἰδοὺ ὁ πατὴρ σαφῶς ἡμῖν προαγορεύει μὴ συναπαχθῆναι τοῖς τοῦ Ὡριγένους
μύθοις περὶ τῆς τῶν ψυχῶν προυπάρξεως. οὐ διδάσκει γὰρ ἡμᾶς ἐν ἀρχῆι τὸν ἀν-
θρώπινον λόγον, τουτέστι τὴν ψυχήν, ἀλλὰ διαρρήδην βοᾶι ὅτι ἀνθρώπου γένεσις
δεχομένου τὸ σκῆπτρον. C.
ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης]
αὕτη γάρ ἐστιν ἡ πρώτη ἡ τῶν Ἀσσυρίων. BD.
αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις] αἱ πρὸς Εὔμολ-
πον. A.
πρώτας πράξεις λέγει τῆς πόλεως τὰ κατ' Ἀμαζό-
νων ἔργα, τὰ κατὰ Εὐμόλπου, τὰ κατὰ Θηβαίων, μὴ
βουληθέντων θάψαι τοὺς σὺν Πολυνείκει πεσόντας Ἀρ-
γείους, τὰ κατὰ τῶν ἄλλων. ὅσα δὲ τῶν θείων λέγει τὴν
τῆς Δήμητρος ἐπιδημίαν, ὅτε ἔδωκε τοὺς καρποὺς, τὸ ἐρί-
σαι Ποσειδῶ καὶ Ἄρη ὑπὲρ τῆς πόλεως τὸ δικάσασθαι
τὸν αὐτὸν τοῦτον Ἄρει ὑπὲρ Ἁλιρροθίου, τὴν Ὀρέστου
μετ' Ἐριννύων κρίσιν, τὸ νομίσαι Ἡρακλέα θεὸν, καὶ
ὅσα τοιαῦτα.
429, l. 1
ἐρείπια (ἐρίπια m)
κυρίως τὰ πτώματα τῶν
οἴκων· νῦν δὲ τὰ θραύ-
σματα τῶν νεῶν.
λείπει τὴν μάχην. ἕως
ἡ νὺξ ἐπιγινομένη ἔπαυ-
σεν αὐτοὺς τῆς μάχης.
(in fine paginae, post
v. 432 qui est extremus,
scriptum) Ἴων ἐν ταῖς Ἐπι-
δημίαις παρεῖναι Αἰσχύλον
ἐν τοῖς Σαλαμινιακοῖς φησι.
ἐφεξῆς λέγοιμι, στοι-
χομυθοίην.
πλῆθος ἀνθρώπων το-
σοῦτον τῷ ἀριθμῷ. μήποτε
δὲ τοσουτάριθμον θέλει.
vet Trκώθωνα: διὰ τὸ διηπορῆσθαι τὸν μάντιν καὶ ἐκ τῆς θυσίας αἰτεῖν
ταύτης ἀποκερδῆσαι, ἀλλὰ μὴ δὴ σπονδῆς μετασχεῖν, τοῦτο ἔπαιξεν. ΓLh
vet“κώθωνα” λέγει τὸν νῦν λεγόμενον κύαθον. εἶδος ποτηρίου. Γ
vet Trκώθωνα: νῦν τὸ ποτήριον, ἀλλαχοῦ δὲ κάνθαρον. VΓLh
vet Tr τὰ ἔπη φησὶ ταῦτα μὴ ἐπιγινώσκειν, μόνα δὲ εἰδέναι τὰ σιβύλλεια.
VΓLh
vet TrΣίβυλλα VΓ: οὐ γὰρ κεῖται ταῦτα παρὰ Σιβύλλῃ VbisΓbisLh τῇ
χρησμολόγῳ. VLh
vet Trἐπιδημίου VΓ: τὸ“ἐπιδημίου” οὐκ ἔστι πρὸς τὰ προκείμενα – πρὸς
ἀλλοχώρους γὰρ ἦν ὁ πόλεμος – ἀλλὰ μᾶλλον πρὸς τὸ“πολέμου ἔραται”. εἰ μὴ
ἄρα τῇ τῶν Ἑλλήνων ὀνομασίᾳ ἐπιδήμιος δόξει Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὁ
πόλεμος. VΓLh
vet Trὡς οὗτος φοβερὸς VΓτοῖς σπλάγχνοις V: ἀντὶ τοῦ εἰπεῖν “ὁ
ἴκτινος”· χαλεπὸς γὰρ οὗτος τοῖς σπλάγχνοις. VΓLh
vet Trὡς οὗτος φοβερὸς Lh: εἰώθασι γὰρ οἱ μάντεις μετὰ τὴν ἔκβασιν τῶν
πραγμάτων λέγειν· ὅτι προῄδειν τοῦτο ἐσόμενον. πρὶν δὲ γενέσθαι οὔτε προΐσασιν
οὐδὲν οὔτε λέγουσιν. VΓLh
vet Trβαλανεύσω VΓ: διακονήσω, ὑπουργήσω. VΓLh
vet Trβαλανεύσω Lh: ἐγχέω ἐμαυτῷ τῶν σπονδῶν. ἀπὸ τῶν ἑαυτοῖς ἐπιχε-
όντων ὕδωρ, ἢ τὰς βαλάνους κρυπτόντων τῷ πυρί. VΓLh
vet κυρίως ἐπὶτοῦ τὰς βαλάνους ὀπτᾶν· νῦν δὲ ἁπλῶς ὀπτεύσω.
ὁ δὲ νόθος.)
σὺ μὲν ὦ τᾶν: Παίζων φησί. τουτέστι τὴν εἰς
Σχόλια στην Ομήρου Ιλιάδα. (scholia vetera) Book of Iliad 9, verse 63c, l. of
406
scholion 2
Σχόλια στην Ομήρου Ιλιάδα. (scholia vetera) Book of Iliad 20, verse 38, l. of
scholion 2
Σχόλια στην Ομήρου Ιλιάδα. (scholia vetera) Book of Iliad 24, verse 262, l. of
scholion 1
Σχόλια στην Ομήρου Ιλιάδα. (scholia vetera et recentiora e cod. Genevensi gr. 44)
Book of Iliad 9, verse 64, l. of scholion 1
Σχόλια στην Ομήρου Ιλιάδα. (scholia vetera et recentiora e cod. Genevensi gr. 44)
Book of Iliad 24, verse 262, l. of scholion 1
Σχόλια στην Ομήρου Οδύσσεια. (scholia vetera) Book 13, hypothesis-verse 335, l. 2
Σχόλια στην Ομήρου Οδύσσεια. (scholia vetera) Book 16, hypothesis-verse 354, l. 4
γουνόν: τὸ γονιμώτατον καὶ κάλλιστον. VY. εἰς τὸν γονιμώτατον τόπον. HMaQ.
τὸν γόνιμον τόπον. DT. τὸν ὑψηλὸν τόπον ἢ τὸν τραχύν. k.
ἀλωῆς: ἀμπελοφύτου γῆς. DMaV. –ἀνὰ γουνὸν ἀλωῆς: ἀλωὴν καὶ τὴν πολύδενδρον
γῆν φησιν – ”ἔνθα δέ οἱ πολύκαρπος ἀλωή” [η 122] – καὶ τὴν ἀμπελόφυτον –
”σταφυλῇσι
μέγα βρίθουσαν ἀλωήν” [Σ 561] – · ὁμοίως καὶ τὴν σιτοφόρον γῆν. H1HMaP1Q. ἀλωή
σημαίνει
τρία· τὴν ὑπόδενδρον καὶ δασεῖαν γῆν, τὴν ἀμπελόφυτον καὶ τὴν σιτοφόρον. DE2.
ἀλωὴ καὶ ὁ
σύνδενδρος τόπος καὶ ὁ καρποφόρος· καὶ τὸ ἀμπελόφυτον. K. ἀλωὴ λέγεται καὶ ἡ
πολύδενδρος
γῆ καὶ ἡ ἀμπελόφυτος καὶ ἡ σιτοφόρος καὶ ἡ δασεῖα. B.
οἰνοπέδοιο: οἰνοφόρου. HMaPQTVY.
τὸ δὲ ἑξῆς, ἔφαντο γὰρ δὴ αὐτὸν τὸν σὸν πατέρα ὥστε ἐπιδήμιον εἶναι. λείπει δὲ
τὸ “ὥστε”. HMaY.
δήν] ἐπὶ πολύ. E2.
ἔφαντο: εἶπον. VY. ἔλεγον. DE2. ᾤμην. D. λέγουσιν. Ma.
ἐπιδήμιον: ἐπιδημοῦντα. MaV. καὶ ζῶντα. Ma. προσήλυτον. Y. ἤγουν ἐν Ἰθάκῃ
ἀφικέσθαι. DE2.
εἶναι] ὑπάρχειν. Ma.
νυ] ὡς ἔοικε. M1. καὶ ἀτελείωτον. P.
412
ἀλλά νυ τόνγε θεοί: τοὺς καιροὺς καὶ τὰ στοιχεῖα λέγει νῦν· ἢ τὸν Κύκλωπα καὶ
τοὺς σὺν αὐτῷ. Y. τὸ θεός ὄνομα σημαίνει εʹ· θεοὶ οἱ σοφοί, θεοὶ οἱ βασιλεῖς, θεοὶ τὰ
στοι-
χεῖα, αἱ ψυχικαὶ δυνάμεις καὶ τὰ πάθη, καὶ οἱ ἀστέρες καὶ ἡ ἐξ αὐτῶν εἱμαρμένη.
Σχόλια στην Ομήρου Ιλιάδα. (scholia vetera) (= D scholia) Book of Iliad 24, verse
262, l. of scholion 1
λιβός· ἀνέμου v
λιβὸς οὔρῳ· ἀντὶ τοῦ ἀπὸ τοῦ ἀνέμου bm
οὔρῳ· τῇ πνοῇ K2d
βρύξῃσιν· δάκῃ GK2bf τρώσῃ, πλήξῃ b
τρώσῃ m πλήξῃ καὶ τρώσῃ, δάκῃ d
ἀεικέλιον· κάκιστον K2 βαρέως, ἀλγεινῶς bd
κακόν f
νύχμα· πληγή bd τὸ τραῦμα ἢ δῆγμα f
ἥλῳ ἐειδόμενον· ἧλος σκλήρωμά ἐστι περὶ
τὰ πέλματα τῶν ποδῶν γινόμενον στρογγύλον καὶ παρα-
πλήσιον τοῖς τῶν ἥλων κεφαλίοις. ἔστι δὲ ἧλος τὸ ἐπιδημίως
καλούμενον καρφίον.
ἥλῳ ἐειδόμενον· σκλήρωμα περὶ τὸ ἔσω τῶν
χειρῶν καὶ τὸ πέλμα γινόμενον, ὡς τὸ πολὺ μικρόν, στρογ-
γύλον.
Hsl
ὠφελοῖμι: ὠφελήσω. Fsl
σε:ςοι. Nsl
ἐμφανῆ: ἐμφανῶς. Gsl
φανερῶς. FNHsl
ἰδεῖν:
θεωρεῖν. Gsl
415
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) Play Tr, verse 633, l. 7
Doctrina Patrum, Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio
Apocrisiario)
P. 25, l. 22
Doctrina Patrum, Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio
Apocrisiario) P. 226, l. 2
Doctrina Patrum, Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio
Apocrisiario) P. 232, l. 21
Doctrina Patrum, Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio
Apocrisiario) P. 260, l. 23
Doctrina Patrum, Doctrina patrum (fort. auctore Anastasio Sinaïta vel Anastasio
Apocrisiario) P. 277, l. 24
ΑΛΛΟ.
ἐτυμολογία νότου παρὰ τὸ ὀνῶ, ὀνόσω, τὸ μέμφομαι καὶ βλάπτω· ἢ παρὰ τὴν
νοτίδα, ὅ ἐστιν ὑγρασίαν. ἀστειότερον δὲ ἐπέβαλεν ὁ εἰπὼν αὐτὸν Ἀττικὴν εἶναι
νόσον, ὡς πρὸς σύγκρισιν τοῦ Βορρᾶ, εὐθέτου ὄντος πρὸς ὑγίειαν.
Νοῦβαι: ἔθνος Λιβύης παρὰ Νείλῳ.
Νουβυστικόν: νοῦ πεπληρωμένον. γυναῖκα δ' εἶναι πρᾶγμ'
ἔφη νουβυστικόν. καὶΝουβυστικῶς, συνετῶς. τετριμμένον. καὶ
κάλλιον ὑφ' ἓν τὸ νουβυστικὸν καὶ τὸ αὐτοῦ ἐπίρρημα· δηλοῖ δὲ νοῦ πλήρωσιν.
Νουθετῶ· αἰτιατικῇ·Νουθετοῦμαι δὲ δοτικῇ.
Νουκερῖνοι· ἔθνος Ἰταλίας· οὗ μέμνηται καὶ Πολύβιος.
Νουκρία: πόλις Τυρρηνίας, ἡ καὶ Νακρία, διὰ τοῦ ἄλφα.
Νουμᾶς Πομπίλιος· τοῦτον οἱ Ῥωμαῖοι καὶ μὴ ἐπιδήμιον
ὄντα προεβάλοντο μετὰ τοὺς μεσοβασιλεῖς καὶ αὐτῷ πᾶσαν τὴν ἡγε-
μονίαν ἐκ προβουλεύματος ἔδοσαν. καὶ τὰ πολιτικὰ ἔθη οὗτος διῳ-
κήσατο ἐνιαυτόν τε πρῶτος εὕρατο εἰς ιβʹ μῆνας τὴν ἡλιακὴν κατα-
νείμας περίοδον, χύδην τε καὶ ἀκατανοήτως παντάπασι πρὸ αὐτοῦ
παρὰ Ῥωμαίοις φερομένην· ἱερά τε καὶ τεμένη ἱδρύσατο καὶ τοὺς
λεγομένους Ποντίφικας καὶ Φλαμινίους τοῖς ἱερεῦσιν ἐπέστησε Σαλίους
τε τοὺς τὴν ὄρχησιν ἀσκήσαντας· τάς τε Ἑστιάδας παρθένους τοῦ
πυρὸς καὶ ὕδατος τὴν ἐπιμέλειαν ἔχειν ἐπέτρεψεν· αἳ τὴν μὲν ἄκραν
τιμὴν παρὰ Ῥωμαίοις εἶχον, διὰ βίου δὲ τὴν παρθενίαν ἐφύλαττον·
κἄν τις αὐτῶν ἠνδρώθη, κατεχώννυτο· καὶ διὰ τοῦτο οὐ μύρῳ οὐκ
ΕΥΡΕΤΗΡΙΟΝ
ἀλλοδαπῶν ἐπιδημίη, 159 44, 45, 46, 51, 52, 57, 59, 88, 89, 90, 93,
Ἀσκληπιαδῶν, 150, 152 94, 95, 96, 98, 99, 100, 105, 106, 107,
βηχίου ἐπιδημίου, 146 117, 118, 120, 121, 123, 124, 125, 127,
Γαληνός, 61, 62, 63, 64, 65, 66, 67, 68, 128, 129, 130, 132, 135, 136, 137, 139,
69, 70, 71, 72, 73, 74, 75, 76, 77, 78, 79, 142, 143, 151, 154, 155, 156, 173, 174,
80, 81, 82, 83, 84, 85, 107, 108, 109, 177, 179, 180, 183, 184, 185, 187, 188,
110, 111, 112, 113, 114, 115, 116 189, 190, 197, 198, 199, 200, 201, 203,
Διοσκουρίδης, 84, 85, 86, 160 204, 205, 211, 213, 214, 215, 216, 218,
ἐπιδημία, 7, 9, 10, 15, 17, 18, 20, 27, 28, 220, 221, 226, 227, 228, 233, 235, 236,
33, 37, 38, 41, 42, 43, 57, 60, 92, 93, 95, 241, 242, 243, 244, 246, 248, 249, 250,
110, 118, 126, 131, 138, 153, 162, 167, 251, 252, 255, 257, 259, 260, 262, 263,
168, 169, 174, 184, 185, 187, 192, 204, 266, 267, 268, 269, 271, 272, 273, 275,
212, 222, 223, 226, 227, 231, 232, 235, 277, 278, 283, 285, 286, 287, 289, 290,
270, 273, 282, 283, 294, 309, 316, 317, 291, 294, 295, 297, 298, 304, 307, 310,
324, 325, 326, 333, 347, 358, 375, 377, 313, 314, 321, 322, 323, 324, 327, 328,
378, 381, 388, 417 333, 334, 335, 336, 337, 338, 340, 341,
ἐπιδημίᾳ, 5, 8, 9, 15, 20, 21, 24, 25, 27, 342, 343, 348, 349, 350, 351, 357, 360,
29, 37, 45, 54, 58, 59, 87, 89, 112, 129, 361, 365, 368, 369, 370, 372, 376, 380,
130, 137, 138, 141, 154, 166, 167, 168, 384, 389, 396, 404, 405, 406, 410, 411,
175, 179, 195, 200, 213, 219, 222, 225, 412, 414, 415, 417
231, 257, 265, 279, 292, 293, 306, 311, ἐπιδημίαν ἐγένετο, 197
315, 330, 335, 378, 398, 413 ἐπιδημίας, 4, 5, 6, 9, 10, 11, 12, 13, 14,
Ἐπιδημίᾳ, 108, 109, 110, 113, 115, 358 15, 16, 17, 18, 19, 20, 22, 23, 24, 25, 26,
ἐπιδημίαι, 7, 126, 142, 153 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36, 37,
ἐπιδημίαις, 27, 81, 152, 169, 170, 171, 38, 39, 40, 41, 42, 43, 44, 46, 50, 51, 60,
218, 310, 384 61, 86, 87, 91, 92, 96, 97, 99, 100, 103,
Ἐπιδημίαις, 55, 56, 65, 67, 101, 102, 113, 104, 107, 116, 117, 122, 131, 132, 133,
114, 115, 157, 160, 397 134, 136, 140, 141, 143, 144, 152, 155,
ἐπιδημίαν, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 159, 162, 167, 168, 172, 174, 176, 177,
16, 17, 18, 19, 20, 21, 22, 24, 25, 26, 27, 182, 186, 189, 191, 193, 194, 195, 196,
29, 30, 33, 34, 36, 38, 39, 40, 41, 42, 43, 197, 198, 199, 202, 203, 205, 206, 207,
424
208, 209, 216, 217, 219, 223, 224, 225, Ἐπιδημιῶν, 53, 61, 62, 63, 64, 66, 67, 68,
229, 230, 234, 235, 236, 245, 247, 248, 69, 73, 74, 75, 76, 77, 78, 82, 158, 211
249, 250, 251, 252, 253, 254, 255, 256, ἐπιδημίων, 63, 69, 71, 72, 76, 111, 174,
259, 260, 261, 262, 263, 264, 265, 267, 175
269, 270, 271, 274, 276, 280, 281, 284, Ευστάθιος. Σχόλια στην Ομήρου
285, 286, 287, 288, 290, 291, 293, 295, Ιλιάδα, 354, 355, 356
296, 297, 298, 299, 300, 301, 302, 303, Ευστάθιος. Σχόλια στην Ομήρου
304, 305, 306, 308, 312, 314, 315, 316, Οδύσσεια, 356
317, 318, 319, 320, 321, 323, 326, 327, Ησύχιος λεξικόν., 358
328, 331, 332, 335, 337, 339, 344, 346, ἴκτερος· ἐπιδήμιος, 148
351, 352, 353, 359, 361, 362, 363, 364, Ἱπποκράτει, 5, 69, 96, 111, 157, 160, 166,
365, 366, 367, 368, 369, 370, 371, 372, 167
373, 374, 375, 378, 379, 381, 382, 383, Ἱπποκράτης, 61, 62, 65, 67, 79, 80, 81,
386, 387, 389, 390, 391, 392, 393, 394, 112, 149, 150, 151, 162, 163, 164, 166,
395, 399, 400, 405, 411, 413, 415 167, 169, 170, 171, 384
Ἐπιδημίας, 107, 108, 114, 164 Ἱπποκράτους, 63, 70, 75, 77, 80, 157, 165,
ἐπιδήμιοι, 47, 49, 54, 183, 278, 355, 401, 166, 167, 168, 358
402, 403 Λοιμός, 3
ἐπιδημίοις, 313, 325 λοιμῶδές, 76
ἐπιδήμιον, 48, 71, 75, 147, 150, 156, 157, λοίμωξη, 3
237, 238, 239, 241, 312, 329, 345, 356, νοσήμασι, 74
358, 404, 406, 407, 416 νοσήμασιν,, 115
ἐπιδήμιον ἄλγος, 156 νοσήματα ἐπιδήμια, 139, 161
ἐπιδήμιος, 48, 50, 237, 238, 240, 355, νοσήματα ἐπιδήμια ἔστιν, 139
385, 398, 399, 401, 402, 408 νοσήματα τὰ ἐπιδήμια, 164
ἐπιδήμιος,, 50 νοσημάτων, 69, 70, 71, 72, 74, 76, 77, 78,
ἐπιδημίου φλέγματος, 147 80, 113, 114, 142, 162, 165, 166, 167,
ἐπιδημιῶν, 62, 66, 77, 79, 80, 82, 83, 84, 168, 169, 171, 356, 384
85, 86, 111, 112, 116, 151, 178, 266 νόσος, 3
Φώτιος λεξικόν, 352