Professional Documents
Culture Documents
Οδυσσέας Γκιλής
Επιμέλεια
ΑΝΟΣΙΑ
ΑΠΟΝΙΑ
Θεσσαλονίκη 2020
2
3
Εισαγωγικό σημείωμα
Περιεχόμενα
Εισαγωγικό σημείωμα..............................................................................................................3
Λεξικόν Δημητράκου τόμος Β΄. Σελ. 595.................................................................................4
Χρονολογική ταξινόμηση αποσπασπασμάτων.........................................................................4
Αποσπάσματα από αρχαία κείμενα.........................................................................................13
ΑΠΟΝΙΑ.................................................................................................................................102
Λεξικόν Δημητράκου τόμος Β΄. Σελ.832...............................................................................102
ΕΥΡΕΤΗΡΙΟΝ.........................................................................................................................141
4
ἄταφος ἄφιλος
ἄτας ἐμᾶς ἄιστος εἶ.
Χο. μέλας γὰρ ὄσσε κατεκάλυψε (1315)
θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
Εκ. ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
[ἀντ. (1316)
Χο. ἓ ἕ.
Εκ. τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. (1318)
ΠΑΛΛ. Ἀληθές.
ΚΥΡ. Τοιαύτη τίς ἐστιν ἡ παμμόχθηρος ἁμαρ-
τία, νεκρότης ὥσπερ τις, καὶ τῆς ἀνημέρου φλογὸς
ἀνοσία τροφὸς τοῖς ἀγαπῶσιν αὐτήν. Ὅταν τοίνυν (45)
ὡς ἐν καιρῷ καταλήξεως, τῆς ἐξ ἁμαρτιῶν λέγω,
νεκρῶν καὶ ἀκάρπων ἔργων ἔχοιντό τινες, καὶ ἀγα-
πᾷν ἕλοιντο, μεθέντες τὴν ἀρετὴν, τὰ δι’ ὧν αὐτοῖς
Ἀδάμ. Εἴρηται γὰρ πρὸς αὐτὸν, «Γῆ εἶ, καὶ εἰς γῆν
ἀπελεύσῃ.» Ἐστέρηται δὲ μετὰ τοῦτο τοῦ πνεύμα-
τος. Ἐπειδὴ γὰρ μόνα φρονεῖν ἐθέλοντας τὰ σαρκὸς
ἀνόσιά τε καὶ μυσαρώτατα πάθη τοὺς ἐπὶ γῆς ἑώρα
Θεὸς, «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου,» φησὶν, (25)
8
10
Ιούλιος Πολυδεύκης. Ονομαστικόν. -περί το 180 μ.Χ.- Book 3, sec 107, li. 9
22
E LIBRO SEXTO.
Ὡς
δὲ ἐνεπέπληστο τῆς ὀργῆς, «ἀλλὰ νῦν γε» ἔφην «ὦ πάτερ,
εἰ καὶ μὴ πρότερον, δίκαιος ἂν εἴην τὴν αἰτίαν τῶν πληγῶν
μανθάνειν.» Ὁ δὲ μᾶλλον παροξυνθεὶς «ὢ τῆς εἰρω-
νείας» φησί· «τὰς πράξεις αὐτοῦ τὰς ἀνοσίας παρ' ἐμοῦ
βούλεται μανθάνειν.» Καὶ ἀποστραφεὶς ἐπὶ τὴν Δημαινέ-
την ἔσπευδεν· ἡ δέ, οὔπω γὰρ κεκόρεστο, δευτέρας ἐπι-
βουλῆς κατ' ἐμοῦ τοιᾶσδε ἥπτετο.
Θίσβη παιδισκάριον
ἦν αὐτῇ ψάλλειν τε πρὸς κιθάραν ἐπιστάμενον καὶ τὴν
ὄψιν οὐκ ἄωρον. Τοῦτο ἐπ' ἐμὲ καθίησιν ἐρᾶν μου δῆθεν
προστάξασα, καὶ ἤρα παραχρῆμα ἡ Θίσβη, καὶ ἡ πολλάκις
πειρῶντά με ἀπωσαμένη τότε παντοίως ἐφείλκετο βλέμμασι
νεύμασι συνθήμασιν· ἐγὼ δὲ ὁ μάταιος ἀθρόον καλὸς γεγε-
νῆσθαι ἐπεπείσμην, καὶ τέλος ἐπὶ τὸν θάλαμον ἐλθοῦσαν
παῖδα καὶ τὴν ἀγαπητὴν θυγατέρα μήτηρ προσέθυεν τῷ δαίμονι καὶ κατ-
έσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς
προσήκοντας ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς
συνοίκους
καὶ πολίτας, τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ
ἀπάν-
θρωπον ἀκονήσαντες καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς
ἐπιδεικνύ-
μενοι τρόπον. εὕροις δ' οὖν πᾶσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον
ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἱ δὲ θυγατέρας, οἱ δὲ καὶ σφᾶς αὐτοὺς ταῖς
τῶν
δαιμόνων καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον
παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυ-
σίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσεν, ταῦτα φάσκοντα πρὸς
ῥῆμα·
ΚΑΝΟΝΙΚΑΙΣ
ται, ἀλλὰ καὶ Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.
Πάλιν καὶ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς
Προοίμιον. Τῆς τοῦ θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος ἀεὶ μὲν πάντες
δεόμεθα, μάλιστα δὲ
νῦν, ὅτε διὰ τὸ πλῆθος τῶν ἡμαρτημένων ἡμῖν πολυτρόπως αὐτὸν
παρωργίσαμεν. καὶ ἠπείλησε μὲν καὶ
ἔδειξεν ὧν ἄξιοι κατὰ τὰς ἡμετέρας ἁμαρτίας ἐσμέν, ἐφιλανθρωπεύσατο
δὲ καὶ ἀνεβάλετο τὴν ὀργὴν ἀναμέ-
νων τὴν ἡμετέραν μετάνοιαν, ὡς μὴ βουλόμενος τὸν θάνατον ἡμῶν τῶν
ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν
καὶ τὴν ζωήν. οὐ δίκαιον οὖν πάντως ἡμᾶς καταφρονῆσαι τοῦ πλούτου
τῆς χρηστότητος καὶ τῆς ἀνακωχῆς
καὶ τῆς μακροθυμίας τοῦ φιλανθρώπου θεοῦ, ἴνα μὴ κατὰ τὴν σκληρὰν
καὶ ἀμετανόητον ἡμῶν καρδίαν
θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἀλλὰ πάντας μὲν τῶν
πονηρῶν ἐπιτηδευμάτων καὶ πράξεων
ἀποσχέσθαι, μάλιστα δὲ τοὺς τῇ μυσαρᾷ καὶ θεῷ μεμισημένῃ δικαίως
ἀνοσίᾳ πράξει συνσαπέντας· λέγομεν
δὴ τὴν τῶν ἀρρένων φθοράν, ἣν ἀθέως τολμῶσί τινες ἄρρενες ἐν ἄρρεσι
τὴν ἀσχημοσύνην κατεργαζόμενοι.
39
καὶ τὴν ζωήν. οὐ δίκαιον οὖν πάντως ἡμᾶς καταφρονῆσαι τοῦ πλούτου
τῆς χρηστότητος καὶ τῆς ἀνακωχῆς
καὶ τῆς μακροθυμίας τοῦ φιλανθρώπου θεοῦ, ἴνα μὴ κατὰ τὴν σκληρὰν
καὶ ἀμετανόητον ἡμῶν καρδίαν
θησαυρίσωμεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἀλλὰ πάντας μὲν τῶν
πονηρῶν ἐπιτηδευμάτων καὶ πράξεων
ἀποσχέσθαι, μάλιστα δὲ τοὺς τῇ μυσαρᾷ καὶ θεῷ μεμισημένῃ δικαίως
ἀνοσίᾳ πράξει συνσαπέντας· λέγομεν
δὴ τὴν τῶν ἀρρένων φθοράν, ἣν ἀθέως τολμῶσί τινες ἄρρενες ἐν ἄρρεσι
τὴν ἀσχημοσύνην κατεργαζόμενοι.
Ἴσμεν γὰρ ἐκ τῶν θείων γραφῶν διδασκόμενοι, ποίαν ὁ θεὸς κόλασιν
δικαίαν ἐπήγαγε τοῖς ἐν Σοδό-
μοις πρώην οἰκήσασι διὰ τὴν περὶ τὴν μῖξιν ταύτην μανίαν, ὥστε μέχρι
τοῦ νῦν ἐκείνην τὴν γῆν ἀσβέστῳ πυρὶ
κατακαίεσθαι, τοῦ θεοῦ διὰ τούτου παιδαγωγοῦντος ἡμᾶς ὥστε τὴν
ἀνοσίαν ταύτην ἀποστρέφεσθαι πρᾶξιν.
ἴσμεν δὲ πάλιν, οἷα περὶ τῶν τοιούτων ὁ θεῖος ἀπόστολος λέγει, οἷά τε οἱ
τῆς πολιτείας διαγορεύουσι νόμοι.
ὥστε πάντας ὀφείλειν τῷ τοῦ θεοῦ προσέχοντας φόβῳ ἀποσχέσθαι τῆς
τοιαύτης ἀσεβοῦς καὶ ἀνοσίας πράξεως,
ἣν οὐδὲ ἐν ἀλόγοις ἁμαρτανομένην ἐστὶν εὑρεῖν· καὶ τοὺς μὲν μηδὲν
ἑαυτοῖς συνειδότας τοιοῦτον φυλάττειν
41
ἑαυτοὺς καὶ πρὸς τὸν ἔπειτα χρόνον, τοὺς δὲ ἤδη συνσαπέντας τούτῳ τῷ
πάθει μὴ μόνον παύσασθαι τοῦ
λοιποῦ, ἀλλὰ καὶ μετανοῆσαι δικαίως καὶ τῷ θεῷ προσπεσεῖν, καὶ
προσαγγεῖλαι τῷ μακαριωτάτῳ πατριάρχῃ
τὴν νόσον καὶ τρόπον θεραπείας λαβεῖν, καὶ κατὰ τὸ γεγραμμένον
καρπὸν ἐνεγκεῖν μετανοίας, ἵνα ὁ φιλάν-
θρωπος θεὸς κατὰ τὸν πλοῦτον τῶν ἰδίων οἰκτιρμῶν ἀξιώσῃ
φιλανθρωπίας καὶ ἡμᾶς, καὶ πάντες εὐχαριστή-
σωμεν ἐπὶ τῇ τῶν μετανοούντων σωτηρίᾳ· οἷς καὶ νῦν τοὺς ἄρχοντας
ἐπεξελθεῖν ἐκελεύσαμεν τὸν θεὸν
θεραπεύοντες τὸν δικαίως ἡμῖν ὀργιζόμενον. καὶ νῦν μὲν πρὸς τὸ τῶν
ἁγίων ἡμερῶν σέβας ἰδόντες παρα-
καλοῦμεν τὸν φιλάνθρωπον θεὸν οὕτω μετανοῆσαι τοὺς τῷ τοιούτῳ τῆς
ἀσεβοῦς ταύτης πράξεως ἐγκυλι-
σθέντας βορβόρῳ. ὡς μηδὲ ἕτερον ἡμῖν ἐπεξελεύσεως δοθῆναι καιρόν.
προαγορεύομεν δὲ πᾶσιν ἐφεξῆς τοῖς
τοιοῦτό τι συνειδόσιν ἑαυτοῖς ἡμαρτῆσθαι, ὡς εἰ μὴ καὶ παύσονται καὶ
προσαγγείλαντες ἑαυτοὺς τῷ μακαριω
περισωθῆναι, καὶ τοσοῦτον ὅτι καί τινες ἐξ αὐτῶν τῶν περισωθέντων ἐπ'
ὄψεσιν ἡμετέραις κατέθεντο, ὅτι
ἀπὸ ἐνενήκοντα μόλις τρεῖς περιεσώθησαν, τίς οὕτως περιφρονεῖ τῆς
ἰδίας σωτηρίας, ὥστε παριδεῖν καὶ
ἀνεκδίκητα ταῦτα καταλιπεῖν; εἰ γὰρ οἱ ἡμέτεροι νόμοι τοὺς ξίφος κατά
τινος σύροντας τιμωρίαις ὑποβάλ-
λουσι, πῶς ἔχωμεν παριδεῖν οὕτως ἀδεῶς γινομένους φόνους, καὶ πρᾶγμα
γινόμενον ἐναντίον τε τοῦ θεοῦ καὶ
τῶν ἡμετέρων νόμων; ἀναγκαῖον οὖν ἡγησάμεθα τοῖς τὰ τοιαῦτα
τολμῶσι διὰ τοῦ παρόντος νόμου ἀκριβέ-
στερον ἐπεξελθεῖν.
Θεσπίζομεν τοίνυν τοὺς ἐν οἱῳδήποτε τόπῳ τῆς ἡμετέρας πολιτείας
εὐνουχίζειν τολμῶντας ἢ τολμή-
σαντας οἱονδήποτε πρόσωπον, εἰ μὲν ἄνδρες εἶεν οἱ τοῦτο τολμήσαντες ἢ
καὶ τολμῶντες, ταὐτὸ τοῦτο παθεῖν
ὃ πεποιήκασι, καὶ εἰ περισωθεῖεν, τὰ πράγματα αὐτῶν τῷ δημοσίῳ
προσκυροῦσθαι διὰ τοῦ κατὰ καιρὸν τὴν
τῆς σῆς ἐνδοξότητος ἀνύοντος ἀρχήν, κἀκείνους ἐν Γύψῳ πέμπεσθαι
ὀφείλοντας τὸν ἅπαντα τῆς ζωῆς αὐτῶν
αὐτοῖς δι' Υἱοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. κατ' ἄμφω δὴ
οὖν λελυπήκασι παραβαίνοντες τὴν διαθήκην, καὶ τὸν κληρο-
νόμον, ὡς ἔφην, τὸ ὅσον ἐφ' ἑαυτοῖς τοῦ δοθέντος αὐτῷ παρὰ
τοῦ Πατρὸς ἐξώσαντες κλήρου, ἐκπεπτωκότες δὲ καὶ αὐτοὶ
τῶν παρὰ Θεοῦ δεδωρημένων αὐτοῖς ἐν Χριστῷ.
Ἐκεῖ κατεφρόνησέ μου Γαλαὰδ, πόλις ἐργαζομένη μάταια, ταράς-
σουσα ὕδωρ, καὶ ἡ ἰσχύς σου ὡς ἀνδρὸς πειρατοῦ.
Ἐπάνεισι πάλιν ὁ λόγος εἰς ἀφήγησιν ἐγκλημάτων, ἐφ'
οἷς εἰκότως ἀνῄρηται τῶν παρ' αὐτοῖς ψευδοπροφητῶν ἡ
ἀνοσία πληθύς. ἐκεῖ γάρ φησι, τουτέστι, κατ' ἐκεῖνο τοῦ
καιροῦ καθ' ὃν ἐκκέκλικεν ὁ Ἰσραὴλ, καὶ ἐν τῇ τοιᾷδε κα-
ταστάσει γέγονεν, ὥστε καὶ ἑλέσθαι δαιμονίοις προσκυνεῖν·
τοῦτο γάρ ἐστι τὸ ἐκεῖ πραγματικῶς νοούμενον, καὶ οὐχὶ δὴ
μᾶλλον τοπικῶς· σφόδρα μου καταπεφρόνηκεν ἡ Γαλαάδ·
πόλις δὲ αὕτη μία τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, ἡ καὶ
ἐκνεμηθεῖσα τοῖς Λευΐταις, κατὰ τὸν Μωυσέως νόμον· ἦν
οὖν Ἱερέων καὶ Λευϊτῶν πόλις. ἀλλ' οἱ τοὺς ἄλλους ὀφεί-
λοντες ἀποκομίζειν τῆς πλάνης, καὶ παιδαγωγεῖν εἰς ἀλήθειαν
καὶ εἰς τὴν τοῦ συμφέροντος γνῶσιν· “Χείλη γὰρ ἱερέως,
“φησὶ, φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν
καὶ καλὸν εὐνοίας ὀψώνιον. ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν
τῆς ἱστορίας λόγον, Κύρος ἦν ὁ Καμβύσου, περὶ οὗ φησὶν
ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. εἷλε γὰρ εἷλε τὴν Βαβυλῶνα,
συγκαταδῃώσας αὐτῇ καὶ τὰς ἑτέρας πόλεις.
Ὅσον δὲ αὖ πρὸς λόγους τοὺς μυστικοὺς καὶ εἰς ἀφήγη-
σιν τὴν πνευματικὴν, φαίην ἂν ὅτι περὶ τοῦ πάντων Σωτῆ-
ρος Χριστοῦ νοοῖτ' ἂν εἰκότως τῶν προκειμένων ἡ δύναμις.
αὐτὸς γάρ ἐστιν “ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος,” καὶ ὅτι μὲν
παρέσται κατὰ καιροὺς ὁ τῶν ἁγίων προφητῶν προαναπε-
φώνηκε λόγος. ὅτι δὲ ἀφιγμένος ἀνατρέψειν ἔμελλε τοῦ
διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαι-
μονίων πληθὺν τῆς καθ' ἡμῶν ἐξελάσαι πλεονεξίας, προ-
κεχρησμῴδηκε μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ
λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβή-
σεται, πλὴν “εἰς καιρὸν” ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις
ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς,
καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβου-
λότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐ-
ρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν
ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφή-
του λόγον “ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἣ οὐκ ὄψεται
τὸν Βαραββᾶν». ἰδοὺ δὴ σαφῶς «τὸν ἅγιον καὶ δίκαιον ἠρνήσαντο» καθά
Κύριλλος. Commentarii in Lucam (in catenis) Vol. 72, page 512, line 51
Κύριλλος. Commentarii in Lucam (in catenis) Vol. 72, page 933, line 29
84
Κύριλλος. Ad Optimum episcopum (epist. 80) Vol. 77, page 372, line 6
Ἄρειον,
ὥσπερ τὸν Γολιάθ, καὶ ἐσφενδονίζετο παρ' αὐτοῦ τρισὶ λίθοις τῆς
πίστεως. Προς-
έρρηξε τῷ πύργῳ αὐτοῦ κακοδόξοις ἀνέμοις – ἄνεμοι γὰρ ὑπῆρχον οἱ
λόγοι τῶν
ἀσεβῶν – καὶ τοῦτον οὐκ ἔπεισαν· ὠχύρωτο γὰρ τρισὶν ἀναλώτοις τείχεσι
τῆς
ἀχράντου Τριάδος. Ἐξέπεμψε τὰ βέλη τῆς πολυθεΐας, καὶ εὐθέως
ἐτροποῦτο διὰ τῆς
μοναρχίας. Ἤρχοντο παρεμβολαὶ κυνῶν ὑλακτούντων, καὶ τῇ ῥάβδῳ τοῦ
σταυροῦ
ἐτραυμάτιζεν αὐτούς. Ἐνεδύοντο πάλιν οἱ λύκοι τὴν δορὰν τῶν
προβάτων, καὶ
παραυτὰ ἤλεγχε τὴν τούτων ὑπόκρισιν. Ἔσπευδε ταράξαι τὸ ἄδικον, καὶ
εὐθέως
ἡττᾶτο τῇ δικαιοσύνῃ τοῦ ἀνδρός. Ἤριζον οἱ ἄπιστοι μιμήσασθαι τὴν
πίστιν καὶ διδα-
σκαλίαν αὐτοῦ, καὶ εὐθέως ἀνεκηρύττετο ἡ κακόπιστος αὐτῶν καὶ
ἀνοσία γνώμη.
Ἐθώπευον ἔχειν τὴν παρρησίαν αὐτοῦ, καὶ εὐθέως ἐδηλοῦτο ἡ ἀφροσύνη
αὐτῶν.
Ἐπειδὴ γὰρ ἴσασι καὶ οἱ ὑπεναντίοι αἰδεῖσθαί τε καὶ τιμᾶν ἀρετὴν καὶ ἀν-
δρείαν, ἐν δεινῷ πάθει ὄντος τοῦ τέκνου τοῦ τυράννου, ἐδέοντο τοῦ
ἀνδρὸς εὔχεσθαι
ὑπὲρ αὐτοῦ· τοῦ δὲ προτείναντος, ὅτι ἐάν μοι αὐτὸν δῷς, ἵνα προσάξω τῇ
ἀμωμήτῳ
πίστει, καὶ ἀπαλλάξω αὐτὸν πάσης δυσσεβείας τῶν Ἀρείου μαθημάτων·
κἀκείνου
συνθεμένου, εὐθέως Βασίλειος μεσίτης ἐγένετο βασιλεῖ ἐπιγείῳ πρὸς τὸν
οὐράνιον·
προσεκόμιζε τὴν ὑπόσχεσιν τοῦ ἀνδρός, καὶ ἐκόμιζεν αὐτῷ τὴν ῥῶσιν
τοῦ παιδός.
CAIUS CALIGULA.
ἐσμὲν λειτουργοὶ
τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, εἰ πεπιστεύμεθα τὴν διακονίαν τῶν
αὐτοῦ κηρυγ-
μάτων, διὰ τί μὴ πάντες ἐσμὲν μετ' αὐτοῦ τῶι βούλεσθαι φρονεῖν τὰ
αὐτοῦ; ἐπῆρεν, ὡς
ὁρᾶις, ὁ πολυκέφαλος δράκων τὴν ἀνοσίαν καὶ βέβηλον κεφαλὴν τοῖς
τῆς ἐκκλησίας τέ-
κνοις τὸν τῆς ἰδίας ἀνοσιότητος ἰὸν ἐπιπτύων· ἔρχομαι κατ' αὐτοῦ τὴν
τοῦ πνεύματος
ἀπογυμνώσας μάχαιραν· μάχομαι διὰ Χριστὸν τῶι θηρίωι· διὰ τί μὴ
συγκάμνεις καλῶς
πονεῖν ἐθέλοντι; διὰ τί μὴ συμπαρέστηκας καὶ αὐτός; βαλλέσθω τῆι
πάντων χειρί·
κοινὸν ἡγησώμεθα τὸν ἀγῶνα, ἵνα καὶ ὁμοῦ νικήσαντες ἀναφέρωμεν τὰς
εὐχαριστίας τῶι
σωτῆρι λέγοντες· σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· σὺ
συνέτριψας
τὰς κεφαλὰς τοῦ δράκοντος. ἀλλ' ἡμεῖς μὲν οἱ γνήσιοι τοῦ σωτῆρος
ἱερουργοί,
οἱ τῶν αὐτοῦ μυστηρίων οἰκονόμοι, πολεμιωτάτους ἡγούμεθα τοὺς
καταφλυαροῦντας τῆς
δόξης αὐτοῦ· σὺ δὲ οὐχ οὕτως, πόθεν; ὅτι γὰρ οὐ προσέρχηι γνησίως,
αὐτά σε διε-
λέγχει τὰ πράγματα. ὁρᾶις ἡμᾶς ὡς ἐν πολέμωι κεκονιαμένους, ἔτι
καταστάζοντας τὸν
ἐκ τῆς μάχης ἱδρῶτα, εὐψυχίας πνευματικῆς καὶ παρακλήσεως
δεομένους, μᾶλλον δὲ ἤδη
Ὅτι δὲ ἀχάλινος αὐτῶι πρὸς ὑπεροψίαν τε καὶ ὕβριν γέγονεν ὁ νοῦς, καὶ
δι' ἑτέρων
πραγμάτων ἀταλαίπωρον ἰδεῖν. τρίτον μὲν γάρ που διατετέλεκεν ἔτος
δυσφημῶν ἐπ'
ἐκκλησίας ὁ τῶν νέων δογμάτων εὑρετὴς Νεστόριος· ἐπειδὴ δὲ καὶ δι'
οἰκείων γραμμάτων
τῶι ὁσιωτάτωι τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκόπωι Κελεστίνωι καταφανῆ
92
ὀψὲ γάρ ποτε] δεῖ λαβεῖν τὸ μὲν πρῶτον ‘ὀψὲ’ ὥσπερ διηγουμένου,
τὸ δὲ δεύτερον ὡς κατ' ἐρώτησιν καὶ ὡς ἐκπληττομένου, ὅτι
ἐλησμόνησεν
εἰπεῖν. τὸ ‘ἐχθὲς μὲν οὖν καὶ τὸ πρώην’ ἀντὶ τοῦ ὀψέ· κατὰ κοινοῦ δὲ τὸ
’ἦν’. A
σημείωσαι, παρ' ὑπόνοιαν. Pr
καὶ δύο συλλαβὰς προσθεὶς] μίαν μὲν εἰς τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ,
μίαν δὲ εἰς τὸ τῆς μητρός. A
Ἔμπουσαν] ἐκ τοῦ πάντα αἰσχρῶς καὶ ἀνοσίως ποιεῖν· τοιαύτη γὰρ ἡ
πάλαι Ἔμπουσα. Yvp
πάντα ποιεῖν] πάντα τὰ αἰσχρὰ καὶ ἀνόσια· τοιαύτη γὰρ ἡ πάλαι
Ἔμπουσα. S
τουτουσὶ] τοὺς πολίτας. S
καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις] ἐπιδείκνυσιν ἐν τούτοις, ὅτι
οὐχ ὡς ἐχθρὸς ἀκριβολογεῖται, πάντα ἐξετάζων ἃ ἥμαρτεν, ἀλλὰ πλεῖστα
καὶ παραπέμπεται. διηγεῖται δὲ τὰ σαφέστερα καὶ εὐδηλότερα· διὸ καὶ
ἀκολούθως ἐπήγαγε. gTBcFj
τὸν ἀποψηφισθέντα] οὗτος γὰρ ὁ Ἀντιφῶν Ἀθηναῖος ἐδόκει εἶναι τὸ
πρότερον. γιγνομένων δὲ τῶν καλουμένων διαψηφίσεων, ὅ ἐστιν ἐξετά-
σεων ἐν τοῖς δήμοις ὡς ἔθος, εἰ ἄρα φύσει Ἀθηναῖος οὐκ ὢν ἐνέγραψεν
ἑαυτὸν ἐκ σπουδῆς τινῶν εἰς τοὺς ἀστούς· ἀπεψηφίσθη δὲ καὶ ἀπεδοκι
ΑΠΟΝΙΑ
Εἶναί τε τὴν μερικὴν ἡδονὴν δι' αὑτὴν αἱρετήν· τὴν δ' εὐδαι-
μονίαν οὐ δι' αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. πίστιν δ'
εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων
ᾠκειῶσθαι πρὸς αὐτήν, καὶ τυχόντας αὐτῆς μηθὲν ἐπιζητεῖν
μηθέν τε οὕτω φεύγειν ὡς τὴν ἐναντίαν αὐτῇ ἀλγηδόνα. εἶναι δὲ
τὴν ἡδονὴν ἀγαθὸν κἂν ἀπὸ τῶν ἀσχημοτάτων γένηται, καθά
φησιν Ἱππόβοτος ἐν τῷ Περὶ αἱρέσεων. εἰ γὰρ καὶ ἡ πρᾶξις
ἄτοπος εἴη, ἀλλ' οὖν ἡ ἡδονὴ δι' αὑτὴν αἱρετὴ καὶ ἀγαθόν. ἡ δὲ
τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ὡς εἴρηται παρ' Ἐπικούρῳ, δοκεῖ
αὐτοῖς μὴ εἶναι ἡδονή· οὐδὲ ἡ ἀηδονία ἀλγηδών. ἐν κινήσει γὰρ
εἶναι ἀμφότερα, μὴ οὔσης τῆς ἀπονίας ἢ τῆς ἀηδονίας κινήσεως,
ἐπεὶ ἡ ἀπονία οἱονεὶ καθεύδοντός ἐστι κατάστασις. δύνασθαι
δέ φασι καὶ τὴν ἡδονήν τινας μὴ αἱρεῖσθαι κατὰ διαστροφήν·
οὐ πάσας μέντοι τὰς ψυχικὰς ἡδονὰς καὶ ἀλγηδόνας ἐπὶ σωματι-
καῖς ἡδοναῖς καὶ ἀλγηδόσι γίνεσθαι. καὶ γὰρ ἐπὶ ψιλῇ τῇ τῆς πατρί-
δος εὐημερίᾳ ὥσπερ τῇ ἰδίᾳ χαρὰν ἐγγίνεσθαι. ἀλλὰ μὴν οὐδὲ κατὰ
μνήμην τῶν ἀγαθῶν ἢ προσδοκίαν ἡδονήν φασιν ἀποτελεῖσθαι·
ὅπερ ἤρεσκεν Ἐπικούρῳ (Usener 453). ἐκλύεται γὰρ τῷ χρόνῳ
τὸ τῆς ψυχῆς κίνημα. λέγουσι δὲ μηδὲ κατὰ ψιλὴν τὴν ὅρασιν ἢ
τὴν ἀκοὴν γίνεσθαι ἡδονάς. τῶν γοῦν μιμουμένων θρήνους ἡδέως
ἀκούομεν, τῶν δὲ κατ' ἀλήθειαν ἀηδῶς. μέσας τε καταστάσεις
μονίαν οὐ δι' αὑτήν, ἀλλὰ διὰ τὰς κατὰ μέρος ἡδονάς. πίστιν δ'
εἶναι τοῦ τέλος εἶναι τὴν ἡδονὴν τὸ ἀπροαιρέτως ἡμᾶς ἐκ παίδων
ᾠκειῶσθαι πρὸς αὐτήν, καὶ τυχόντας αὐτῆς μηθὲν ἐπιζητεῖν
μηθέν τε οὕτω φεύγειν ὡς τὴν ἐναντίαν αὐτῇ ἀλγηδόνα. εἶναι δὲ
τὴν ἡδονὴν ἀγαθὸν κἂν ἀπὸ τῶν ἀσχημοτάτων γένηται, καθά
φησιν Ἱππόβοτος ἐν τῷ Περὶ αἱρέσεων. εἰ γὰρ καὶ ἡ πρᾶξις
ἄτοπος εἴη, ἀλλ' οὖν ἡ ἡδονὴ δι' αὑτὴν αἱρετὴ καὶ ἀγαθόν. ἡ δὲ
τοῦ ἀλγοῦντος ὑπεξαίρεσις, ὡς εἴρηται παρ' Ἐπικούρῳ, δοκεῖ
αὐτοῖς μὴ εἶναι ἡδονή· οὐδὲ ἡ ἀηδονία ἀλγηδών. ἐν κινήσει γὰρ
105
καὶ κατὰ χειρὸς ἀγαθῶν | ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ' ἧς ὀμβρεῖ
τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζό-
μενος τὰ τῶν εὐεργεσιῶν φησιν· “ἔσομαι μετὰ σοῦ”.
Τί οὖν ἂν ἐπιλίποι καλὸν τοῦ τελεσφόρου [παντὸς] παρόντος
θεοῦ μετὰ χαρίτων τῶν παρθένων αὐτοῦ θυγατέρων, ἃς ἀδιαφθόρους
καὶ ἀμιάντους ὁ γεννήσας πατὴρ κουροτροφεῖ; τότε μελέται μὲν καὶ
πόνοι καὶ ἀσκήσεις ἡσυχάζουσιν, ἀναδίδοται δὲ ἄνευ τέχνης φύσεως
προμηθείᾳ πάντα ἀθρόα πᾶσιν ὠφέλιμα. καλεῖται δ' ἡ φορὰ τῶν
αὐτοματιζομένων ἀγαθῶν ἄφεσις, ἐπειδήπερ ὁ νοῦς ἀφεῖται τῶν κατὰ
112
τὰς ἰδίας ἐπιβολὰς ἐνεργειῶν καὶ ὥσπερ τῶν ἑκουσίων ἠλευθέρωται διὰ
τὴν πληθὺν τῶν ὑομένων καὶ ἀδιαστάτως ἐπομβρούντων. ἔστι δὲ ταῦτα
καὶ τὰ τῆς ἑτέρας πάντα εἴδη τοῖς τῆς ἑτέρας εἴδεσι πᾶσι· πάλιν
γραμματικὴ ἀγραμματία, μουσικὴ ἀμουσία, παιδεία ἀπαιδευσία, συνόλως
Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσω-
δῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν
πεπασμῶν εἰρημένῳ “ταχυτῆτα κρίσεως” ἐναντίον ἐστὶ τὸ <χρονίζειν>
τὰ νοσήματα, τῷ δ' ἐπ' ἐκείνοις “ἀσφάλειαν” ἀντίκειται τό τε [τῆς]
<ἀκρισίας> καὶ τὸ [τοῦ] <θανάτους> καὶ τὸ <τῶν αὐτῶν ὑποστρο-
φάς>, τῷ δ' ἐπ' ἐκείνοις <ὑγιεινὴν> κοινῇ μὲν σύμπαντα τὰ νῦν εἰρη-
μένα, [καὶ] κατὰ μέρος δὲ τὸ <πόνους>. τὰ γὰρ ὑγιαίνοντα σώματα
τὴν εἴτ' ἀπονίαν εἴτ' ἀνωδυνίαν εἴτ' ἀοχλησίαν ἐθέλοις ὀνομάζειν,
ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς <ἀκρισίας> ὄνομα μέμνησθε δήπου
λεγόμενον ὑπ' αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ' ὅλως ἐσομένης κρίσεως ἢ
μοχθηρᾶς ἐσομένης, κατ' ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψί-
αις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ | <ἀκρισίαι>. <καὶ> μέμνησθε δέ,
ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται.
διά τε γὰρ τῶν στερεῶν σωμάτων ἡ φύσις διατέταται δύναμις ἐκεί-
νων οὖσα καὶ τὸ πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόν-
των γίνεται, ὡς, ὅταν γε καὶ αὐτὰ ταῦτα νοσῇ, καθ' ἕξιν μὲν ἤδη τὸ
νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατον ἔστιν οἷς ἐπάγει. θεραπευθῆναι
δ' οὐ δύναται, πρὶν αὐτὰ τὰ στερεὰ σώματα τὴν οἰκείαν ἀνακτήσασθαι
114
136 9
ὁ δ' Ἐπίκουρος ἐν τῷ Περὶ αἱρέσεων οὕτω λέγει· <ἡ μὲν
γὰρ ἀταραξία καὶ <ἡ> ἀπονία καταστηματικαί
εἰσιν ἡδοναί· ἡ δὲ χαρά καὶ ἡ εὐφροσύνη κατὰ
κίνησιν ἐνεργείᾳ βλέπονται.>
ξεσμάτων, κοτυληδόνος, ἴου ἄνθους καὶ τῶν σιδίων τῆς ῥόας. ἕκαστον
λεῖον σὺν ἀλφίτῳ ἢ ἄρτῳ καταπλαττόμενον φέρει ἀπονίαν καὶ μάλιστα
ψυλλίου τὸ σπέρμα βρεχόμενον ζέοντι ὕδατι καὶ μετὰ τὸ χυλωθῆναι
καταπλαττόμενον. καὶ τὸ διὰ τοῦ χυλοῦ τοῦ μολύβδου χρῖσμα τὸ προγε-
γραμμένον ἐπὶ τῶν αἱματικῶν ῥευμάτων χρησιμώτατόν ἐστι καὶ τούτοις.
χρήσιμα δὲ καὶ τὰ μῆλα σὺν ἄρτῳ λεῖα καταπλαττόμενα καὶ τὰ τούτοις
παραπλήσια· καὶ κηρωταὶ ἃς καλοῦσιν ἠπιόνας καὶ ἀμβροσίας καὶ ὅσαι
κατασκευάζονται μὲν ἐκ κηροῦ καὶ χαμαιμηλίνου καὶ ῥοδίνου, προς-
λαμβάνουσι δὲ χυλόν τινος τῶν προειρημένων ψυκτικῶν ὠῶν τε τὸ
λευκὸν καὶ ὕδωρ σὺν ὄξει βραχεῖ, ὧν τὰς συνθέσεις ὑποτάξομεν μετὰ
βραχύ. ἀγαθὸν δὲ φάρμακον ἐπ' αὐτῶν καὶ κηρωτὴ σκευαζομένη διὰ ῥο-
δίνου καὶ προσλαμβάνουσα σεύτλου χυλόν, ὅσον ἐπιδέχεται. οἶδα δέ
127
πρώτῳ περὶ Ἀγαθῶν> τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλο-
μένοις τὰ προηγμένα καλεῖν ἀγαθά, καὶ κακὰ τἀναντία, ταύταις ταῖς
λέξεσιν· “<Εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ
μὲν ἀγαθὸν αὐτῶν λέγειν> (sc. 8<τῶν ἀδιαφόρων), τὸ δὲ κακόν,
ἐπὶ ταῦτα φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώ-
μενος * ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ,
τὰ δ' ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας>.”
Plutarchus de Stoic. repugn. cp. 30 p. 1047e (Antecedit Ze-
nonis de προηγμένῳ sententia). Ἀλλ' ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ
πρᾶγμα δυσδιάθετον πεποίηκεν· <ὁτὲ μὲν γάρ φησι> “μαίνεσθαι τοὺς
τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν
τοῦ σώματος ἐν μηδενὶ ποιουμένους, μηδ' ἀντεχομένους τῶν τοιούτων”
<ὁτὲ δὲ> παραθέμενος τὰ τοῦ Ἡσιόδου (Op. et D. 299)
Ἐργάζευ, Πέρση, δῖον γένος
ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ
Μὴ ἐργάζευ, Πέρση, δῖον γένος.
Plutarchus de Stoic. repugn. cp. 17 p. 1041e. Ἐν δὲ τῷ
πρώτῳ (scil. τῶν Προτρεπτικῶν) “<τοῦτον τὸν λόγον φησὶν ἀπὸ
τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν
ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν
οὐδέν>.”
των τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν, τὰ δὲ κατὰ μετοχήν. <Πρῶτα μέν
ἐστι κατὰ φύσιν> κίνησις ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γινο-
μένη, οἷον <ἀρτιότης καὶ> ὑγίεια καὶ αἴσθησις (λέγω δὲ τὴν κατάληψιν)
καὶ ἰσχύς. <Κατὰ μετοχὴν> δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ
τοὺς
σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιεινὸν καὶ αἰσθήσεις
μὴ
πεπηρωμέναι. Ὁμοίως δὲ καὶ τῶν παρὰ φύσιν κατὰ τὸ ἀνάλογον.
Stobaeus ecl. II 82, 20 W. <πάντα δὲ <τὰ> κατὰ φύσιν
ληπτὰ εἶναι καὶ πάντα τὰ παρὰ φύσιν ἄληπτα>. τῶν δὲ κατὰ φύσιν
τὰ μὲν καθ' αὑτὰ ληπτὰ εἶναι, τὰ δὲ δι' ἕτερα. <καθ' αὑτὰ> μὲν, ὅσα ἐστὶν
ὁρμῆς κινητικὰ κατατρεπτικῶς ἐφ' ἑαυτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν, οἷον
περὶ τὴν ταλασίαν καὶ σιτοπονίαν καὶ ὅλως τὰ κατοικίδια τῶν ἔργων.
οὐδὲ
μὴν ἀγεύστους ἀξιωτέον εἶναι τοὺς ἑτέρους τῶν ἑτέρων. γένοιτο γὰρ ἄν
ποτε
καὶ γυναικὶ κατ' ἀγρὸν γενομένῃ καθῆκον τὸ τοῖς ἐργαζομένοις ἐπιστῆναι
130
καὶ
τὴν τοῦ οἰκοδεσπότου τάξιν ἐκπληρῶσαι, καὶ ἀνδρὶ περὶ τῶν κατὰ τὴν
οἰκίαν
ἐπιστροφὴν ποιήσασθαι καὶ τὰ μὲν διαπυθέσθαι, τὰ δὲ καὶ ἐπιδεῖν τῶν
γινομέ-
νων. οὕτω γὰρ ἂν ἐπισυνδέοιτο μᾶλλον τὰ τῆς κοινωνίας, εἰ
συμμετέχοιεν ἀλλή-
λοις τῶν ἀναγκαίων φροντίδων. δεῦρο μέντοι τοῦ λόγου γενόμενος οὐκ
ἂν ὀκ-
νῆσαί μοι δοκῶ καὶ τῆς αὐτουργίας ποιήσασθαί τινα μνήμην, ἐπεὶ εἰκὸς
τοῖς
ὑπὲρ τῶν ἔργων εἰρημένοις καὶ τοῦτο προστεθῆναι. ὡς μὲν τοίνυν τἀνδρὶ
καθήκει τῶν γεωργικῶν ἅπτεσθαι πόνων, τί καὶ λέγειν δεῖ; οὐ πολὺς γὰρ
ὁ κατὰ τοῦτο δυσπειθής, ἀλλὰ καίπερ τοσαύτης τρυφῆς καὶ ἀπονίας τὸν
νῦν
κατεχούσης βίον, ὅμως σπάνιός ἐστιν <ὁ> μὴ καὶ δι' ἑαυτοῦ
προθυμούμενος
ἔργων κοινωνῆσαι τῶν ὑπὲρ σπόρου καὶ φυτείας καὶ τῶν ἄλλων τῶν κατὰ
καὶ ἄνθρωπος
ταύτην παρασχεῖν ἠδύνατο. Εἰ ἦν σχῆμα ἡ διακονία, ἡ τέχνη τῶν
ἀνθρώπων συνε-
βάλλετο τῇ Θεότητι. Νηδὺς ἐλειτούργησε τῇ Θεότητι, καὶ διὰ τὴν
ἑτοίμην ὑπακοὴν
μισθὸν ἔλαβε τὴν ἀπονίαν. Προσήγαγε φύσιν πονεῖν ὀφείλουσαν, καὶ
ἀπέλαβεν
αὐτὴν ἄπονον. Προσήγαγε δῶρον ἀσθενές, καὶ ἔλαβεν αὐτὸ ἰσχυρόν.
Ἔδωκε μήτραν
ἐπίπονον, καὶ ἔλαβεν αὐτὴν ἀδιάρρηκτον. Ἰατρὸς ὁ τὴν φύσιν αὐτῆς
χρησάμενος,
διὰ τοῦτο ὑγιῆ ἀποκατέστησεν. Οὐκ ἦν ἄνθρωπος, ὁ τὴν Παρθένον αἰτῶν
χρῆσιν τε-
κνογονίας, ἀλλὰ Θεός. Διὰ τοῦτο παρέσχετο τῇ φύσει ὃ οὐκ εἶχεν, ἵνα
δείξῃ ὅτι οὐκ
ἦλθε τὴν φύσιν ῥῆξαι, ἀλλὰ ἄρρηκτον διαφυλάξαι. Μαργαρίτης ἦν ὁ
γεννώμενος,
διὰ τοῦτο ἐξώλισθε γεννηθεὶς ἄνευ ὠδίνων καὶ πόνων. Οὔτε τραχὺς ἦν
ὡς γηώδης,
οὔτε διακεχυμένος ὡς ὑγρός, οὔτε πολυμερὴς ὡς ὑλικός· ἀλλὰ νήπιος,
ἔχων Θεὸν
τέλειον ὑπὸ φύσιν ἁπλότητος κρυπτόμενον. Διὸ ἐκ τῆς τοῦ ἐνόντος
δυνάμεως ἡ Παρ-
θένος, ὡς κόγχος, ἔτεκε φυσικῶς, καὶ ὡς γυνὴ πέπονθεν οὐδαμῶς, πάλιν
συνελ-
θούσης τῆς φύσεως, ὡς αἱ πτυχαὶ τῶν ὀστρέων, ἐπὶ τὴν παρθενικὴν
κατάστασιν.
ΕΥΡΕΤΗΡΙΟΝ
ἀναισθησία, 106, 133 ἀπονίαν, 104, 105, 107, 108, 109, 110,
ἀνόσητον, 21, 118 112, 113, 114, 115, 116, 117, 121, 122,
ἀνοσία, 6, 8, 9, 10, 15, 16, 18, 19, 21, 41, 123, 124, 125, 127, 128, 131, 135, 139
42, 61, 63, 64, 70, 71, 72, 77, 80, 82, 86, ἀπονίας, 103, 106, 110, 120, 122, 124,
118 126, 129, 133, 134, 136, 138
ἀνοσίαις, 4, 6, 9, 10, 22, 24, 51, 65, 72, ἄπονος, 21, 117, 118
78, 80, 81 ἀρρωστίας, 21, 118
ἀνοσίαν, 4, 5, 6, 7, 8, 9, 11, 12, 13, 17, 23, ἐνοσήλευσα, 21, 118
24, 25, 27, 31, 33, 35, 36, 37, 38, 39, 42, Θεοδώρετος, 5
45, 48, 49, 50, 51, 54, 56, 57, 58, 59, 61, Ιούλιος Πολυδεύκης, 20
62, 65, 66, 69, 73, 74, 75, 76, 78, 83, 84, Ιωάννης Χρυσόστομος, 4, 5, 30, 31, 32,
88, 89, 90, 98, 99, 100, 101 33, 34
ἀνοσίας, 4, 5, 9, 12, 13, 14, 16, 17, 18, 21, Κύριλλος Αλεξανδρινός, 6, 7, 8, 9, 10, 11
23, 26, 27, 28, 29, 30, 32, 33, 34, 35, 36, Λοιμός, 3
38, 39, 40, 43, 44, 45, 47, 50, 52, 53, 54, λοίμωξη, 3
55, 58, 59, 60, 62, 79, 87, 92, 93, 94, 95, νόσημα, 21, 51, 112, 118
96, 97, 101, 102 νόσος, 3
ἄνοσον, 21, 118 νόσου, 3, 21, 118
ἀνουσίῳ, 25 πόνος, 27, 34, 111, 115
ἀνωδυνίαν, 112 ὑγιείας, 106, 108
ἀπονία, 21, 103, 104, 105, 111, 113, 114,
116, 118, 132, 136, 137, 138, 140