You are on page 1of 1

Ἡνικα Ἔρουλοι Λαγγοβαρδῶν ἡσσηθέντες τῇ μάχῃ ἐξ ἠθῶν τῶν πατρίων ἀνέστησαν, οἱ μὲν

αὐτῶν, ὥσπερ μοι


ἔμπροσθεν δεδιήγηται, ᾠκήσαντο ἐς τὰ ἐν Ἰλλυριοῖς χωρία, οἱ δὲ δὴ ἄλλοι Ἴστρον
ποταμὸν διαβαίνειν
οὐδαμῆ ἔγνωσαν, ἀλλ̓ ἐς αὐτάς που τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἱδρύσαντο:
[2] οὗτοι γοῦν πολλῶν ἐκ τοῦ βασιλείου αἵματος ἡγουμένων σφίσιν ἤμειψαν μὲν τὰ
Σκλαβηνῶν ἔθνη ἐφεξῆς
ἅπαντα, ἔρημον δὲ χώραν διαβάντες ἐνθένδε πολλὴν ἐς τοὺς Οὐάρνους καλουμένους
ἐχώρησαν.
[3] μεθ̓ οὓς δὴ καὶ Δανῶν τὰ ἔθνη παρέδραμον οὐ βιαζομένων σφᾶς τῶν τῇδε βαρβάρων.
[4] ἐνθένδε τε ἐς ὠκεανὸν ἀφικόμενοι ἐναυτίλλοντο, Θούλῃ τε προσχόντες τῇ νήσῳ
αὐτοῦ ἔμειναν. Ἔστι
δὲ ἡ Θούλη μεγίστη ἐς ἄγαν: Βρεττανίας γὰρ αὐτὴν πλέον ἢ δεκαπλασίαν ξυμβαίνει
εἶναι.
[5] κεῖται δὲ αὐτῆς πολλῷ ἄποθεν πρὸς βορρᾶν ἄνεμον. ἐν ταύτῃ τῇ νήσῳ γῆ μὲν ἔρημος
ἐκ τοῦ ἐπὶ
πλεῖστον τυγχάνει οὖσα, ἐν χώρᾳ δὲ τῇ οἰκουμένῃ ἔθνη τριακαίδεκα πολυανθρωπότατα
ἵδρυται:
βασιλεῖς τέ εἰσι κατὰ ἔθνος ἕκαστον.
[6] ἐνταῦθα γίνεταί τι ἀνὰ [p. 416] πᾶν ἔτος θαυμάσιον οἷον. ὁ γὰρ ἥλιος ἀμφὶ
θερινὰς μὲν τροπὰς
μάλιστα ἐς ἡμέρας τεσσαράκοντα οὐδαμῆ δύει, ἀλλὰ διηνεκῶς πάντα τοῦτον τὸν χρόνον
ὑπὲρ γῆς φαίνεται.

You might also like