You are on page 1of 20

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἔ χει μὲν Αἴγυπτος Νεῖλον, τὸν πολυχεύμονα, ἐξ οὗ ἀρδευομένη

καρποὺς φέρει γηΐνους, |σὺ ἔχουσα Ῥωσσία| 1 , Νεῖλον Θεοῦ, ἡσυχίας


διδάσκαλον, πολλὰς Κυρίῳ ἀνήνεγκας ἀπαρχάς, ἀρδευθείσας τούτου νάμασιν.

Σ τοιχῶν πατέρων τῇ πράξει καὶ τοῖς διδάγμασιν, ἰσότιμος ἐφάνης, πρὸς

αὐτοὺς Πάτερ Νεῖλε, φυλάξας ἐν δυνάμει τὰς ἀρετάς, παρθενίαν


ἰσάγγελον, ἀκτημοσύνην τελείαν, ὑπακοήν, τρισφιλόθεον θεούργημα.

Τ ρωθεὶς τῷ βέλει Κυρίου τῷ γλυκερῷ οὐδαμῶς, ὑπέμεινας ἀρκεῖσθαι,

τύποις κτείνουσι Πάτερ, ἀλλ’ ἔδραμες ἐμπόνως εὐχὴν ἐκζητῶν, ἥν εὐρῶν


ἐν ταμείοις σου, ἐναποκρύψας εἰργάσω εἰς ἑκατόν, τραπεζίτης ὤσπερ ἄριστος.

Ὥ ς τις φιλέρημος ὄρνις, Πάτερ ἐπήξω μακράν, τὴν καλιάν σου ὤστε,

ἡσυχίᾳ καθαίρειν, τὸν νοῦν σου καὶ ποιεῖσθαι τοῦτον χωρεῖν, τὰς
ἐλλάμψεις τοῦ Πνεύματος, δι’ ὦν οὐ μόνον ἐλάμπρυνας σεαυτόν, ἀλλὰ πλῆθος
ὑπηκόων σου.

Δόξα. Ἦχος δ΄.

Τ ὸν ποταμὸν τοῦ Θεοῦ, τὸν πεπλησμένον θείαις χάρισιν, μοναζότνων

χορεῖαι δεῦτε συντιμήσωμεν. Τῇ ἀποταγῇ γὰρ συμμείξας τὴν ἀναχώρησιν,


καὶ τῇ ἀκτημοσύνῃ τὴν εἰς Θεὸν ἐλπίδα, τὴν προσευχὴν δὲ ὡς ἀπόκτημα
ψυχήσακον τῇ πρακτικῇ ἐφευρών, ὅλην τὴν ἔφεσιν πρὸς τὸ καθ’ ὁμοίωσιν
ἐναπέτεινεν. Καὶ τῇ Τριάδι συναφθείς, εἰς τὸ ὑπὲρ φύσιν ἀνελήλυθε, τῇ δὲ κοιμήσει
ἐν οὐρανοῖς χαίρων αὐλισθείς, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.


1
Δύναται καὶ οὕτως: «σὺ δὲ ἡ Ἐκκλησία».

1
Ἐ κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε,

ἵνα σε δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ


Στιχηρὰ προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔ μπλησον τὰς ψυχάς, τῶν πίστει σε τιμώντων, Πάτερ θεόφρον Νεῖλε,

ἀρδείαις τῶν εὐχῶν σου, χαρίτων τῶν τοῦ Πνεύματος.


Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Κ τῆμα τὴν τοῦ Θεοῦ, πλουτήσας Πάτερ Χάριν, τῶν γεηρῶν ἁπάντων,

ὑψόθεν ἐπετάσθης, τρυγὼν ὥσπερ φιλέρημος.


Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Μ έλιτι γλυκανθεῖς, τῆς θείας ἡσυχίας, ὡς προσευχὴν ζωοῦσαν, ἰσόβιόν

σοι τρόπον, ταύτην σοφῶς ἐκλέλεξαι.

Δόξα. Ὁ αὐτός.

Θ εία ὑπερτελής, ἄναρχος τελειότης, Τριὰς Θεὲ τῶν ὅλων, εὐχαῖς τοῦ σοῦ

Ὁσίου, ἡμᾶς πάντας ἐλέησον.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Π αρθένε ἀγαθή, σὺν Νείλῳ τῷ Ὁσίῳ, πρεσβεύσατε Κυρίῳ, ἡμῖν τὴν

παρθενίαν, ἄσυλον προσκυρώσασθαι.

Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.

Θ είῳ ἔρωτι πυρποληθεῖσα, ἡ καρδία σου, Ὅσιε Νεῖλε, οὐκ ἐπαύσατο

ζητοῦσα κατάπαυσιν, ἀδιαλείπτως Κυρίῳ σχολάζουσα, καὶ ἐντρυφῶσα

2
Αὐτοῦ τῷ Ὀνόματι, Πάτερ πρέσβευε, δοθῆναι ἡμῖν ἀπόμοιρα, τῶν χαρισμάτων οἷς
Χριστός σε ἐκόσμησεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προϊμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ
ψάλλομεν τῆς προλαβούσης Ἑορτῆς δ΄ καὶ τοῦ Ὁσίου τά παρόντα δ΄ προσόμοια 2.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅ λος πυρπολούμενος, τῇ τοῦ Κυρίου ἀγάπῃ, ὄγκον ἐναπέῤῥιψας

κοσμικῆς συγχύσεως γεννητόρων τε, καὶ λαβὼν Ὅσιε, τὸν Σταυρὸν


ἐπ’ ὤμων, κακουχεῖσθαι προετίμησας, ὑπὲρ τὴν ἄνεσιν, τοῦ παρόντος κόσμου τὴν
ἄστατον· ἐντεῦθεν ἀπεμάκρυνας, ὡς στρουθίον Πάτερ φιλέρημον, καὶ τῶν
μοναζόντων, σαὐτὸν συγκαταλέξας τοῖς χοροῖς, νῦν μετ’ Ἀγγέλων εὐφρόσυνα,
χαίρεις Νεῖλε τίμιε.

Λ άμπων τῇ φαιδρότητι, ἐκ καθαρᾶς πολιτείας, χαίρων εἰσελήλυθας εἰς

Μονὴν ἐπώνυμον τῆς λευκότητος, πρὸς λίμνῃ γειτνιάζουσαν, κύκνος


ὥσπερ Πάτερ, εἰς τὴν θάλασσαν τῆς Χάριτος, ἐν ᾗ νηχόμενος, εὗρες μαργαρίτην
τὸν τίμιον· ὑφ’ οῠ καταυγαζόμενος, φίλῃ ἡσυχίᾳ συνήρμοσαι, ἥν καὶ ἰσοβίως,
πλουτήας δι’ εὐχῆς τοῦ Ἰησοῦ, ἐκαρποφόρησας ἄσταχυν, τῆς Ζωῆς μακάριε.

Π είρᾳ τὰ θειότατα, ἐκδιδαχθεὶς Νεῖλε Πάτερ, ἔμαθες τὸ ἔμπονον δι’ οὗ

ταῦτα ἅπας τις κτᾶται τέλειον, γλυκύτητι κεντούμενος, δι’ ὑψυλοτέρας,


ἀναβάσεις πρὸς τὸ Ἅγιον, Ὄρος ἐλήλυθας, ὥσπερ θεοκίνητος μέλισσα, Πανάγνου
δὲ τῇ χάριτι πλοῦτον ἠμπορεῦσω τῆς νήψεως, καὶ εἰς Κωνσταντίνου, τὴν πόλιν
ἀπελθὼν μετὰ σπουδῆς, τοῦτον ἐπηύξησας Ὅσιε, διὰ ταπεινώσεως.

2
Δὲν φαίνεται ὀρθὸν τὸ νὰ προηγῆται ἡ προλαβοῦσα Ἑορτὴ εἰς τὰ στιχηρά ἐφ’ ὅσον πρόκειται περὶ ἑορτασίμου
ἀκολουθίας, ἐκτὸς καὶ ἐὰν πίπτει ἡ μνήμη ἡμέρᾳ Σαββάτου, διὰ τὴν ἀπόδοσιν τῆς Ἑορτῆς.

3
Ἔ χων ὡς πεντάχορδον, τὰς σὰς αἰσθήσεις κιθάραν, πλήκτρον δὲ τὸ

Ὄνομα, τὸ ὑπὲρ πᾶν Ὄνομα ἐκιθάρισας, γλυκύτατον έρεύγημα, νῆψιν


ἀκροτάτην, δι’ ἧς Πάτερ ἐγκαινίζεται, ὁ ἔσω ἄνθρωπος δι’ ὅν δι’ ἀσκήσεως
τρέχομεν, διὸ καὶ ἵνα πέταται, δέον τῶν κτισμάτων μακρύνεσθαι· ὅθεν ἀκτησίαν,
τελείαν ἐξασκήσας τῷ Χριστῷ, καθωμοιώθης θεσπέσιε, τῷ πτωχείᾳ ζήσαντι.

Δόξα. Ἦχος β΄.

Τ ί σε ὀνομάσωμεν Πάτερ; πολυχεύμονα Νεῖλον πνευματικὸν ἢ νέον Ἰωςὴφ

σιτομετρήσαντα θεοφιλῶς τὸν Σῖτον τὸν ἀληθὴ τῇ σῇ πατρίδι; εἴ τι ἄν σε


εἴπωμεν, τῆς ἀληθείας οὐκ ἐκπεσούμεθα, μᾶλλον δὲ καὶ ἐλλιπεῖς εὑρισκόμεθα. Σὺ
γὰρ τῶν παλαιῶν Πατέρων μιμητὴς κατὰ πάντα γενόμενος, ἀποταγὴν τελείαν,
ἐκκοπὴν θελήματος γνησίαν, ἀκτησίαν θαυμασιωτάτην καὶ νηπτικὴν ἐργασίαν
ἀδιάλειπτον ἐν σεαυτῷ συνήρμοσας, διὰ τοῦ βίου διδάσκων τῆς εὐαγγελικῆς
τελειότητος τὴν ὁδόν. Ὅθεν νῦν κατοικῶν μετ’ Ἀγγέλων καὶ τὸν ἐν Τριάδι Θεὸν
καθορῶν, πρέσβευε ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν μνήμην τελούντων σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρὸν.


Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Τ
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

άδε λέγει Κύριος· σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα

Ἁβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ’ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν


σκοπῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι· παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ
ἐγκατέλιπόν σε· μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ
ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. ἰδοὺ
αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ
ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου· ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς
τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ
ἔσονται οἱ ἀντιπολεμοῦντές σε. ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ
λέγων σοι· μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός
σου, ὁ λυτρούμενός σε, Ἰσραήλ. ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἁλοῶντας
καινοὺς πριστηροειδεῖς, καὶ ἁλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν
θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς,
σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

4
Τ άδε λέγει Κύριος· ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου

πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά


μου καὶ ἔθηκε τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς
αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.
καὶ εἶπέ μοι· δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. καὶ ἐγὼ εἶπα·
κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις
μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου. καὶ νῦν οὕτως λέγει
Κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς
αὐτὸν καὶ Ἰσραὴλ - συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὁ Θεός
μου ἔσται μοι ἰσχὺς - καὶ εἶπέ μοι· μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου τοῦ
στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ δέδωκά
σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς
γῆς. - Οὕτως λέγει Κύριος ὁ ρυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ· ἁγιάσατε τὸν
φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν
ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ
προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, καὶ
ἐξελεξάμην σε. οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ
σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ
καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν
δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλυφθῆναι. ἐν πάσαις ταῖς ὁδοῖς
βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν οὐδὲ
διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς
παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ
πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ
καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Εὐφραίνεσθαι, οὐρανοί, καὶ
ἀγαλλιάσθω, ἡ γῆ, ρηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν
αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. - Εἶπε δὲ Σιών· ἐγκατέλιπέ
με Κύριος, καὶ ὁ Κύριος ἐπελάθετό μου. Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ
μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ταῦτα ἐπιλάθοιτο γυνή, ἀλλ’ ἐγὼ
οὐκ ἐπιλήσομαί σου, εἶπε Κύριος..
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Δ ίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ

πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις


ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη,
καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ
δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ
ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε

5
χρόνους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ
μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ
τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ


Στιχηρὰ ἰδιόμελα.
Ἦχος α´.

Ἀ Ἀγάλλου γηθομένη |ἡ ἁγία Ῥωσσία| 3 , ὡς ἐνέγκασα Ὁσίων τῷ χορῷ, τὸν

Νεῖλον τὸν θαυμάσιον· οὖτος τῶν κοσμικῶν ἁπάντων μακρυνθείς, διὰ


συντόνου ἀσκήσεως καὶ πρακτικῆς ἀρετῆς, τοῦ Ἁγίου Πνεύματος γέγονεν
οἰκητήριον· καὶ τῇ εὐχῇ τοῦ Ἰησοῦ λιπανθείς, ὡς καλὸς σιτοδότης ταύτην
ἐκληροδότησέ σοι εἰς σωτηρίαν αἰώνιον τῶν θεοφιλῶν τέκνων σου. Ὅθεν τοῦτον
τιμῶσα, τῷ Κυρίῳ ἀπόδος τὰς εὐχαριστίας σου, ὅτι ἐχαρίσατό σοι θείαν πηγὴν
ἀνεξάντλητον.

Ἦχος β΄.

Β υθοσκοπήσας σεαυτόν, Νεῖλε θεσπέσιε, πέποιθας ὅτι πλέον πάντων πρὸς

τὴν ἀπόδυσιν τοῦ παλαιοῦ Ἀδὰμ συντελεῖ τὸ ἀπρόσκοπτον καὶ ἡ κατὰ


Θεὸν ἡσυχία. Διὸ ταύτην ἐμφρόνως ἠμπορεύσω καὶ εἰς ἑκατὸν ἐκαρποφόρησας.
Ὅθεν ἀπλανὴς ὁδηγὸς ἐφάνης τοῖς περὶ σὲ μαθηταῖς καὶ πᾶσι τοῖς αἱρουμένοις
ἡσυχᾶσαι. Ὑπὲρ ὧν καὶ πρέσβευε τῷ φιλανθρώπῳ Θεῷ, ἵνα πιαίνωνται ταῖς πρὶς
Αὐτὸν ἐντεύξεσιν.

Ἦχος γ΄.

Μ αθητευθεὶς ἐν πολλῇ ταπεινώσει, Νεῖλε τριςὀλβιε, ὡς νουνεχὴς

μέλισσα ἀπεδρέψω ὡς μέλι γλυκάζον τὰς τῶν Πατέρων διδασκαλίας


καὶ ἐν τῇ σεαυτοῦ καρδίᾳ, ὡς ἐν σίμβλῳ μυστικῷ ἀναπλάσας, παρέθηκας ἡμῖν
φιλοστόργως τὴν ἡδύτητα τῶν λόγων σου. Ὧν τὴν γνῶσιν διὰ πρακτικῆς
ἐπιγινώσκοντες, δοξάζομεν τὸν ἐν Τριάδι Θεόν.

3
Δύναται καὶ οὕτως: «ἡ τοῦ Χριστοῦ Ἐκκλησία».

6
Ἦχος δ΄.

Π αρὰ τὰς διεξόδους τῶν αἰσθητῶν ὑδάτων τὴν καλιάν σου πηξάμενος, ἐκ

τοῦ νοητοῦ ποταμοῦ τῆς αὐτοσοφίας τοῦ Λόγου τοῦ Θεοῦ τὴν καρδίαν
σου ἀπεδίψασας Πάτερ Ὅσιε. Καὶ ὡς ἐν τῇ προπτωτικῇ Ἐδὲμ εὑρισκόμενος, ἐκ τοῦ
ἁγιαστικοῦ τετραποτάμου τῶν Ἱερῶν Εὐαγγελίων ἐφεξῆς πιαινόμενος, ηὔξησας εἰς
δένδρον ἀειθαλλὲς τοῦ Πνεύματος, Οὗ τὸν καρπὸν οἱ ὑπὸ τὴν σκέπην σου
καταφεύγοντες ἀπογευόμενοι, τὸ Ξύλον τῆς Ζωῆς εἰς τέλος εὑρισκόμενον, καὶ ἐν
χαρᾷ δοξάζομεν τὸν ἁγιάσαντά σε Κύριον.

Δόξα. Ἦχος πλ.α΄.

Δ εῦτε τῆς ἡσυχίας οἱ ἑρασταί, δεῦτε καὶ τρυφήσωμεν πνευματικῶς, ἐπὶ τῇ

χαρμοσύνῳ πανηγύρει τοῦ θεοφόρου Πατρὸς ἡμῶν Νείλου. Οὗτος γὰρ


ἀνεστήλωσε θεοφιλῶς τὴν πολιτείαν τῶν ἀρχαίων Πατέρων ἐν τῇ πατρίδι ἑαυτοῦ.
Μαθὼν ἐξ ὧν περ ἔπαθε τὴν εὐχητικὴν ἀγωγήν, ὑπὲρ πάντα τὴν ἡσυχίαν ἠγάπησε
καὶ ἐν ἁπλότητι βιώσας, πρὸς τὸν Θεὸν κατέπαυσε κομῶν ταῖς ἀρεταῖς. Ὅθεν τύπος
φανεὶς ἔμπνους ἀρετῆς καὶ κληρονομήσας ἐντεῦθεν τὴν Βασιλείαν τῶν Οὐρανῶν,
πρεσβεύει νῦν ὑπὲρ τῶν ψυχὼν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον ὁμόηχον. (Ἢ τῆς Ἑορτῆς)

Μ ακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ

χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ


προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ


Στιχηρὰ προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χ αίροις ὁ θεοῤῥύτῳ ἐυχῇ, συμβιοτεύσας καὶ τραφεὶς Πάτερ Ὅσιε, αὐτὴν

γὰρ ὅλως ποθήσας, γέγονας ἐξεστηκώς, καὶ πρὸς ἡσυχίαν ἀπεμάκρυνας,


τὸν νοῦν σου ἀμέριμνον, τὴν ψυχήν σου ἀθόλωτον, πάσῃ δυνάμει συντηρῶν
ἀκριβέστατα, ἀκηλίδωτον ἀπδέδειξαι ἔσοπτρον, ἔνθα Χριστὸς ἐπέλαμψε, τὸ φῶς τὸ
ἀπρόσιτον, τὴν λαμπηδόνα τὴν θείαν, σὲ ὅλον φῶς ἐργασάμενος, ἐξ οὗ τὰς ἐννοίας,
καταυγάζεις Πάτερ Νεῖλε, φωτοειδέστατα.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

7
Χ αίροις ὡς ἄλλος τις Σολομών, κατασκευάσας σεαυτῷ οἷκον πάντερπον,

ἐκ λίθων ἀργῶν οὐχ ὅμως, ἀλλ’ ἀρετῶν τῶν πολλῶν, ἅς περ ταπεινώσει
ἐναπέμαξας, Πατέρων τρισόλβιε, μελετῶν βίους ἆθλά τε, καὶ τῆς καρδίας φυλακὴν
τὴν σωτήριον, δι’ ἧς ἔρχεται Ἰησοῦ ἡ κατοίκησις· ὅθεν ἀνευφημοῦντές σε, δεόμεθα
Ὅσιε, τὸν γλυκασμὸν ἡμῖν δίδου, τοῦ ὑπὲρ πάντα Ὀνόματος, Αὐτὸ γὰρ ὑπάρχει, ἡ
τροφὴ καὶ ἡ ἡδύτης καὶ ἡ ἀνάπαυσις.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.

Χ αίροις ὁ τὴν πτωχείαν ἑλών, ὡς κοῦφον δρόμον τοῦ ἐγγίσαι Θεῷ ἡμῶν,

τῷ πρώτῳ ἐνδειξαμένῳ, χρῆμα αὐτὴν ποθητόν, ὅτε φιλανθρώπως


ἐπεδήμησε, διὸ καὶ σὺν ἄσυλον, πλοῦτον ταύτην κατέλιπες, τέκνοις σου Πάτερ, σὺν
εὐχῇ ἡσυχίᾳ τε ὑπὲρ ἅπασαν διαθήκην ἐγκόσμιον, νῦν δὲ ανευφημοῦντάς σε
εὐλόγησον Ἅγιε, ὥστε πτωχεύειν κακίᾳ πλουτεῖν δὲ Χάριν τοῦ Πνεύματος, μεθ’ οὗ
ἀνυμνοῦμεν, τὸν Υἱὸν σὺν τῷ Πατρί τε Τριάδα ἄκτιστον.

Δόξα. Ἦχος πλ.δ΄.

Γ ῇ ἐρεβώδει τῶν παθῶν νυκτὶ ἐμπορευόμενοι, λύχνον πλουτοῦμεν φαεινὸν

σὲ Πάτερ Νεῖλε Ὅσιε. Δεύτερος ἥλιον ἐφάνης, ἐκ τοῦ ἀκτίστου φωτὸς


ἐλλαμφθείς, καὶ ὡς υἱὸς ἡμέρας ἀσφαλῶς ὁδηγεῖς ἡμᾶς πρὸς τὴν θέωσιν. Σύ,
ἁγιώτατε, τὸ δάκρυον ἐσχηκὼς ὡς ἀπόμακτρον, ἐφέλκυσας σεαυτῷ τὴν Χάριν τοῦ
Πνεύματος, καὶ τῇ κλειδὶ τῆς ταπεινώσεως ἀσφαλίσας ταύτην, ὅλος τεθεούργησαι,
ὅλος ἐλαμπρύνθης, ὅλος ἐκαλλιώθης. Ὅθεν σε ἐκ πόθου τιμῶντας σήμερον,
ἀντάμειψαι ἡμᾶς δεόμεθα ταῖς εὐχαῖς σου πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.


Νῦν ἀπολύεις. Τὸ τρισάγιον κλπ.

Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας Πίστεως.

Θ είῳ ἔρωτι πυρποληθεῖσα, ἡ καρδία σου, Ὅσιε Νεῖλε, οὐκ ἐπαύσατο

ζητοῦσα κατάπαυσιν, ἀδιαλείπτως Κυρίῳ σχολάζουσα, καὶ ἐντρυφῶσα

8
Αὐτοῦ τῷ Ὀνόματι, Πάτερ πρέσβευε, δοθῆναι ἡμῖν ἀπόμοιρα, τῶν χαρισμάτων οἷς
Χριστός σε ἐκόσμησεν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Θ εὸν ἐμμελετῶν ἐν καρδίᾳ σου Πάτερ, ἀεί τε ἐντρυφῶν τῇ αὐτοῦ

παρουσίᾳ δυνάμεις εἰρήνευσας ἐμφυλίους θεόσοφε, ὅθεν γέγονας,


πλήρης τῶν θείων χαρίτων, Νεῖλε Ὅσιε, ἡσυχαστῶν μέγα κλέος, Ῥωσσίας τὸ
καύχημα.

Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα.


Ἦχος γ ΄. Τὴν ὡραιότητα.

Τ ὴν καθαρότητα νοός σου Ὅσιε, Χριστὸς ὡς εὕρατο, σκηνὴν ἐπήξατο, καὶ

τοῦτον δεύτερον Θαβὼρ Νεῖλε μετεποιήσατο· οἶδε γὰρ χαρίζεσθαι, ὑπὲρ


λόγον τὸ ἄκτιστον, τῆς Μεταμορφώσεως, φῶς τοῖς ὅσοι ἐλάμπρυναν, δοχεῖον τὸ
αὐτῶν τῇ ἀσκήσει, καὶ πόθῳ Τούτῳ προσεδρεύουσι.

Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.


Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἡ συχίας τὸν μέγαν ἐντρυφητήν, καὶ πτωχείας τῆς ἄκρας τὸν ἐραστήν,

Χριστοῦ τὸ ἐκτύπωμα, τῶν Πατέρων ἰσότιμον, τῶν Παλαιῶν εἰδότες


σε Νεῖλε μακάριε, καὶ τῆς εὐχῆς ταμεῖον, ἀσκήσεως βλάστημα· σήμερον τιμῶμεν
τὴν ἁγίαν σου μνήμην, δεόμενοι Ὅσιε αἴρειν χεῖρας πρὸς Κύριον, ἵνα καύσῃ τὸν
ἔνυλον, γεώδη καὶ σκοτώδη λογισμόν, τῷ πυρὶ τῆς θεώσεως, συμμετόχους τε δείξῃ
τοῦ Δείπνου τοῦ μέλλοντος.

Δόξα. Καὶ νῦν. τῆς Ἑορτῆς.

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου Ἐκ νεότητός μου.

9
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Πᾶσα πνοή. Εὐαγγέλιον Ὁσιακόν (τῇ ε΄ Δεκεμβρίου)


ὁ Ν΄ Ψαλμός
Δόξα.

Τ αῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν

ἐγκλημάτων.

Καὶ νῦν.

Τ αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν

ἐγκλημάτων.

Στίχος· Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον· Ἦχος πλ. β΄.

Ἡ συχαστῶν τὴν καλλονήν, καὶ προσευχῆς ταμίαν, ἀσκήσεως ὑπόδειγμα

καὶ φυλακῆς τῆς ἕνδον ἐργάτην ἀκαταίσχυντον, Νεῖλε Ὅσιε εἰδότες


σε, δεόμεθα ἐκτενῶς, πρέσβευε πρὸς Κύριον, συγκληρονόμους γενέσθαι σοι.

Οἱ Κανόνες, τῆς Ἑορτῆς εἰς η΄ καὶ εἶτα ὁ παρὼν τοῦ Ὁσίου εἰς ϛ΄, οὗ ἡ ἀκροστιχίς:
“Δρόσισον κἀμὲ αἰτῶ Νεῖλε τῇ σῇ ἀρδείᾳ. Ἀ(θανάσιος)”.

ᾨδὴ α΄. Ἦχος δ ΄. Ἀνοίξω τὸ στόμα μου.

Δ εῖ Νεῖλον ἐκπλύναί με καὶ οὕτω Πάτερ τρισόλβιε, χωρῆσαι πρὸς αἴνεσιν

τοῦ βίου σου τοῦ σεπτοῦ, ὅθεν αἴτησαι τὸν Κύριόν μοι ῥᾶναι, τὸ ὕδωρ
τοῦ Πνεύματος, ἵνα καθάρῃ με.

Ῥ υπώδη χιτῶνά σου ἀποβαλὼν Πάτερ τίμιε, Ἀδὰμ ἐπενδέδυσαι καινὸν

ἀντὸ παλαιοῦ, ὅτε εἴληφας τὸ Σχῆμα τῶν ἀζύγων, καὶ ζήλῳ ἐχώρησας
πρὸς θείαν ἕνωσιν.

10
Ο ὐ πόνοι ἀσκήσεως, οὐ τῶν δαιμόνων ἀθύρματα, τὸν πόθον σου ἵσχυσαν

καταβαλεῖν ὅν ὡς πύρ, ἐθησαύρισας, μυχῷ τῆς σῆς καρδίας, φλέγον


ἅπαν νόημα Θεοῦ χωρῖζόν σε.

Θεοτοκίον

Σ ὲ Μῆτερ Θεόνυμφε, μετὰ Θεὸν ἐξελέξατο, ὁ δοῦλός σου ἔρεισμα

καταφυγὴν κραταιάν, καὶ άντίληψιν, σὺ ὅντως γὰρ ὑπάρχεις, ἡμῶν τὸ


προσφύγιον, ὡσπερ πεπείσμεθα.

Καταβασία.

Ἀ ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ

θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ὑ δρῶτας ἐκχέων καθ’ ἑκα΄στην, ἐλεύκανας Πάτερ νουνεχῶς, τὰ τῆς

ψυχῆς σκιρτήματα, νηχόμενος τῆ λίμνῇ δε, τῶν δωρεῶν τοῦ


Πνεύματος, Χριστὸν Ἰχθὺν ἀπηλίευες.

Σ αρκὸς τὰ θελήματα ἀπάγξας, ἀέρα πρὸς τὸν πνευματικόν, ἐπέτασας

μακάριε, εὐχῇ ὡσπερεὶ πτέρυξιμ χρησάμενος καὶ εἴληφας, τὴν εἰρηναῖαν


κατάστασιν.

Ὁ πόθος τῆς γνώσεως παμμάκαρ, πρὸς Ὄρος τὸ Ἅγιον Θεοῦ, πρὸς

μαθητείαν ἔφερε, ἕνθα τὴν πολιτείαν σου, τῇ πρακτικῇ ἐξήλεγξας,


βεβαιοτέραν τε ἔστησας.

Θεοτοκίον

Ν αὸν τὴν καρδίαν ἀναδεῖξαι, ποθῶν εἰς τὸ Ὄρος σου Σεμνή, ὁ δοῦλός σου

κατέφθασε, καὶ ὡς διψῶσα ἔλαφος, τοῦ σοῦ Υἱοῦ τὸ Ὄνομα, τὴν κτῆσιν
ἐνεπορεύσατο.

Καταβασία.

11
Δ εῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’

ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κάθισμα.Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Π ᾶν ἐννόημα Θεῷ, καθυποτάξας δι΄ εὐχῆς, καὶ τῇ νήψει φωτισθείς, ἐν

ἡσυχίᾳ ζῶν σοφέ, πρὸς θεωρίας τὰ ὕψη λαμπρῶς άνήχθης, καὶ γέγονας
φωστὴρ ἡσυχαστῶν ἀπλανής, καθάρσεως ψυχῶν ἐπιποθούντων τυχεῖν, καὶ ὀδηγὸς
τῆς σῆς ποίμνης παμμάκαρ, Νεῖλε Πατὴρ ἡμῶν Ὅσιε, Χριστῷ πρεσβεύων, μὴ
διαλλείπῃς, ὑπὲρ τῶν πίστει τιμώντων σε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.


ᾨδὴ δ ΄. Τὴν ἀνεξιχνίαστον.

Κ ωνταντινουπόλει Πάτερ ἐλθών, τοῖς ἐκεῖ πατράσι συνέβαλες, καὶ τῶν

ἀρίστων διδαγμάτων τοὺς δραγμούς, ἐν σεαυτῷ ἐστοίβασας, ὡς


θημωνίας πλήρεις χάριτος.

Ἄ φωνον μνηνεῖον σῆς ἀρετῆς, ἡ πηχθεῖσα Σκήτη καθέστηκεν, κατὰ τὸν

τύπον ὅν παρέλαβες σοφέ, συζήσας χρόνοις εἰς Ἄθωνα, τοῖς


ἐργαζομένοις τὸ ἔκνηφον.

Μ νήμην τοῦ θανάτου διηνεκῆ, διὰ τῆς συντόνου ἀσκήσεως, Πάτερ

πλουτήσας, ἐκτενῶς τὰς προσευχάς, ὑπὲρ θανόντων προσέφερες, τῇ


φιλανθρωπίᾳ κεντούμενος.

Θεοτοκίον

Ἔ χων ἐκ τῆς πράξεως ἀσφαλῆ, καὶ βεβαίαν πίστιν ὁ δοῦλός σου,

Ὑπεραγία, σοὶ ἀνέθηκε ζωῆς, πᾶσαν ἐκθύμως τὴν μέριμναν, δεύτερός


σου ἄλλος οὐς ἔνεστιν.

Καταβασία.

Ἐ πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ

δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία


τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

12
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ἁ γίων ἐκτύπωμα, Νεῖλε καὶ Εὐαγγέλιον, ἔμπνουν ἀπεφάνθης ζῶν ἁγίως,

ἐκκόπτων πᾶσαν βίου τὴν μέριμναν, ὅλως προσκολλώμενος Θεῷ, καὶ τὰ


δικαιώματα τὰ Αὐτοῦ ἐργαζόμενος.

Ἰ χνεύσας τὸ ἄφυτον, τοῦ κατὰ μόνας Ὅσιε, καὶ τὸ ἀπερίσπαστον δι’ ὅλης, τῆς

ἑβδομάδος σαὐτὸν ἐμάκρυνας, πάσης


ἀδιάλειπτον, γλυκασμὸν τῶν ὀστέων σου.
συντυχίας τὴν εὐχήν, ἔχων

Τ ηρῶν τὸν νοῦν ἄσυλον, ἐκ προσβολῶν τοῦ ὄφεως, τοῦτον ταῖς Γραφαῖς

ἔτρεφες Πάτερ, καὶ ταῖς ἐννοίαις μακαρισμῶν τοῦ Χριστοῦ, νύκτα καὶ
ἡμέραν ἐντρυφῶν, γέγονας τρισόλβιε, Θείου Πνεύματος ἄγαλμα.

Θεοτοκίον

Ὡ μοίωσαι Ὅσιε, τῷ Ἰησοῦ ἐν ἅπασιν, ἔχων Θεοτόκου τὰς πρεσβείας,

βάσιν καὶ τεῖχος, καὶ κραταιὰν προσφυγήν, Αὕτη γάρ ἐστιν ὡς ἀληθῶς,
Μήτηρ ὡς ἐπέγνωμεν, μοναστῶν καὶ παρθένων τε.

Καταβασία.

Ὀ ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ

Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν


ἀνατέλλοντα.

ᾨδὴ ϛ΄. Τὴν θείαν ταύτην.

Ν ειλῷα ῥεῖθρα ἐξήτμηνται, πρὸς τὴν διδασκαλίαν σου Ὅσιε, δι’ ἧς

κατήρδευσας, Ῥωσσίας πάσης τὰ ἔκδιψα, καὶ τὴν εὐχὴν ὡς σπόρον


βαθέως ἔσπειρας.


ἐπέγνωμεν.
ρήμου θρέμμα καὶ γέννημα, εὐχῆς κοσμοχαρμόσυνον βλάστημα,

πτωχείας οἴκημα, ἀκτημοσύνης ἀπόκτημα, καὶ ἡσυχίας Πάτερ, στρουθὸν

13
Ἰ δόντες Νεῖλε τὸν βίον σου, καὶ τὸ ὑπερφυὲς τῶν ἀγώνων σου, πλήθη

προσῆλθόν σοι, οὕσπερ Χριστῷ ἀναθήματα, καὶ φυλακῆς τῆς ἔνδον ἐργάτας
ἔδειξας.

Θεοτοκίον

Λ
μακάριος.
ιμώττοντά με διάθρεψον, Παρθένε καὶ Κυρία μου Δέσποινα, διδοῦσα

Ἄρτον μοι, τὸν ἀληθῆ καὶ αἰώνιον, Ὅνπερ καὶ Νεῖλος ἔφαγεν ὁ

Καταβασία.

Κ ατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους,

κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς,


ἐξανέστης τοῦ τάφου.

Κοντάκιον.Ἦχος γ ΄. Ἡ Παρθένος σήμερον.

Π οταμὸς πληρούμενος τῶν ζωηῤῥύτων ὑδάτων, ὤφθης Νεῖλε Ὅσιε, τὸν

διψασμὸν ἀφανίζων, ὅσων σοι μετὰ ἁπλότητος διανοίας, πέλουσι καὶ


μαθητείαν Χριστοῦ διψῶσι καὶ βοῶσιν ἐκδιψῶντες· Χαίροις ὦ Νεῖλε, τοῦ Σόρα
ἐγκαλλώπισμα.

Ὁ Οἶκος.

Ὅ οὐκ ἀπαιτεῖ ἡμᾶς ὁ Θεός, εἰ μὴ ἁγιασμόν, κάθαρσιν, σιωπὴν καὶ

ταπείνωσιν, ὡς ἔφη τις τῶν Πατέρων. Ταῦτα καὶ Νεῖλος ἐν καρδίᾳ


θέμενος καὶ πάσῃ φυλακῇ τὴν καρδίαν τηρῶν πρὸς ὑποδοχὴν τοῦ Πνεύματος, μέγας
φωστὴρ ἐφάνη καὶ ποταμὸς θείων χαρισμάτων τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Ὅνπερ
σήμερον τιμῶντες καὶ τὸν βίον αὐτοῦ τὸν θαυμαστὸν μελετῶντες, ἐν χαρᾷ
ἀναβοῶμεν· Χαίροις ὦ Νεῖλε, τοῦ Σόρα ἐγκαλλώπισμα.

Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τοῦ ὁσίου καὶ Θεοφόρου πατρὸς ἡμῶν
Νείλου, τοῦ παρὰ τὸν ποταμὸν Σόραν ἐνασκήσαντος καὶ ἀρχηγοῦ τῶν ἐν Ῥωσσίᾳ
σκητεωτῶν ἀναφανέντος.

14
Στίχοι.
Σινᾶ καὶ Ἄθως μὴ μόνοι ἐγκαυχᾶσθε·
κἀγὼ νὺν ἔχω Νεῖλον, Ῥωσσία λέγει.
Διψῶν Θεὸν Νεῖλος ἄνω χώρησεν.

Ο ὗτος ὁ μακάριος Πατὴρ ἡμῶν Νεῖλος, γέννημα τῆς ῥωσσικῆς γῆς καὶ βλαστὸς ὑπάρχων

εὐγενῶν κατ’ ἄμφῳ γεννητόρων, παιδιόθεν ἀγαπήσας τὴν τῶν μοναζόντων ζωήν,
ἀπετάξατο τὸν κόσμον, καρεὶς μοναχὸς ἐν τῇ Μονῇ Μπελοζέρσκ, ἤτοι τῆς Λευκῆς Λίμνης. Ποθῶν
δ’ ἀκρατήτως τὴν τελειοτέραν διαγωγὴν τῆς ἡσυχίας, ἐλθὼν εἰς τὸν ἁγιώνυμον Ἄθω καὶ αὐτὴν
ταύτην τὴν Βασιλεύουσαν τῶν πόλεων, ταπεινῶς ἐμαθήτευσε παρὰ τοὺς πόδας ἐμπείρων νηπτικῶν
καὶ ἡσυχαστῶν πατέρων, ἐργαζομένων τὸ ὑπέργλυκυ μέλι τῆς ἀδιαλείπτου εὐχῆς. Τούτων τὴν
πολιτείαν διδαχθεὶς καὶ ἄριστα ζηλώσας ὁ μακάριος, ἔτι δὲ καὶ τὴν σκητεωτικὴν ζωὴν ὑπὲρ τὰς
ἄλλας συμφερωτέραν ἐκλεξάμενος ἑαυτῷ, μετέφερε ταύτην εἷς τὴν Ῥωσσίαν, ἱδρύσας Σκήτην παρὰ
τὸν ποταμὸν Σόραν. Μέγας δὲ διδάσκαλος γενόμενος τῆς ἡσυχαστικῆς βιοτῆς καὶ θαυματουργιῶν
ποικίλων αὐτουργός, συνῆξε περὶ ἑαυτὸν πληθὺν μαθητῶν, οὓς καὶ γνήσια ἐκτυπώματα τοῦ Θεοῦ
διὰ τῆς ἀσκητικῆς ἀγωγῆς ἐναπὲδειξεν· Κομῶν δὲ ταῖς ἀρεταῖς, πλέον δὲ πάντων, τῇ ἀκροτάτῃ
πτωχεῑᾳ, τῇ παντελεῖ ἀκτιμοσύνῃ, τῇ ἀδιαλείπτῳ εὐχῇ, τῇ ἀδιακόπῳ ἡσυχίᾳ καὶ τῇ συνεχεῖ
ἀναγνώσει τῶν Θείων Γραφῶν ἀπεδήμησεν εἰς Ὃν ἐπόθησε Κύριον, τῇ 7ῃ Μαΐου τοῦ σωτηρίου
ἔτους 1508, καταλιπὼν καί τινα θεόγραφα, εἰ δυναίμην εἰπεῖν, ἔργα, μαρτύρια τῆς ἑαυτοῦ
ἡγιασμένης βιοτῆς.

Καὶ τὰ ἐπίλοιπα τοῦ Συναξαριστοῦ.


Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἐ κ νεότητος, πτωχείαν ἐκλεξάμενος, ὡψιπετὴς ἀετός, τὰ τοῦ Θεοῦ

θεωρῶν, ἱδρῶτι ἰδίῳ σου τὸν ἄρτον ἤσθιες, τὸ ἀμέριμνον, διὰ παντὸς
θηρώμενος, ὡς συντεῖνον τῇ θεώσει.

Τ ὴν ὑπέρλαμπρον, ὁρῶντες πολιτείαν σου, Νεῖλε μακάριε, τὰ πλήθη τῶν

εὐσεβῶν, διψῶντες προσέδραμον καὶ διὰ σοῦ τὸν Θεόν, ἐφευρίσκοντες,


δοξολογοῦντες ἔκραζον, ὁ Θεὸς εὐλογειτὸς εἶ.

Ἡ σοφία σου, μεθ’ ἧς Χριστὸς ἐκόσμησε, Πάτερ τὸν βίον σου, τὴς

Ἐκκλησίας κανών, καὶ λύσις ἐγένετο ἐπὶ Συνόδοις πολλαῖς, διὸ


χαίρουσα, πληθὺς Πατέρων ἔκραζεν, ὁ Θεὸς εὐλογειτὸς εἶ.

Θεοτοκίον

15
Σ κέπην Δέσποινα, τὴν σὴν Νεῖλος εὑράμενος, ναὸν ἀνήγειρε, εὐγνωμοσύνῃ

πολλῇ, κινούμενος ὅθεν Σὺ πλουσίως δέδωκας, τὴν ἀντάμειψιν, αὐτῷ


προθύμως ψάλλοντι, ὁ Θεὸς εὐλογειτὸς εἶ.

Καταβασία.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός,

καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος


εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ἦ ρας ἐπὶ ὤμων τὸν Σταυρόν σου, Χριστὸν μόνον Πάτερ θεωρῶν, ἀπὸ

παιδὸς πιαίνων σου, τῷ δροσισμῷ τοῦ Πνεύματος, τὰς ψυχικὰς


δυνάμεις σου, καὶ ὡς πολύφορον, δένδρον ἤδη πρὸς Θεὸν κατέπαυσας, εὐλογῶν εἰς
αἰῶνας τὸν Ἅγιον.

Ἇ ρμα ἀρετῶν σεπτῆς Τριάδος, καὶ ταύτης πτυχίον μυστικόν, ὑπάρχων

παναοίδιμε, τοῖς τἐκνοις σου κατέλιπες, ὡς θησαυρὸν ὑπέρτιμον τὴν


διαθήκην σου, τὸν Κύριον ὑμνεῖτε κραυγάζων, ἐν τρισὶ προσώποις, εἰς πάντας τοὺς
αἰῶνας.

Ῥ εῖθρα τὰ τοῦ Πνεύματος ἐκχέων, ἐξ ὧν περ κατέμαθες παθών, τοὺς

ἀδελφοὺς μου εἴρηκας, ἐφεῦρον δρόμον βέβαιον, πρὸς οὖρανόν με


δέροντα καὶ γὰρ Τριάδος εἰσίν, τύποι ὅθεν οὕτω πορευόμενος, εἰς αἰῶνας αἰώνων
ἀγάλλομαι.

Θεοτοκίον

Δ όξαν κοσμικὴν μισήσας Πάτερ, τὸ σῶμά μου ἄφετε νεκρόν, τοῖς μαθηταῖς

διέθηκας, ἄταφον καὶ ἀκόσμητον, καὶ γὰρ οὐδὲν ἐποίησαν ἐν βίῳ ὅσιον,
διὸ μόνον πᾶσαν τὴν ἐλπίδα μου, τῇ Μητρὶ τοῦ Θεοῦ ἀνατίθημι.

Καταβασία.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

16
Α ὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτῳν, ἡ βασιλὶς καὶ κυρία,

ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν,


Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ ΄. Ἅπας γηγενής.

Ἕ νεκεν Θεοῦ, τοὺς πόνους ὑπέμεινας Νεῖλε μακάριε, καὶ μακαρισμοὺς

εὑρών, νῦν τοὺς στεφάνους χαίρων τὰς χεῖράς σου, ἆρον ὑπὲρ τῶν
πόθῳ σου τὴν ἱερὰν καὶ σεπτήν, μνήμην Πάτερ, σεβομένων ἴδε γάρ, ὅτι χρεία εὐχῶν
ὑπὲρ ἄλλοτε.

Ἱ εροπρεπῶς, ἀπολαύεις Ὅσιε τοῦ ποθουμένου σοι, ἔνδον εἰσελήλυθας, τοῦ

μυστηρίου τῆς ἁγιότητος, ἔνθαπερ λῆξιν εἴληφεν ὁ ὑπὲρ φύσιν ἀγών, ἵνα
εὕρῃς Νεῖλε φῶς ἀπρόσιτον, οῠ τρυφῶν καὶ ἡμῶν Πάτερ μέμνησο.

ᾎ δε ψαλμικῶς, τὸν ὕμνον τρισόλβιε τῶν ἐκλεκτῶν τοῦ Θεοῦ, καὶ

κληρονομίαν σου νῦν κλονουμένην Νεῖλε συμπάθησον, πτωχεία γὰρ


ἐνέπεσε πνευματικὴ καὶ λιμός, Πάτερ θεῖς ἔνθα τὸν σὸν δίαυλον, εὐαρέστως Θεῷ
διεπέρασας.

Θεοτοκίον

Ἅ πας λογισμός, καὶ πόθος μου Δέσποινα σοὶ ἀνατέθειται, ἴδε γὰρ τὴν

κάκωσιν. καὶ τῆς ψυχῆς μου τὴν ἀπογύμνωσιν, τοῦ Σοῦ Υἱοῦ τὸ Ὄνομα
ὥσπερ μοι κώδιον, περιθάλπον, χάρισαι Πανάχραντε, σὐν τῷ Νείλῳ Αὐτὸν
ἱκετεύουσα.

Καταβασία.
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ
σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φ ωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε.

Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ


ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάρια.
Ἦχος β ΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

17
Τ ῶν παλαιῶν κατέλαβες, Νεῖλε καὶ σὺ τὸν κλῆρον, Πατέρων τούτων γὰρ

εὑρὼν τὰς ὁσίας ἀθλήσεις, ὑπέκκαυμα τῷ σῷ ζήλῳ, κύων τις ὥσπερ ἔφης,
τὰ τούτων θεῖα ψήγματα, ἐκ τραπέζης σωφρόνως συνειλοχώς, πλοῦτον ἐθησαύρισας
εἰς αἰῶνας, τοῦ Ἰησοῦ τὸ Ὄνομα, μυστικῶς ἀναπνέων.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τ ὸν πολυχεύμονα Νεῖλον, ὑπερεκέρασας σαφῶς, Ὅτι ἐκεῖνος ποτίζει μόνον

προσκαίρως εἰς φθοράν, σὺ Πάτερ ὅμως τὸ νᾶμα τῶν οὐρανῶν ἐπιχέεις.

Θεοτοκίον, ὅμοιον (ἢ τῆς Ἑορτῆς).

Σ
κλῆσιν.
ὺ μὲν Παρθένε οὐσίᾳ, Χριστὸν ἐκυοφόρησας, ἐμοὶ δὲ δίδου εὐχαίς σου,

καὶ τοῦ σοῦ Νείλου ἀῤῥωγῇ, κυοφορεῖν ἐν καρδίᾳ, τὴν Κυριώνυμον

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ


Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν στιχηρὰ προσόμοια:

Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.

Ν εῖλε Πατὴρ ἡμῶν Ὅσιε, τὴν μνήμην τὴν ἱεράν, σοῦ τελοῦντες

δοξάζομεν, ἐκ ψυχῆς τὸν Κύριον Ὅν ποθήσας κατέλαβες, διὰ ποικίλων


ἀγώνων μακάριε, καὶ ἐπιπόνῳ ἀσκήσει ᾧ πρέσβευε, δοῦναι τὴν ἄφεσιν τῶν
παραπτωμάτων μου καὶ σοῦ εὐχαῖς, στῆναι ἀξιῶσαί με, σὺν σεσωσμένων χοροῖς.

Ν εῖλε Πατὴρ ἡμῶν Ὅσιε, οὐ ξηρασίαν τῆς γῆς, σὺ ῥοαῖς ταῖς τῶν λόγων

σου, ἀφανίζεις ἄλλαπερ τῶν ψυχῶν ἀκαρπίαν τε, καὶ ἐμφυτεύεις


Χριστοῦ τὸ Ὄνομα, καὶ παροτρύνεις πρὸς νῆψιν ἅπαντας. Ὅθεν δεόμεθα, τοῦτπ
ἐγκατάσπειρον ταῖς σαῖς εὐχαῖς, ἐν ἡμῖν πολύκαρπόν τε καὶ σωτήριον.

18
Ν εῖλε Πατὴρ ἡμῶν Ὅσιε, θαυματουργίαις πλουτῶν, καὶ πτωχείαν ὡς

σύζυγον σχὼν έν βίῳ ἅπαντι, βασιλέα ἀπήλεγξαςμ καθ’ ὕπνους λέγων


μὴ ἀνεγεῖραί σοι, ναὸν ἐν λίθοις καὶ τὸν αἰχμάλωτον, Πάτερ ἐντέλλεσαι, τέκνον μου
ἱστόρησον ἐμῆς μορφῆς, τὸ σεπτὸν ἐκτύπωμα ἀντιδωρῶν μοι φρικτῶς.

Ν εῖλε Πατὴρ ἡμῶν Ὅσιε, σῦ μὲν μισήσας καλῶς, τὸ σαπρὸν δοξάριον καὶ

νῦν ἔχων τὸ ἄσυλον, πτωχὰς εἰσδέχου τὰς ἐπαινέσεις μου, καὶ ὡς μισθόν
μοι λύσιν πταισμάτων μου, εὐχαῖς σου δώρησαι καὶ ἐν παντί, τὸν Θεὸν λογίζεσθαι
ποθοῦντι χάρισαι.

Δόξα. Ἦχος πλ. δ΄.

Τ ὴν πρᾶξιν εὑρηκώς, τῆς ἐπωνυμίας σύνδρομον, χώρα ἀντὶ ποταμοῦ τοῦ

Θεοῦ γεγέννησαι καὶ γεώργιον, καρπογονῶν τὰς θεοειδεῖς ἀρετάς, Νεῖλε


θεόσοφε· τὴν μνήμην τοῦ θανάτου ἔχων πρὸ ὀφθαλμῶν σου, σαὐτὸν ἀπεκλαυσας
ποταμοῖς δακρύων. Καὶ τὴν διάκρισιν πλουτήσας, τὴν κορωνίδα τῶν ἀρετῶν,
ὡδήγησας τοὺς φοιτητάς σου εἰς γνῶσιν τῶν ἀποῤῥήτων τοῦ Θεοῦ. Τὸ δὲ μυστήριον
τοῦ μέλλοντος αἰῶνος σιωπήν, ὑπὲρ πάντα ἀγαπήσας καὶ συναρμόσας τῇ καρδιακῇ
εὐχῇ, μέγας ἀββᾶς ἐφάνης καὶ ἡσυχαστῶν ὑπογραμμός. Τί σοι προσείπωμεν Πάτερ;
Τί σοι ἔτοι προσκομίσωμεν; Αἱ γὰρ ἡμῶν αἰνέσεις πτωχαί εἰσι καὶ οὐδὲν πρὸς τὸ
πλῆθος τῶν ὧν νῦν ἀπολαύεις ἀκτίστων δωρεῶν. Πρέσβευε δεόμεθα, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.


Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

19
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ. Ψάλλεται ἡ γ´ καὶ ϛ´ ᾠδή ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου.
Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τὰ τῶν Ὁσίων (βλέπε τῇ ε΄ Δεκεμβρίου). Κοινωνικόν. Εἰς
μνημόσυνον.

Μεγαλυνάρια

Τ ὸν τῆς ἡσυχίας μέγαν πυρσόν, καὶ ἀδιαλείπτου προσευχῆς τὸν καθηγητήν,

Νεῖλον τὸν τοῦ Σόρα τρισόλβιον φωστῆρα, τιμήσωμεν πρεπόντως, αὐτὸν


μιμούμενοι.

Στίχοι
Πέρας διδοὺς εὐχαῖς σου Πάτερ Νεῖλε,
τῇ ὑμνῳδίᾳ, καὶ τέλος δὸς πταισμάτων
ποθήσαντός τε ταύτην εἰς φῶς γενέσθαι
κἀμοὶ ἀχρείῳ σου στιχοπλόκω. Ἀμήν.

Ἐν Ἱ. Μ. Σίμωνος Πέτρας, τῇ ιβ΄ Φεβρουαρίου αϡπβ΄.

20

You might also like