You are on page 1of 4

Ιωάννης Ζωναράς, Επιτομή Ιστοριών, ΙΙΙ (Πηγή TLG)

682-688
Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες
ἐκείνου τῆς βασιλείας ἦσαν διάδοχοι καὶ ἡ βασίλισσα τὴν τῶν κοινῶν μετακεχείριστο
πρόνοιαν τῶν υἱέων κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προὐκάθητο, μεσεύουσα
μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν
ζητήσεσι πολιτικῶν ὑποθέσεων, οὕτως ἐχρημάτιζον πρέσβεσιν, οὕτως ἐν συνήθεσι
προόδοις προῄεσαν.
Οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες
χώρας καὶ ταύτας ὁσημέραι σινόμενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ
βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ’ ἦσαν ἔτι στρατείας
ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων
στερούμενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον, ποτὲ δὲ τὰ περὶ τὴν
Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλικίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν
καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλόμενα θόρυβον ἐνεποίει,
καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν
βασιλέα τινὰ προστήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν ,
ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἵνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος
καὶ μείνῃ αὐτοῖς ἀναφαίρετον. οὐ γὰρ δι’ ἀκολασίαν αὐτήν φασιν οὐδ’ ἡττηθεῖσαν ἡδονῆς
ἑαυτῇ προσαρμόσαι τὸν Διογένη, ἀλλ’ ὡς ἄνδρα δραστήριον καὶ τὰ πολέμια δόκιμον καὶ
τὴν ἰσχὺν ἀπαράμιλλον ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν’ ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς,
αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας.
Ἦν δ’ ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν διαβοήτων ἐπὶ τοῖς
ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ’ ἀδελφόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς
Ἀργυροὺς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλοὺς ἑαυτὸν κατεκρήμνισε.
τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ Δούκα τῆς Σαρδικῆς γεγονὼς
καὶ Πατζινάκοις ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε διώλεσε καὶ οὐ
μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ’ ἐσφαγμένων τὰς κεφαλὰς στείλας
τῷ βασιλεῖ βεστάρχης τετίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς “οὐ δῶρον, ὦ
Διόγενες, τὸ ἀξίωμα, τοῦ δ’ ἀνδραγαθήματος ἀμοιβή.” διατρίβων οὖν ἐκεῖ τυραννῆσαι
παρεσκευάζετο, ἐπεὶ ἔγνω τεθνάναι τὸν αὐτοκράτορα. ὡς δ’ἐμηνύθη τῇ βασιλίσςῃ τὸ
βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον καὶ
ἐλεγχθεὶς ὡς ἐπίβουλος κατεκρίθη καὶ τέως ὁρίοις κατεκλείσθη περιγραπτοῖς. εἶτ’ αὖθις ὡς
κατάκριτος εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἵν’ ἡ ψῆφος κυρωθείη ἡ κατ’ αὐτοῦ. ἔλεος
οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή· ἦν γὰρ οὐ μόνον
τὴν ἰσχὺν ἀπαράμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ
βασιλὶς ἐπ’ αὐτῷ καὶ οἶκτος ἔλαβε τοῦ ἀνδρὸς καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν,
καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦναὐτὸν
ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήματος ἐξῄει πρὸς τὴν Καππαδοκῶν (αὕτη γὰρ
ἐκείνῳ πατρίς), ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην
προεχειρίσατο, ἤδη καὶ βασιλέα τοῦτον ἀνειπεῖν ὡς ἄνδρα κρίνασα παρ’ ἑαυτῇ
γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ πατριάρχου
τετήρητο. καὶ ἦν αὐτῇ μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου βουλὴν
πονηράν τε καὶ βαθυγνώμονα καὶ ταύτην ἑνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ
οἷον προαγωγῷ τῷ θεράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἷα τῷ πατριάρχῃ
προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθών “ἴσθι” φησίν “ὦ δέσποτα, ὡς ἐρῴη τοῦ
ἀνεψιοῦ σου ἡ βασιλίς” (ἦν γὰρ ἀνεψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ
ἀφροδισίων ἡττώμενος) καὶ προσεπῆγεν ὡς “εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον
ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίνδυνον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ, αὐτίκα
συνοικίσει μὲν ἑαυτῇ τὸν σὸν ἀδελφόπαιδα, καί οἱ τὸ κράτος ἕψεται τὸ βασίλειον.” ὡς δὲ
τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου
βουλῆς ἀπῄτητο θέσθαι ἀπόπειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ
πράγματαζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον· “εἰ γὰρ ἔτι γυναικὶ μόνῃ καὶ
παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται πάντως οὐκ εἰς μακρὰν τῇ τῶν Ῥωμαίων
ἡγεμονίᾳ οὐ τὰ πόρρω μόνον καὶ τοῖς ἐχθροῖς ἀγχιτέρμονα, ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα.”
καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν
τεθνεῶτα βασιλέα ἐκακηγόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ’ ἐκ
ζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγγραφα. τούτοις τοὺς πλείους
συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἴ δε τινες καὶ ἀντέλεγον, τοὺς μὲν δώροις, τοὺς δ’
ὑποσχέσεσι συμψήφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων
χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βούλευμα ἀπετέλεσε καὶ ἄγεται μὲν τὸν
Διογένη καὶ τούτῳ συζεύγνυται, κοινοῦται δὲ τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τε τῶν υἱῶν καὶ
τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχόντι τῶν ὑμεναίων καὶ τῶν
ἐπιγαμίων ἀπογευσαμένῳ κρατήρων·καὶ ὁ Διογένης βασιλεὺς ἀνηγόρευτο, τῆς βασιλίδος
Εὐδοκίας μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς.
Ῥωμανὸς δὲ ὁ Διογένης τῆς τῶν Ῥωμαίων ἀρχῆς γενόμενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας
τῆς βασιλευσάσης αὐτὸν Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν
δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφανοῦς ἐξαρπάσασα, ἀλλὰ καὶ
τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ
βασιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ’ ὀλίγον μὲν βιασάμενος τὸ
ἦθος ὑπέπιπτέ τε ταῖς τῆς Αὐγούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν· εἶτα μὴ
στέγων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε
καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Κακῶς δὲ τῶν ἑῴων διακειμένων, καὶ
τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει καὶ
πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βυζαντίδι ἀντίπορθμον.
….
Ματζικέρτ (699-703)
Ὁ δὲ βασιλεὺς ὀξύτατα πέμψας εἰς τὸ Χλιὰτ μετεκαλεῖτο τὰ ἐκεῖσε στρατεύματα. ὡς δ’ οὐκ
ἀφίκοντο (ὁ γὰρ Ταρχανειώτης, οὗτος γὰρ ἦν ὁ εἷς τῶν ἐκεῖ στραταρχῶν, μαθὼν τοῦ
σουλτάνου τὴν ἄφιξιν, παρέπεισε καὶ τὸν Ῥουσέλιον, καὶ μετὰ τῶν ὑπ’ αὐτοὺς δυνάμεων
ἄραντες φυγῇ πρὸς τὰ Ῥωμαίων ἐχώρησαν ὅρια). ἔγνω ὁ Διογένης μετὰ τῶν συνόντων
αὐτῷ διαγωνίσασθαι ἐς τὴν αὔριον καὶ ἅμα πρωὶ πρὸς τὸν πόλεμον ἐξηρτύετο. ἐν τούτῳ δὲ
πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου περὶ εἰρήνης διαλεξόμενοι. ὁ δὲ βασιλεὺς οὐ πάνυ
φιλανθρώπως τοὺς πρέσβεις ἐδέξατο, ὅμως μέντοι καὶ λόγων σφίσι μετέδωκε καὶ ἀπελθεῖν
πρὸς τὸν κύριον αὐτῶν προετρέψατο καὶ ἀπαγγεῖλαι ὡς “εἰ βούλοιτο περὶ συμβάσεων
διαλέξεσθαι, καταλιπέτω τὸν τόπον ἐν ᾧπερ ἐστρατοπέδευται καὶ πόρρω ποι
μετασκηνωσάτω, ὥστε με μετὰ τῆς Ῥωμαϊκῆς στρατιᾶς τὸν χάρακα πήξασθαι, ὅπου νῦν
ἐστιν ἡ τῶν βαρβάρων παρεμβολή.” ταῦτα τοῖς πρέσβεσι διαλεχθεὶς ἀλαζονικώτερον
συντόμως ἐπανελθεῖν ἐνετείλατο. οἱ μὲν οὖν τῷ σουλτὰν τοὺς τοῦ βασιλέως λόγους
ἀπήγγελλον, κἀκεῖνος μετὰ τῶν περὶ αὐτὸν περὶ τῶν τῆς εἰρήνης συνθηκῶν ἐβουλεύετο. ὁ
δέ γε βασιλεὺς ὑπερφρονήσας καί τισι πεπεισμένος τῶν ᾠκειωμένων αὐτῷ δεδειλιακέναι
λέγουσι τὸν σουλτάν, ὡς μὴ ἀξιόμαχον ἐπαγόμενον δύναμιν καὶ διὰ τοῦτο τὴν εἰρήνην
ζητεῖν, ἵνα τῆς μάχης ὑπερτεθείσης καὶ ἄλλην δύναμιν προσαγάγηται, μήτε τὴν τῶν
πρέσβεων ἀναμείνας ὑποστροφὴν μήθ’ ἕτερόν τι σκοπήσας τοῖς σαλπιγκταῖς ἐκέλευσεν
ἠχῆσαι τὸ ἐνυάλιον. τοὺς δὲ βαρβάρους τὸ αἰφνίδιον διεθρόησεν, ἀλλὰ καὶ οὕτως εἰς
ἀντιπαράταξιν ἔστησαν καὶ ἐπιόντων αὐτοῖς τῶν Ῥωμαίων οὐκ ἀντεπῄεσαν, ἀλλ’
ἀνεχάζοντο, μήτε τὰ νῶτα τρέποντες μήτε μέντοι μαχόμενοι. ὡς δὲ περὶ δείλην ὀψίαν ἡ
ἡμέρα ἐγένετο, εἰδὼς ὁ βασιλεὺς ὅτι φυλακὴ περὶ τὸ στρατόπεδον οὐκ ἦν ἀξιόλογος, καὶ
δείσας μὴ ἐπελθόντων τῶν ἐναντίων αὐτῷ διαρπαγῇ, ἔγνω τὴν μάχην λῦσαι καὶ
ἐπαναζεῦξαι περὶ τὸν χάρακα. ἐπιστρέψας οὖν τὴν βασιλικὴν σημαίαν αὐτός τ’ ἐπανῄει καὶ
τῇ στρατιᾷ ταὐτὸ ποιεῖν διεσήμαινεν. οἱ μὲν οὖν περὶ αὐτὸν ὄντες ἀθορύβως ἐποιοῦντο τὸ
κελευσθέν. ὅσοι δὲ πόρρω ποι τὰς παρατάξεις ἐκέκτηντο, φυγὴν τοῦ βασιλέως τὴν
ὑποστροφὴν ὑπετόπασαν, Ἀνδρονίκου τοῦ υἱοῦ τοῦ Καίσαρος τὸν λόγον ὑποβαλόντος ταῖς
φάλαγξιν. ἀεὶ γὰρ ὅ τε Καῖσαρ καὶ οἱ τούτου υἱεῖς ἐφήδρευον τῷ βασιλεῖ καὶ ἀφανῶς
ἐπεβούλευον. ἄρας οὖν αὐτίκα μετὰ τῶν περὶ αὐτὸν ὁ Ἀνδρόνικος (ἐξῆρχε γὰρ οὐκ
ἐλαχίστης μοίρας στρατιωτῶν) ἀπὸ ῥυτῆρος ἐπανελήλυθεν εἰς τὸν χάρακα. τοῦτο καὶ τοὺς
λοιποὺς ἐτρέψατο εἰς φυγήν, οὓς οὕτως ἀκόσμως ἐπανιόντας ὁ βασιλεὺς θεασάμενος
ἔστη, στῆναι δὲ καὶ τοῖς ἀπιοῦσιν ἐνεκελεύετο. ἀλλ’ ἐξεκεκώφεισαν ἅπαντες καὶ τῆς φυγῆς
οὐ μεθίεντο. ὡς δὲ τὸ παράλογον τῆς φυγῆς δυστύχημα τῶν Ῥωμαίων καὶ μήνυμα θεῖον
ἔγνωσαν οἱ πολέμιοι, εὐθὺς ἐπῆλθον τῷ βασιλεῖ. ὁ δὲ μετὰ τῶν περὶ αὐτὸν τὴν μάχην
ἐδέξατο, καὶ μέχρι μέν τινος ἐρρωμένως ἀντεῖχον, εἶτα τῶν μὲν πεσόντων, ἑαλωκότων δ’
ἑτέρων, περιεστοιχίσθη πρὸς τῶν βαρβάρων ὁ βασιλεύς· ἀλλ’ οὐδὲ οὕτως ἐνέδωκε.
πολλοὺς δὲ πλήξας καὶ ἀνελὼν ἐπλήγη κἀκεῖνος τὴν χεῖρα καὶ οὕτως ἀποκαμὼν καὶ μηκέτι
ἀμύνεσθαι τοὺς ἐπιόντας δυνάμενος μήτε μέντοι φυγεῖν, ἤδη τοῦ ἵππου αὐτῷ πεπτωκότος
ἐκ τῶν βελῶν, ἑάλω καὶ ἀπῆκτο τοῖς βαρβάροις ὁ βασιλεὺς Ῥωμαίων αἰχμάλωτος.
ἀγγελθεῖσα δὲ ἡ τοῦ βασιλέως ἅλωσις τῷ σουλτάνῳ χαρὰν μέν, ὡς εἰκός, ἐνεποίησεν, οὐ
μέντοι ἐπ- ῆρεν αὐτὸν ὥστε καὶ ὑψηλοφρονῆσαι· Ἄξαν ἐκεῖνος ὠνόμαστο, οὗ πολλὰ ἐπὶ
δικαιοσύνῃ καὶ μετριοφροσύνῃ ᾄδονται διηγήματα. ὅθεν ἠπίστει καὶ τῇ τοῦ βασιλέως
ἁλώσει διὰ τὸ τοῦ εὐτυχήματος ἄκρατον. καὶ ἰδὼν αὐτὸν οὐ πρότερον πιστὸν τὸ πρᾶγμα
ἐδέξατο, ἕως καὶ οἱ παρ’ αὐτοῦ σταλέντες πρέσβεις αὐτὸν ἀνεγνώρισαν καὶ ὁ Βασιλάκης
ἐκεῖ κατεχόμενος καὶ ἰδὼν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ θρηνῶν κατέβαλεν ἑαυτόν. Τότε δὲ
τοῦ θρόνου τε ἀνεπήδησεν ὥσπερ ἔνθους καὶ τεθέντα κατὰ γῆς, ὡς ἔθος, πατήσας αὐτὸν
ἀνέστησε καὶ περιεπτύξατο και «μὴ λυποῦ, βασιλεῦ» ἔφη· «τοιαῦτα γὰρ τὰ ἀνθρώπινα·
ἐγὼ δέ σοι οὐχ ὡς αἰχμαλώτῳ, ἀλλ’ ὡς βασιλεῖ σοι προσενεχθήσομαι.” καὶ αὐτίκα σκηνὴν
αὐτῷ ἀποτάττει καὶ θεραπείαν βασίλειον, κοινωνεῖ τε τραπέζης, ὁμόθρονον ἑαυτῷ
ποιησάμενος, λύει τῶν αἰχμαλώτων αὐτῷ ὁπόσους ᾔτησε, καὶ οὕτως ἐφ’ ἡμέραις τισὶ
συνομιλήσας καὶ συνδιαιτηθεὶς τῷ ἀνδρὶ καὶ τιμήσας ὑπερβαλλόντως, εἶτα καὶ συνθήκας
θέμενος ἐπὶ εἰρήνῃ διηνεκεῖ καὶ κήδους ὑπόσχεσιν ἐπὶ παισὶ ποιησάμενος ἀφῆκε τὸν
Διογένην ἀπιέναι μεθ’ ὅσης οὐκ ἄν τις ἤλπισε δορυφορίας τε καὶ τιμῆς.

You might also like