You are on page 1of 15

Griego VII / Dra.

Cecilia Jaime / Material del curso

P. Köln 7511. Archiloco, Epodo di Colonia – fr. 196A, 17 West2.


πάμπαν ἀπόσχομενος· ἶσον δὲ τόλμ̣[
εἰ δ’ὦν ἐπείγεαι καὶ σε θυμὸς ἰθύει,
ἔστιν ἐν ἡμετέρου ἣ νῦν μέγ’ἱμείρε[ι γάμου
καλὴ τέρεινα παρθένος· δοκέω δέ μι[ν
εἶδος ἄμωμον ἔχειν· τὴν δὴ σὺ ποίη[σαι φίλην 5
τοσαῦτ’ ἐφώνει· τὴν δ’ ἐγὼ ἀνταμει[βόμην·
Ἀμφιμεδοῦς θύγατερ, ἐσθλῆς τε καὶ [περίφρονος
γυναικός, ἣν̣ νῦν γῆ κατ’ εὐρώεσσ’ ἔ[χει,
τ]έρψιές εἰσι θεῆς πολλαὶ νέοισιν ἀνδ[ράσιν
π̣αρὲξ τὸ θεῖον χρῆμα· τῶν τ̣ι̣ς ἀρκέσε[ι. 10
τ]αῦτα δ’ ἐπ’ ἡσυχίης εὖτ’ ἂν μελανθῆ[ι μοι γένυς
ἐ]γώ τε καὶ σὺ σὺν θεῶι βουλεύσομεν̣·
π]είσομαι ὥς με κέλεαι· πολλόν μ’ ε[
θρ]ιγκοῦ δ’ ἔνερθε καὶ πυλέων ὑποφ̣[
μ]ή τι μέγαιρε, φίλη· σχήσω γὰρ ἐς π̣ο̣η[φόρους 15
κ]ή̣πους. τὸ δὴ νῦν γνῶθι· Νεοβού̣λη[ν δὲ τις
ἄ]λλος ἀνὴρ ἐχέτω·αἰαῖ πέπειρα δ[ὶς τόση,
ἄν]θος δ’ ἀπερρύηκε παρθενήϊον
κ]α̣ὶ χάρις ἣ πρὶν ἐπῆν· κόρον γὰρ οὐ κ̣[ατέσχε πω,
ἥβ]ης δὲ μέτρ’ ἔφηνε μαινόλ̣ι̣ς γ̣υνή. 20
ἐς] κόρακας ἄπεχε· μὴ τοῦτ’ ἐ̣φ̣εῖ̣τ̣’ α̣ν̣[ὴρ φίλος
ὅ]π̣ως ἐγὼ γυναῖκα τ[ο]ι̣αύτην ἔχων
γεί]τοσι χάρμ’ ἔσομαι· πολλὸν σὲ βούλο̣[μαι πάρος‧
σὺ] μ̣ὲν γὰρ οὔτ’ ἄπιστος οὔτε διπλ̣ό̣η,
ἡ δ]ὲ̣ μάλ’ ὀξυτέρη, πολλοὺς δὲ ποιεῖτα[ι φίλους∙ 25
δέ]δ̣οιχ’ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
σπ]ο̣υδῆι ἐπειγόμενος τὼς ὥσπερ ἡ κ[ύων τέκω.”

31
Griego VII / Dra. Cecilia Jaime / Material del curso

τοσ]αῦτ’ ἐφώνεον· παρθένον δ’ ἐν ἄνθε[σιν


τηλ]εθάεσσι λαβὼν ἔκλινα, μαλθακῆι δ̣[έ μιν
χλαί]νηι καλύψας, αὐχέν’ ἀγκάληις ἔχω[ν, 30
δεί]μ̣ατι παυσαμ̣έ̣ν̣ην τὼς ὥστε νέβρ̣[ον ἐκ φυγῆς
μαζ]ῶν τε χ̣ερσὶν ἠπίως ἐφηψάμη̣ν
ἧιπε]ρ̣ ἔφην̣ε νέον ἥβης ἐπήλυ̣σιν χρόα̣·
ἅπαν τ]ὲ σῶμ̣α καλὸν ἀμφαφώμενος
θερμ]ὸν ἀφῆκα μένος, ξανθῆς ἐπιψαύ[ων τριχός. 35

Se ofrece el aparato crítico ya que, algunas variantes serán comentadas en el siguiente


apartado.

1 Campbell: τόλμ[ησον ποθεῖν Laserre: τόλμ[ησας κακόν 3 Ebert, Luppe: ἱμείρε[ι λέχεος
11 Laserre: μελανθη[ι σοι δόμος 13 Laserre: πολλόν μ’ ε[ποτρύνει πόθος. 14 Laserre:
ὑποφ̣[θάνειν 17 Campbell: δ[ὴ πέλει 20 Laserre: ἄτ]ης δὲ μέτρ’ ἔφηνε 21 Laserre: μὴ τοῦτ’
ἐ̣φ̣εστ̣α[ί]ῃ [κακόν 23 Campbell: βούλο[μαι πάρος λαβεῖν‧ Laserre: βουλοίμην ἔχειν27
Gronewald: κ[ύων τέκον; Sisti: κ[ύων τέκηι 31 Austin: θαῦ]μάτι Laserre: δείματι
παλλομένην τὼς ὥστε νέβρ[ιον φίλευν 32 Laserre: μηρ]ῶν 33 Campbell: ᾑπε]ρ̣ Casanova:
ἡ δ’ἄ]ρ ἔφην̣ε νέον ἥβης ἐπ’ἤλυ̣σιν χρόα̣·34 Campbell: ἅπαν τ]ε̣; Laserre: ἤδη]δε 35
Campbell y Laserre: λευκ]ὸν Casanova: ἐνδ]ὸν

Arquíloco de Paros
Fr. 128 West metro: tetrámetro trocaico cataléctico

θυμέ, θύμ', ἀμηχάνοισι κήδεσιν κυκώμενε,

†ἀναδευ δυσμενῶν† δ' ἀλέξ<εο> προσβαλὼν ἐναντίον

στέρνον †ἐνδοκοισιν ἐχθρῶν πλησίον κατασταθεὶς

ἀσφαλ<έω>ς· καὶ μήτε νικ<έω>ν ἀμφάδην ἀγάλλεο,

μηδὲ νικηθεὶς ἐν οἴκωι καταπεσὼν ὀδύρεο, 128.5

ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα

μὴ λίην, γίνωσκε δ' οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.  

32
Griego VII / Dra. Cecilia Jaime / Material del curso

fr. 102 = (19 W; 22 D)

Οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει

οὐδ᾽ εἶλέ πώ με ζῆλος οὐδ᾽ ἀγαίομαι

θεῶν ἔργα, μεγάλης δ᾽ οὐκ ἐρέω τυραννίδος·

ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.

Jónico. Teognis, elegías

vv 197 - 208

Χρῆμα δ᾽ ὃ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηται

καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει·

εἰ δ᾽ ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέϊ θυμῷ

κτήσεται, εἴθ᾽ ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών, 200

αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτὴν

αὖθις ἔγεντο κακόν, θεῶ ν δ᾽ ὑπερέσχε νόος.

||

Ἀλλὰ τάδ᾽ ἀνθρώπων ἀπατᾷ νόον· οὐ γὰρ ἐπ᾽ αὐτοῦ

τίνονται μάκαρες πρήγματος ἀμπλακίας·

ἀλλ᾽ ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος, οὐδὲ φίλοισιν 205

ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν·

33
Griego VII / Dra. Cecilia Jaime / Material del curso

ἄλλον δ᾽ οὐ κατέμαρψε δίκη· θάνατος γὰρ ἀναιδὴς

πρόσθεν ἐπὶ βλεφάροις ἕζετο Κῆρα φέρων.

      

Mimnermo de Colofón, Fr. 21

ἡμεῖς δ᾽ οἷά τε φύλλα φύει πολυανθέος ὥρῃ

ἔαρος, ὅτ᾽ αἶψ᾽ αὐγῇς αὔξεται ἠελίου,

τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης

τερπόμεθα πρὸς θεῶν εἰδότες οὔτε κακὸν

οὔτ᾽ ἀγαθόν: κῆρες δὲ παρεστήκασι μέλαιναι, 5

ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,

ἡ δ᾽ ἑτέρη θανάτοιο: μίνυνθα δὲ γίγνεται ἥβης

καρπός, ὅσον τ᾽ ἐπὶ γῆν κίδναται ἠέλιος·

αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,

αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος· 10

πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίγνεται: ἄλλοτε οἶκος

τρυχοῦται, πενίης δ᾽ ἔργ᾽ ὀδυνηρὰ πέλει·

ἄλλος δ᾽ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα

ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·

ἄλλον νοῦσος ἔχει θυμοφθόρος: οὐδέ τίς ἐστιν 15

ἀνθρώπων ᾧ Ζεὺς μὴ κακὰ πολλὰ διδῷ.

Jenófanes de Colofón
Fr. 15, 18, 19 Gentili – Prato Metro: hexámetros dactílicos
34
Griego VII / Dra. Cecilia Jaime / Material del curso

πάντα θεοῖσ' ἀνέθηκαν Ὅμηρός θ' Ἡσίοδός τε,  

ὅσσα παρ' ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,

κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.

Αἰθίοπές τε <θεοὺς σφετέρους> σιμοὺς μέλανάς τε

Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς <φασι πέλεσθαι>.

ἀλλ' εἰ χεῖρας ἔχον βόες <ἵπποι τ'> ἠὲ λέοντες

ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,

ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας

καί <κε> θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν

τοιαῦθ', οἷόν περ καὐτοὶ δέμας εἶχον <ἕκαστοι>.   13.5

Calino

τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι

  γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχου

δυσμενέσιν· θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ

  Μοῖραι ἐπικλώσωσ'. ἀλλά τις ἰθὺς ἴτω  

ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ 1.10

  ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου.

Tirteo

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα

 ἄνδρ' ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον·

35
Griego VII / Dra. Cecilia Jaime / Material del curso

τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς

 πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον,

πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι 10.5

 παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχωι.

Dialecto jónico / Semónides de Amorgos


Yambos

χωρὶς γυναικὸς θ<εὸ>ς ἐποίησεν νόον

τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος,

τῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυρμένα

ἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί·  

αὐτὴ δ' ἄλουτος ἀπλύτοις ἐν εἵμασιν 7.5

ἐν κοπρίηισιν ἡμένη πιαίνεται.

 τὴν δ' ἐξ ἀλιτρῆς θ<εὸ>ς ἔθηκ' ἀλώπεκος

γυναῖκα πάντων ἴδριν· οὐδέ μιν κακῶν

λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων·

τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν, 7.10

τὸ δ' ἐσθλόν· ὀργὴν δ' ἄλλοτ' ἀλλοίην ἔχει.

 τὴν δ' ἐκ κυνός, λιτοργόν, αὐτομήτορα,

ἣ πάντ' ἀκοῦσαι, πάντα δ' εἰδέναι θέλει,

πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη

λέληκεν, ἢν καὶ μηδέν' ἀνθρώπων ὁρᾶι. 7.15

παύσειε δ' ἄν μιν οὔτ' ἀπειλήσας ἀνήρ,

36
Griego VII / Dra. Cecilia Jaime / Material del curso

οὐδ' εἰ χολωθεὶς ἐξαράξειεν λίθωι

ὀδόντας, οὐδ' ἂν μειλίχως μυθ<εό>μενος,

οὐδ' εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι,

ἀλλ' ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει. 7.20

τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι

ἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸν

οὔτ' ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή·

ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται.

κὤταν κακὸν χειμῶνα ποιήσηι θεός, 7.25

ῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός.

 τὴν δ' ἐκ θαλάσσης, ἣ δύ' ἐν φρεσὶν νοεῖ·

τὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην·

ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών·

“οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ   7.30

ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων”·

τὴν δ' οὐκ ἀνεκτὸς οὐδ' ἐν ὀφθαλμοῖς ἰδεῖν

οὔτ' ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε

ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων,

ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη 7.35

ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται·

ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς

ἕστηκ', ἀπήμων, χάρμα ναύτηισιν μέγα,

θέρ<εο>ς ἐν ὥρηι, πολλάκις δὲ μαίνεται

37
Griego VII / Dra. Cecilia Jaime / Material del curso

βαρυκτύποισι κύμασιν φορ<εο>μένη. 7.40

ταύτηι μάλιστ' ἔοικε τοιαύτη γυνὴ

ὀργήν· φυὴν δὲ πόντος ἀλλοίην ἔχει.

 τὴν δ' ἔκ †τε σποδιῆς† καὶ παλιντριβ<έο>ς ὄνου,

ἣ σύν τ' ἀνάγκηι σύν τ' ἐνιπῆισιν μόγις

ἔστερξεν ὦν ἅπαντα κἀπονήσατο 7.45

ἀρεστά· τόφρα δ' ἐσθίει μὲν ἐν μυχῶι

προνὺξ προῆμαρ, ἐσθίει δ' ἐπ' ἐσχάρηι.

ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον

ἐλθόντ' ἑταῖρον ὁντινῶν ἐδέξατο.

τὴν δ' ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος· 7.50

κείνηι γὰρ οὔ τι καλὸν οὐδ' ἐπίμερον

πρόσεστιν οὐδὲ τερπνὸν οὐδ' ἐράσμιον.

εὐνῆς δ' ἀδηνής ἐστιν ἀφροδισίης,

τὸν δ' ἄνδρα τὸν περῶντα ναυσίηι διδοῖ.

κλέπτουσα δ' ἔρδει πολλὰ γείτονας κακά,   7.55

ἄθυστα δ' ἱρὰ πολλάκις κατεσθίει.

 τὴν δ' ἵππος ἁβρὴ χαιτέεσσ' ἐγείνατο,

ἣ δούλι' ἔργα καὶ δύην περιτρέπει,

κοὔτ' ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον

ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι, 7.60

οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλ<εο>μένη

ἵζοιτ'. ἀνάγκηι δ' ἄνδρα ποιεῖται φίλον·

38
Griego VII / Dra. Cecilia Jaime / Material del curso

λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον

δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται,

αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ 7.65

βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην.

κᾱλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ

ἄλλοισι, τῶι δ' ἔχοντι γίνεται κακόν,

ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι,

ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται. 7.70

 τὴν δ' ἐκ πιθήκου· τοῦτο δὴ διακριδὸν

Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν.

αἴσχιστα μὲν πρόσωπα· τοιαύτη γυνὴ

εἶσιν δι' ἄστ<εο>ς πᾶσιν ἀνθρώποις γέλως·

ἐπ' αὐχένα βραχεῖα· κινεῖται μόγις· 7.75

ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρ

ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται.

δήν<εα> δὲ πάντα καὶ τρόπους ἐπίσταται

ὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει·  

οὐδ' ἄν τιν' εὖ ἔρξειεν, ἀλλὰ τοῦτ' ὁρᾶι 7.80

καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται,

ὅκως τι κὠς μέγιστον ἔρξειεν κακόν.

 τὴν δ' ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών·

κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει,

θάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος, 7.85

39
Griego VII / Dra. Cecilia Jaime / Material del curso

φίλη δὲ σὺν φιλ<έο>ντι γηράσκει πόσει

τεκοῦσα καλὸν κὠνομάκλυτον γένος.

κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεται

πάσηισι, θείη δ' ἀμφιδέδρομεν χάρις.

οὐδ' ἐν γυναιξὶν ἥδεται καθημένη 7.90

ὅκου λέγουσιν ἀφροδισίους λόγους.

τοίας γυναῖκας ἀνδράσιν χαρίζεται

Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας·

 τὰ δ' ἄλλα φῦλα ταῦτα μηχανῆι Διὸς

ἔστιν τε πάντα καὶ παρ' ἀνδράσιν μενεῖ. 7.95

Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν,

γυναῖκας· ἤν τι καὶ δοκ<έω>σιν ὠφελεῖν

ἔχοντι, τῶι μάλιστα γίνεται κακόν·

οὐ γάρ κοτ' εὔφρων ἡμέρην διέρχεται

ἅπασαν, ὅστις σὺν γυναικὶ †πέλεται, 7.100

οὐδ' αἶψα Λιμὸν οἰκίης ἀπώσεται,

ἐχθρὸν συνοικητῆρα, δυσμεν<έα> θεῶν.

ἀνὴρ δ' ὅταν μάλιστα θυμηδεῖν δοκῆι

κατ' οἶκον, ἢ θ<εοῦ> μοῖραν <ἢ ἀ>νθρώπου χάριν,

εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται. 7.105

ὅκου γυνὴ γάρ ἐστιν οὐδ' ἐς οἰκίην

ξεῖνον μολόντα προφρόνως δεκοίατο.  

ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ,

40
Griego VII / Dra. Cecilia Jaime / Material del curso

αὕτη μέγιστα τυγχάνει λωβωμένη·

κεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονες 7.110

χαίρουσ' ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει.

τὴν ἣν δ' ἕκαστος αἰνέσει μεμνημένος

γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται·

ἴ̄σην δ' ἔχοντες μοῖραν οὐ γινώσκομεν.

Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν, 7.115

καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην,

ἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατο

γυναικὸς εἵνεκ' ἀμφιδηριωμένους

Solón, Fr. 13 West: La elegía de las musas

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,

 Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένωι·

ὄλβον μοι πρὸς θ<εῶ>ν μακάρων δότε, καὶ πρὸς ἁπάντων

  ἀνθρώπων αἰεὶ δόξαν ἔχειν ἀγαθήν·

13.5 εἶναι δὲ γλυκὺν ὧδε φίλοις, ἐχθροῖσι δὲ πικρόν,

τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν.

χρήματα δ' ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι

  οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη.

πλοῦτον δ' ὃν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρὶ

13.10   ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν·

41
Griego VII / Dra. Cecilia Jaime / Material del curso

ὃν δ' ἄνδρες τιμῶσιν ὑφ' ὕβριος, οὐ κατὰ κόσμον

  ἔρχεται, ἀλλ' ἀδίκοις ἔργμασι πειθόμενος

οὐκ ἐθέλων ἕπεται, ταχέως δ' ἀναμίσγεται ἄτηι·

  ἀρχῆς δ' ἐξ ὀλίγης γίγνεται ὥστε πυρός,

13.15 φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾶι·

  οὐ γὰρ δὴ<ν> θνητοῖς ὕβριος ἔργα πέλει,

ἀλλὰ Ζεὺς πάντων ἐφορᾶι τέλος, ἐξαπίνης δὲ

  ὥστ' ἄνεμος νεφέλας αἶψα διεσκέδασεν

ἠρινός, ὃς πόντου πολυκύμονος ἀτρυγέτοιο

13.20   πυθμένα κινήσας, γῆν κάτα πυροφόρον

δηιώσας καλὰ ἔργα θεῶν ἕδος αἰπὺν ἱκάνει

  οὐρανόν, αἰθρίην δ' αὖτις ἔθηκεν ἰδεῖν,  

λάμπει δ' ἠελίοιο μένος κατὰ πίονα γαῖαν

  καλόν, ἀτὰρ νεφέων οὐδ' ἓν ἔτ' ἐστὶν ἰδεῖν.

13.25 τοιαύτη Ζηνὸς πέλεται τίσις· οὐδ' ἐφ' ἑκάστωι

  ὥσπερ θνητὸς ἀνὴρ γίγνεται ὀξύχολος,

αἰεὶ δ' οὔ ἑ λέληθε διαμπερές, ὅστις ἀλιτρὸν

  θυμὸν ἔχει, πάντως δ' ἐς τέλος ἐξεφάνη·

ἀλλ' ὁ μὲν αὐτίκ' ἔτεισεν, ὁ δ' ὕστερον· οἳ δὲ φύγωσιν

13.30   αὐτοί, μηδὲ θεῶν μοῖρ' ἐπιοῦσα κίχηι,

ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσιν

  ἢ παῖδες τούτων ἢ γένος ἐξοπίσω.

θνητοὶ δ' ὧδε νο<έο>μεν ὁμῶς ἀγαθός τε κακός τε,

42
Griego VII / Dra. Cecilia Jaime / Material del curso

  εὖ ῥεῖν ἣν αὐτὸς δόξαν ἕκαστος ἔχει,

13.35 πρίν τι παθεῖν· τότε δ' αὖτις ὀδύρεται· ἄχρι δὲ τούτου

  χάσκοντες κούφαις ἐλπίσι τερπόμεθα.

χὤστις μὲν νούσοισιν ὑπ' ἀργαλέηισι πιεσθῆι,

  ὡς ὑγιὴς ἔσται, τοῦτο κατεφράσατο·

ἄλλος δειλὸς ἐὼν ἀγαθὸς δοκεῖ ἔμμεναι ἀνήρ,

13.40   καὶ καλὸς μορφὴν οὐ χαρίεσσαν ἔχων·

εἰ δέ τις ἀχρήμων, πενίης δέ μιν ἔργα βιᾶται,

  κτήσασθαι πάντως χρήματα πολλὰ δοκεῖ.

σπεύδει δ' ἄλλοθεν ἄλλος· ὁ μὲν κατὰ πόντον ἀλᾶται

  ἐν νηυσὶν χρήιζων οἴκαδε κέρδος ἄγειν

13.45 ἰχθυόεντ' ἀνέμοισι φορ<εό>μενος ἀργαλέοισιν,

  φειδωλὴν ψυχῆς οὐδεμίαν θέμενος·

ἄλλος γῆν τέμνων πολυδένδρεον εἰς ἐνιαυτὸν  

  λατρεύει, τοῖσιν καμπύλ' ἄροτρα μέλει·

ἄλλος Ἀθηναίης τε καὶ Ἡφαίστου πολυτέχν<εω>

13.50   ἔργα δαεὶς χειροῖν ξυλλέγεται βίοτον,

ἄλλος Ὀλυμπιάδων Μους<έω>ν πάρα δῶρα διδαχθείς,

  ἱμερτῆς σοφίης μέτρον ἐπιστάμενος·

ἄλλον μάντιν ἔθηκεν ἄναξ ἑκάεργος Ἀπόλλων,

  ἔγνω δ' ἀνδρὶ κακὸν τηλόθεν ἐρχόμενον,

13.55 ὧι συνομαρτήσωσι θεοί· τὰ δὲ μόρσιμα πάντως

  οὔτε τις οἰωνὸς ῥύσεται οὔθ' ἱερά·

43
Griego VII / Dra. Cecilia Jaime / Material del curso

ἄλλοι Παιῶνος πολυφαρμάκου ἔργον ἔχοντες

  ἰητροί· καὶ τοῖς οὐδὲν ἔπεστι τέλος·

πολλάκι δ' ἐξ ὀλίγης ὀδύνης μέγα γίγνεται ἄλγος,

13.60   κοὐκ ἄν τις λύσαιτ' ἤπια φάρμακα δούς·

τὸν δὲ κακαῖς νούσοισι κυκώμενον ἀργαλέαις τε

  ἁψάμενος χειροῖν αἶψα τίθησ' ὑγιῆ.

Μοῖρα δέ τοι θνητοῖσι κακὸν φέρει ἠδὲ καὶ ἐσθλόν,

  δῶρα δ' ἄφυκτα θεῶν γίγνεται ἀθανάτων.

13.65 πᾶσι δέ τοι κίνδυνος ἐπ' ἔργμασιν, οὐδέ τις οἶδεν

  πῆι μέλλει σχήσειν χρήματος ἀρχομένου·

ἀλλ' ὁ μὲν εὖ ἔρδειν πειρώμενος οὐ προνοήσας

  ἐς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,

τῶι δὲ κακῶς ἔρδοντι θεὸς περὶ πάντα δίδωσιν

13.70   συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.

πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται·

  οἳ γὰρ νῦν ἡμ<έω>ν πλεῖστον ἔχουσι βίον,

διπλάσιον σπεύδουσι· τίς ἂν κορέσειεν ἅπαντας;  

  κέρδεά τοι θνητοῖς ὤπασαν ἀθάνατοι,

13.75 ἄτη δ' ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς

πέμψηι τεισομένην, ἄλλοτε ἄλλος ἔχει.

fr. 1

(vv. 7-13)

44
Griego VII / Dra. Cecilia Jaime / Material del curso

χρήματα δ’ ἰμείρω μέν ἐχειν, ἀδίκως δέ πεπδσθαι

οὐκ ἐθέλω· πάντως ύστερον ἦλθε δίκη.

πλούτον δ’ όν μέν δώσι θεοί, παραγίγνεται άνδρί

ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν· 10

ὅν δ’ ἄνδρες μετίωσιν ὑφ’ ὑβριος, οὐ κατά κόσμον

ἔρχεται, ἀλλ’ ἀδίκοισ’ ἐργμασι πειθόμενος

οὐκ ἐθέλων ἔπεται, ταχέως δ’ άναμίσγεται άτη·

(vv. 29-32)

ἀλλ’ δ μέν αὐτίκ’ έτεισεν, ὅ δ’ ὕστερον οι δέ φύγωσιν

αὐτοί, μή δέ θεών μοΐρ’ έπιούσα κίχηι, 30

ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσιν

ή παΐδες τούτων ή γένος ἐξοπίσω·

(vv. 63-64)

Μοίρα δέ τοι θνητοίσι κακόν φέρει ἡδὲ και ἐσθλόν,

δώρα δ’ ἄφυκτα θεών γίγνεται ἀθανάτων.

45

You might also like