You are on page 1of 21

ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ΚΡ. ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν 130


μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
ΟΙ. ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις αὔτ’ ἐγὼ φανῶ.
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
πρὸ τοῦ θανόντος τήνδ’ ἔθεσθ’ ἐπιστροφήν·
ὥστ’ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον, 135
γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ’ ἅμα.
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων
ἀλλ’ αὐτὸς αὐτοῦ τοῦτ’ ἀποσκεδῶ μύσος.
ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ’ ἂν
κἄμ’ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι. 140
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
ἀλλ’ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους,
ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ ἀθροιζέτω,
ὡς πᾶν ἐμοῦ δράσοντος. ἢ γὰρ εὐτυχεῖς 145
σὺν τῷ θεῷ φανούμεθ’, ἢ πεπτωκότες.
ΙΕ. ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν
καὶ δεῦρ’ ἔβημεν ὧν ὅδ’ ἐξαγγέλλεται.
Φοῖβος δ’ ὁ πέμψας τάσδε μαντείας ἅμα
σωτήρ θ’ ἵκοιτο καὶ νόσου παυστήριος. 150

ΧΟΡΟΣ
ὦ Διὸς ἁδυεπὲς Φάτι, τίς ποτε τᾶς πολυχρύσου [str. 1
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα δείματι πάλλων,
ἰήϊε Δάλιε Παιών,

130 τὸ LKDΣL: τὰ ADglXrXsZr 134 πρὸ Lpca: πρὸς LacKZr1pc


135 σύμμαχον] ξυμ– LKD 138 αὐτοῦ] αὑ– LpcXrZr 139 ἐκεῖνον] –ος
LacKSu 141 hab. LrKaΣL: om. Lac, del. Bergk 145 πᾶν] πάντ᾿
Triclinius δράσοντος] –αντος LacK 151 ἁδυεπὲς LacKacΣL: ἡδ– Fγρ:
ἁδυεπὴς vel ἡδ– a 153 πάλλων ΩCΣL: πολλῷ Lrγρ 154 Παιών Lloyd-
Jones et Wilson: Παιάν Ω
110

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ἀμφὶ σοὶ ἁζόμενος· τί μοι ἢ νέον 155


ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος; 156/7
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα. 158

πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ’ Ἀθάνα, [ant. 1


γαιάοχόν τ’ ἀδελφεὰν 160
Ἄρτεμιν, ἃ κυκλόεντ’ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰώ,
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι·
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλῃ 164/5
ἡνύσατ’ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν. 166

ὢ πόποι, ἀνάριθμα γὰρ φέρω 167/8 [str. 2


πήματα· νοσεῖ δέ μοι πρόπας 168/9
στόλος, οὐδ’ ἔνι φροντίδος ἔγχος 169/70
ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα 171/2
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν 172/3
ἰηΐων καμάτων ἀνέχουσι γυναῖκες. 174
ἄλλον δ’ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν 175/6
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον 177
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ· 177/8

ὧν πόλις ἀνάριθμος ὄλλυται· 179 [ant. 2


νηλέα δὲ γένεθλα πρὸς πέδῳ 180/1
θαναταφόρα κεῖται ἀνοίκτως· 181/2

159 πρῶτα σὲ Wunder: πρῶτά σε Ω̣Eu: πρώτην σε K: πρώταν γε Lrγρ


[Lac] κεκλόμενος Ω̣Eu: –ομένῳ A1sDXrrsXsZr (nol. ΣZc): κέκλομαι ὦ
Blaydes ἄμβροτ᾿] ὄβριμ᾿ Heimsoeth 161 εὐκλέα LK: –εᾶ a: –εῆ Eu:
Εὔκλεα Elmsley post Musgrave θάσσει] –εις Dawe 162 ἰὼ Heath: ἰὼ
ἰὼ fere Ω: αἰτῶ Blaydes 164/5 ὕπερ ὀρνυμένας] ὑπερορνυμένας
Musgrave πόλῃ scripsi post West: πόλει Ω 166 ἡνύσατ’ Willink post
West: ἠ– ΩΣL 167/8 ὢ Willink: ὦ Ω 175/6 ἄλλῳ ΩΣL: ἄλλᾳ
Dobree ἅπερ Zr: ᾇπερ Ω̣ 180/1 δὲ γένεθλα Π2AXrXs: δὲ γενέθλα
Zrpc: δ᾿ ἁ γενέθλα L2pcKDΣL: δ᾿ ἀγενέθλα Lac 181/2 θαναταφόρα Π2K:
–οφόρα CV –ηφόρα H: –αφόρῳ L?PaZc: –οφόρῳ r: –ηφόρῳ a
111

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ἐν δ’ ἄλοχοι πολιαί τ’ ἐπὶ ματέρες 183


ἀκτὰν πάρα βώμιον ἄλλοθεν ἄλλαι 184/5
λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν. 185/6
παιὼν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος· 187
τῶν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν·

Ἄρεά τε τὸν μαλερόν, ὃς 190/1 [str. 3


νῦν ἄχαλκος ἀσπίδων 191
φλέγει με περιβόητος ἀντιάζων, 192
παλίσσυτον δράμημα νωτίσαι πάτρας, 193/4
ἔπουρον εἴτ’ ἐς μέγαν 194
θάλαμον Ἀμφιτρίτας 195
εἴτ’ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ,
τοῦτ’ ἐπ’ ἦμαρ ἔρχεται·
τόν, ὦ τᾶν πυρφόρων 200
ἀστραπᾶν κράτη νέμων, 200/1
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ. 201/2

Λύκει’ ἄναξ, τά τε σὰ χρυ– 203 [ant. 3


σοστρόφων ἀπ’ ἀγκυλᾶν 203/4
βέλεα θέλοιμ’ ἂν ἀδάματ’ ἐνδατεῖσθαι 204/5
ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους 206/7

183 ἐπὶ KAZr: ἔπι DXrXs: ἐπι L 184/5 ἀκτὰν ΩΣL: ἀχὰν Nauck
πάρα (παρὰ) βώμιον KDZr: παραβώμιον LAXrXs 185/6 ἱκετῆρες O,
Par. gr. 2794: ἱκτῆρες Ω ἐπιστενάχουσι K: ἐπιστο– La 187 παιὼν
Π2LacKΣL: παιὰν a 188 τῶν {Π2}, Kennedy: ὧν laΣL 192
περιβόητος ΩΣL: –ατος Elmsley ἀντιάζων] –ω Hermann 193/4
δράμημα] δρό– (Xs) 194 ἔπουρον LKΣL: ἄπ– aΣL 196 ὅρμων
Doederlein: ὅρμον Ω 198 τελεῖν Hermann: τέλει ΩΣL: πέλει V: τελεῖ
Kayser, qui post γὰρ interp. 200 τὸν, ὦ τᾶν Hermann: τὸν ὦ
Π1LKaΣL: τᾶν ὦ r 203/4 ἀγκυλᾶν Elmsley: –ῶν r: ἀγκύλων ΩCEu
204/5 ἀδάματ᾿ Erfurdt: ἀδάμαστ᾿ ΩΣL
112

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

Ἀρτέμιδος αἴγλας, ξὺν αἷς 207/8


Λύκι’ ὄρεα διᾴσσει· 208/9
τὸν χρυσομίτραν τε κικλήσκω, 209/10
τᾶσδ’ ἐπώνυμον γᾶς, 210/11
οἰνῶπα Βάκχον, εὔιον 211
Μαινάδων ὁμόστολον,
πελασθῆναι φλέγοντ’
ἀγλαῶπι <qwq>
πεύκᾳ ’πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. 214/15

ΟΙ. αἰτεῖς· ἃ δ’ αἰτεῖς, τἄμ’ ἐὰν θέλῃς ἔπη 216


κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ,
ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν 220
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον.
νῦν δ’, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
ὅστις ποθ’ ὑμῶν Λάϊον τὸν Λαβδάκου
κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, 225
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται τοὐπίκλημ’ ὑπεξελὼν
<×qwq×qwq×qwq>
αὐτὸς κατ’ αὐτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν, γῆς δ’ ἄπεισιν ἀβλαβής.

208/9 Λύκι᾿ LK: Λύκει᾿ a διᾴσσει Brunck: διαίσσει fere Ω 211 εὔιον]
–ων Fac 212 ὁμόστολον LrγρKglXs: μονόστολον Ω 214 <σύμμαχον>
Wolff: <νυκτέρῳ> J. Schmidt: <δαΐᾳ> Arndt 220 δὲ] τε Elmsley οὐ
γὰρ ἂν ΩΣL: ὥστ᾿ οὐκ ἂν Blaydes 221 αὐτός a: αὐτό l οὐκ ἔχων ΩΛ:
οὐ κιχὼν Headlam: οὐκ ἔχειν Blaydes 222 ὕστερος ΩΣL: –ον Zr,
Blaydes ἀστὸς Ω̣Λ: αὐτὸς KacXrrγρZr, Elmsley τελῶ ΩΛΣL: τελῶν
CacFHNOPZc 227 κεἰ μὲν φοβεῖται ΩΣL: καὶ μὴ φοβεῖσθω Blaydes
ὑπεξελὼν ΩΣL: –ελεῖν Halm: –έλοι Rauchenstein post hunc versum
lacunam statuit Dindorf 228 κατ᾿ αὐτοῦ Bergk: καθ᾿ αὑτοῦ ΩCΣL
229 ἀβλαβής Ka: ἀσφαλής LΛ
113

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.


φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτ’ ἰὼν 460
εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν.

ΧΟ. τίς ὅντιν’ ἁ θεσπιέπει– [str. 1


α Δελφὶς εἶπε πέτρα 463/4
ἄρρητ’ ἀρρήτων τελέσαν– 465
τα φοινίαισι χερσίν; 465/6
ὥρα νιν ἀελλάδων 467
ἵππων σθεναρώτερον 467/8
φυγᾷ πόδα νωμᾶν. 468
ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει
πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, 470
δειναὶ δ’ ἅμ’ ἕπονται
Κῆρες ἀναπλάκητοι.

ἔλαμψε γὰρ τοῦ νιφόεν– [ant 1.


τος ἀρτίως φανεῖσα 473/4
φήμα Παρνασοῦ τὸν ἄδη– 475
λον ἄνδρα πάντ’ ἰχνεύειν. 475/6
φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν 477
ὕλαν ἀνά τ’ ἄντρα καὶ 477/8
πετραῖος ὁ ταῦρος, 478
μέλεος μελέῳ ποδὶ χηρεύων,
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων 480

456 σκήπτρῳ ΩΛ: –ον F2s, cΣL ἐμπορεύσεται] ἐκ– Zr 457 αὑτοῦ
ADXrZr: ἑαυτοῦ LΛ: αὐτοῦ KXs 458 αὑτὸς Xs1pc, Markland: αὐτὸς
ΩΛ 461 λάβῃς LΛ, Aristides: λάβῃς μ᾿ Π1Ka 463/4 εἶπε ΩΛ?: εἶδε
GCΣL: ᾖδε Powell [Lac] 467 ἀελλάδων He: ἀελλοπόδων
ΩΛ 472 ἀναπλάκητοι lDΣL: ἀναμπλ– AXrXsZr 475 φήμα ΩΛ: φάμα
Zr Παρνασοῦ] –σσ– Xr, Erfurdt (verum ΣXr) 478 πετραῖος ὁ Lac?:
πετραῖος ὡς K: πέτραις ὡς GFNPa: πέτρας ὡς Λ?a
122

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

μαντεῖα· τὰ δ’ ἀεὶ
ζῶντα περιποτᾶται.

δεινά με νῦν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας 483/4 [str. 2


οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσκονθ’, ὅ τι λέξω δ’ ἀπορῶ. 485/6
πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐν– 487/8
θάδ’ ὁρῶν οὔτ’ ὀπίσω. 488
τί γὰρ ἢ Λαβδακίδαις
ἢ τῷ Πολύβου νεῖ– 489/90
κος ἔκειτ’ οὔτε πάροιθέν 490/1
ποτ’ ἔγωγ’ οὔτε τανῦν πω 491/2
ἔμαθον, πρὸς ὅτου δὴ 492/3
βασάνῳ <q⏑⏑q> 493
ἐπὶ τὰν ἐπίδαμον
φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις 495/6
ἐπίκουρος ἀδήλων θανάτων. 496/7

498/9 [ant. 2
ἀλλ’ ὁ μὲν οὖν Ζεὺς ὁ τ’ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
εἰδότες· ἀνδρῶν δ’ ὅτι μάντις πλέον ἢ ’γὼ φέρεται, 500/1
κρίσις οὐκ ἔστιν ἀληθής· 502/3
σοφίᾳ δ’ ἂν σοφίαν 503
παραμείψειεν ἀνήρ.
ἀλλ’ οὔποτ’ ἔγωγ’ ἄν, 504/5
πρὶν ἴδοιμ’ ὀρθὸν ἔπος, μεμ– 505/6
φομένων ἂν καταφαίην. 506/7
φανερὰ γὰρ ἐπ’ αὐτῷ 507/8
πτερόεσσ’ ἦλθε κόρα 508
ποτέ, καὶ σοφὸς ὤφθη

481 ἀεὶ] αἰεὶ Triclinius 483/4 με νῦν Bergk: μὲν οὖν ΩΣL: με νοῦν
Nauck 493 lacunam statuit Musgrave: <πίστιν ἔχων> Wolff 507/8
γὰρ ἐπ᾿ αὐτῷ hab. ΩΣL: del. Triclinius: γὰρ ἐπ᾿ ἀστοῖς Nauck 509 ποτέ]
τότε Blaydes
123

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

βασάνῳ θ’ ἡδύπολις· τῶν ἀπ’ ἐμᾶς 510/11


φρενὸς οὔποτ’ ὀφλήσει κακίαν. 511/12

ΚΡ. ἄνδρες πολῖται, δείν’ ἔπη πεπυσμένος 513


κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν
πάρειμ’ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς 515
ταῖς νῦν νομίζει πρός γ’ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, 520
ἀλλ’ εἰς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλῃ,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
ΧΟ. ἀλλ’ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος, τάχ’ ἂν δ’
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
ΚΡ. τοὔπος δ’ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι 525
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
ΧΟ. ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’ οὐ γνώμῃ τίνι.
ΚΡ. ἐξ ὀμμάτων δ’ ὀρθῶν τε κἀπ’ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
ΧΟ. οὐκ οἶδ’· ἃ γὰρ δρῶσ’ οἱ κρατοῦντες οὐχ ὁρῶ. 530
[αὐτὸς δ’ ὅδ’ ἤδη δωμάτων ἔξω περᾷ.]
ΟΙ. οὗτος σύ, πῶς δεῦρ’ ἦλθες; ἦ τοσόνδ’ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
λῃστής τ’ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; 535

510/11 θ᾿ LpcΛaCΣL: δ᾿ {Lac}K ἡδύπολις] ἁδύ– Erfurdt τῶν Π1, CΣL:


τῶ* L Λ : τῷ Ω̣
ac ?
ἀπ᾿] πρὸς Elmsley: παρ᾿ Wolff 515 γὰρ ἐν Π1Ω: τι
γὰρ Diggle 516 νομίζει Π1Ω: δοκεῖ τι Blaydes γ᾿ ἐμοῦ Lac?XrSu: τ᾿ ἐμοῦ
{Π }KADXsZr: τί τ᾿ ἐμοῦ O: τι gl. in L AD 521 εἰς Π1DXrSu: ἐς Ω̣
1 2
πόλῃ
scripsi post West: πόλει Ω 523 δ᾿ Π1, M. Schmidt: om. Ω 524 βιασθὲν]
’κβιασθὲν Groeneboom 525 τοὔπος Π1K: τοῦ πρὸς LΛ: πρὸς τοῦ
a 526 λέγοι LKAsDXrXsZr: λέγει At 528 δ᾿ Π1Su: om. Ω τε LacZr:
γε C: om. D: δὲ LKAXrXs κἀπ᾿ Π : κἀξ Ω 529 μου] μοι
1

XrsZr 531 om. Π1: habent Ω 532 ἦ Elmsley: ἢ Ω 533 τὰς ἐμὰς]
τάσδε τὰς Meineke 535 ἐναργὴς] –ῶς C, Blaydes
124

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν, 640


ἢ γῆς ἀπῶσαι πατρίδος, ἢ κτεῖναι λαβών.
ΟΙ. ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
ΚΡ. μή νυν ὀναίμην, ἀλλ’ ἀραῖος, εἴ σέ τι
δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. 645
ΙΟ. ὦ πρὸς θεῶν πίστευσον Οἰδίπους τάδε,
μάλιστα μὲν τόνδ’ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θ’ οἳ πάρεισί σοι.

ΧΟ. πιθοῦ θελήσας φρονή– [str.


σας τ’, ἄναξ, λίσσομαι— 649/50
ΟΙ. τί σοι θέλεις δῆτ’ εἰκάθω; 651
ΧΟ. τὸν οὔτε πρὶν νήπιον
νῦν τ’ ἐν ὅρκῳ μέγαν καταίδεσαι. 653/4
ΟΙ. οἶσθ’ οὖν ἃ χρῄζεις; Χο. οἶδα. Οι. φράζε δή· τί φῄς; 655
ΧΟ. τὸν ἐναγῆ φίλον μήποτέ σ’ αἰτίᾳ
σὺν ἀφανεῖ λόγων ἄτιμον βαλεῖν.
ΟΙ. εὖ νυν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
ΧΟ. οὐ τὸν πάντων θεῶν θεὸν πρόμον 660/1
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον 661/3
ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ ἔχω. 663/4
ἀλλά μοι δυσμόρῳ γᾶ φθίνου– 665/6
σα τρύχει καρδίαν, τάδ’ εἰ κακοῖς 666/7
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. 668
ΟΙ. ὁ δ’ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν,

640 δυοῖν ἀποκρίνας] θἄτερον δυοῖν Dindorf: τοῖνδ᾿ ἓν ἀποκρίνας Hermann:


τοῖνδ᾿ ἀποκρίνας Elmsley 644 νυν Elmsley: νῦν Ω 656 φίλον] –ων
ΣLNPtSu μήποτέ σ᾿ Nauck: μήποτ᾿ ἐν ΩCΣL 657 σύν <γ᾿>
Triclinius λόγων KΣL: λόγῳ a: λόγον L: λόγῳ σ᾿ Hermann βαλεῖν
Su: ἐκβαλεῖν ΩΣL 658 νυν Elmsley: νῦν ΩΣL ζητῇς] χρήζῃς (G)R,
Meineke 659 φυγὴν KADXr1sXsZr: φυγεῖν LXrt 660/1 οὐ ΩΣL: μὰ
οὐ rHO, gl. in nonnullis θεῶν θεὸν Lac: θεὸν K: θεῶν Lpca 666/7
καρδίαν Hermann: ψυχὰν καὶ Ω τάδ᾿] τὰ δ᾿ Kennedy κακοῖς
Brandscheid: κακοῖς κακὰ Ω
129

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ἢ γῆς ἄτιμον τῆσδ’ ἀπωσθῆναι βίᾳ. 670


τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δ’ ἔνθ’ ἂν ᾖ στυγήσεται.
ΚΡ. στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’ ὅταν
θυμοῦ περάσῃς. αἱ δὲ τοιαῦται φύσεις
αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. 675
ΟΙ. οὔκουν μ’ ἐάσεις κἀκτὸς εἶ; Κρ. πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾿ ἴσος.
ΧΟ. γύναι, τί μέλλεις κομί– [ant.
ζειν δόμων τόνδ’ ἔσω; 678/9
ΙΟ. μαθοῦσά γ’ ἥτις ἡ τύχη. 680
ΧΟ. δόκησις ἀγνὼς λόγων
ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ’νδικον. 682/3
ΙΟ. ἀμφοῖν ἀπ’ αὐτοῖν; Χο. ναίχι. Ιο. καὶ τίς ἦν λόγος; 684
ΧΟ. ἅλις ἔμοιγ’, ἅλις, γᾶς προνοουμένῳ 685
φαίνεται, ἔνθ’ ἔληξεν, αὐτοῦ μένειν.
ΟΙ. ὁρᾷς ἵν’ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
ΧΟ. ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, 689/90
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα 690/2
πεφάνθαι μ’ ἄν, εἴ σ’ ἐνοσφιζόμαν, 692/3
ὅς γ’ ἐμὰν γᾶν φίλαν ἐν πόνοις 694/5
ἀλύουσαν κατ’ ὀρθὸν οὔρισας, 695/6
τανῦν δ’ εὔπομπος ἂν γένοιο. 697
ΙΟ. πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
ΟΙ. ἐρῶ· σὲ γὰρ τῶνδ’ ἐς πλέον, γύναι, σέβω· 700
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
ΙΟ. λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.

671 ἐποικτίρω Nauck: ἐποικτείρω Ω 672 ἐλεινόν Porson: ἐλεεινόν


Ω 673 στυγνὸς ΩΣL: –ῶς GFs 677 ἴσος LKDXsZrCΣL: ἴσοις CacPaac:
ἴσως AXr 684 λόγος LK: ὁ λόγος a 685 προνοουμένῳ V, Blaydes:
προπονουμένῳ rCH: προπονουμένας LKa 689/90 ὦναξ Dresdensis Da.
22, Triclinius: ὦ ἄναξ Gm: ἄναξ Ω 692/3 σ᾿ ἐνοσφιζόμαν Badham post
Hartung: σε νοσφίζομαι ΩCΣL 694/5 γ᾿ OPa, Turnebus: τ᾿ Ω 695/6
ἀλύουσαν] σαλεύουσαν Dobree οὔρισας Π4rEu: οὔρησας ΩSu 697 δ᾿
LKZr: τ᾿ ADXrXs ἂν γένοιο Blaydes: εἰ δύναιο γενοῦ Ω: εἰ γένοιο Bergk
130

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει σαφῶς,


τοῦτ’ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
ΙΟ. ἀλλ’ ὡς φανέν γε τοὔπος ὧδ’ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ ἐκβαλεῖν πάλιν·
πόλις γὰρ ἤκουσ’, οὐκ ἐγὼ μόνη, τάδε. 850
εἰ δ’ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτ’, ὦναξ, τόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
καίτοι νιν οὐ κεῖνός γ’ ὁ δύστηνός ποτε 855
κατέκταν’, ἀλλ’ αὐτὸς πάροιθεν ὤλετο.
ὥστ’ οὐχὶ μαντείας γ’ ἂν οὔτε τῇδ’ ἐγὼ
βλέψαιμ’ ἂν οὕνεκ’ οὔτε τῇδ’ ἂν ὕστερον.
ΟΙ. καλῶς νομίζεις. ἀλλ’ ὅμως τὸν ἐργάτην
πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ’ ἀφῇς. 860
ΙΟ. πέμψω ταχύνασ’· ἀλλ’ ἴωμεν ἐς δόμους.
οὐδὲν γὰρ ἂν πράξαιμ’ ἂν ὧν οὐ σοὶ φίλον.

ΧΟ. εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν 863/4 [str. 1


εὔσεπτον ἁγνείαν λόγων 864
ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται 865
ὑψίποδες, οὐρανίᾳ ’ν
αἰθέρι τεκνωθέντες, ὧν Ὄλυμπος 866/7
πατὴρ μόνος, οὐδέ νιν 868
θνατὰ φύσις ἀνέρων 868/9
ἔτικτεν, οὐδὲ μήποτε λάθα κατακοιμάσῃ· 869/70
μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει. 871/2

846 post σαφῶς interp. Dawe 847 εἰς ἐμὲ] ὡς ἐμοὶ r: εἰς ἡμᾶς
Triclinius 849 αὐτῷ] αὐτὸ Zr 852 τόν γε] τόνδε r 855–8 del.
Nasser 861 ἐς] εἰς D 862 οὐ σοὶ] οὔ σοι Lac 866–866/7 οὐρανίᾳ ᾿ν
αἰθέρι Enger: οὐρανίαν δι᾿ αἰθέρα Ω, nisi quod οὐρανίας (vel –ου) δι᾿ αἰθέρος
LglA1sXrrs 868/9 θνατὰ a: θνατὴ FHNOV: θνητὴ LK 869/70 μήποτε
Zf, Elmsley: μήν ποτε Ω: μίν ποτε rC λάθα a: λάθρᾳ l κατακοιμάσῃ l:
–άσει a
136

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ 873/4 [ant. 1


πολλῶν ὑπερπλησθῇ μάταν 874
ἃ μὴ ’πίκαιρα μηδὲ συμφέροντα, 875
ἀκρότατα γεῖσ’ ἀναβᾶσ’
ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν 876/7
ἔνθ’ οὐ ποδὶ χρησίμῳ 878
χρῆται. τὸ καλῶς δ’ ἔχον 878/9
πόλῃ πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι· 879/80
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων. 881/2

εἰ δέ τις ὑπέροπτα χερσὶν 883 [str. 2


ἢ λόγῳ πορεύεται,
Δίκας ἀφόβητος, οὐδὲ 885
δαιμόνων ἕδη σέβων,
κακά νιν ἕλοιτο μοῖρα,
δυσπότμου χάριν χλιδᾶς,
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
καὶ τῶν ἀσέπτων εἴρξεται, 890
ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.
τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ 892
θεῶν βέλη ψυχᾶς ἀμύνοι; 893/4
εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, 894/5
τί δεῖ με χορεύειν; 896

οὐκέτι τὸν ἄθικτον εἶμι [ant. 2


γᾶς ἐπ’ ὀμφαλὸν σέβων,
οὐδ’ ἐς τὸν Ἀβαῖσι ναόν,

873/4 ὕβρις . . . τύραννον] ὕβριν . . . τυραννίς Blaydes


876 ἀκρότατα γεῖσ᾿
ἀναβᾶσ᾿ Wolff: ἀκροτάταν εἰσαναβᾶσ᾿ fere ΩΛ 876/7 ἀπότομον]
ἄποτμον ApcZr ὤρουσεν] ἀνώρουσεν Triclinius 879/80 πόλῃ scripsi
post West: πόλει Ω 883 ὑπέροπτα] –οπλα Cac, Dobree (verum C1pc)
890 εἴρξεται Elmsley: ἔρξεται LAD: ἕρ– KXrXsZr 891 ἢ] καὶ Su θίξεται
Blaydes: ἕξεται Ω 892 τοῖσδ᾿ La: τούτοις K post ἀνήρ hab. ἔρξεται LA,
ἕ– KDXrXsZr: del. Hermann 893/4 θεῶν Hermann: θυμῷ ΩΛ: θυμοῦ
DrsXsrgl ἀμύνοι Hartung: ἀμύνειν Ω 896 χορεύειν Ka: χορεύειν πονεῖν
ἢ τοῖς θεοῖς LΛ 899 ἐς] εἰς Zr: om FH
137

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

οὐδὲ τὰν Ὀλυμπίαν, 900


εἰ μὴ τάδε χειρόδεικτα
πᾶσιν ἁρμόσει βροτοῖς.
ἀλλ’, ὦ κρατύνων, εἴπερ ὄρθ’ ἀκούεις,
Ζεῦ, πάντ’ ἀνάσσων, μὴ λάθοι
σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. 905
φθίνοντα γὰρ Λαΐου
θέσφατ’ ἐξαιροῦσιν ἤδη, 907/8
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής· 908/9
ἔρρει δὲ τὰ θεῖα. 910

ΙΟ. χώρας ἄνακτες, δόξα μοι παρεστάθη


ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ ἐν χεροῖν
στέφη λαβούσῃ κἀπιθυμιάματα.
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
λύπαισι παντοίαισιν· οὐδ’ ὁποῖ’ ἀνὴρ 915
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
ἀλλ’ ἐστὶ τοῦ λέγοντος, ἢν φόβους λέγῃ.
ὅτ’ οὖν παραινοῦσ’ οὐδὲν ἐς πλέον ποιῶ,
πρὸς σ’, ὦ Λύκει’ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, 920
ὅπως λύσιν τιν’ ἧμιν εὐαγῆ πόρῃς·
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

ΑΓΓΕΛΟΣ
ἆρ’ ἂν παρ’ ὑμῶν, ὦ ξένοι, μάθοιμ’ ὅπου
τὰ τοῦ τυράννου δώματ’ ἐστὶν Οἰδίπου; 925

903 ὄρθ᾿] ὀρθὸν LΛ 904 πάντ᾿ ἀνάσσων] παντανάσσων Hartung 906


φθίνοντα ΩΛ: φθίνων ΣLγρ γὰρ <πυθόχρηστα> Schneidewin Λαΐου
LΛ: Λαΐου παλαιὰ AXrXs: παλαιὰ Λαΐου DZr: πάλαι Λαΐου NOt: παλαιὰ
post θέσφατα hab. K2pc 913 λαβούσῃ] –οῦσαν Elmsley 914 ἄγαν]
ἄναξ Triclinius: ἅμα Hac 917 ἢν LpcΛKa: εἰ r [Lac] λέγῃ LrsKa: –οι
rCP [L F] 918 ἐς] εὖ L
t
ποιῶ a: ποῶ l 920 ἱκέτις LpcKADXrZr:
–έτης LacΛXs κατεύγμασιν ΩΛ: κατάργμασιν Wunder 921 ἧμιν Eu:
ἡμὶν Ω πόρῃς ΩΛ?: πόροις KEu
138

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ΙΟ. ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ’ ἔχω


μόνον προσειπεῖν, ἄλλο δ’ οὔποθ’ ὕστερον.
ΧΟ. τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ ἀγρίας
ᾄξασα λύπης ἡ γυνή; δέδοιχ’ ὅπως
μὴ ’κ τῆς σιωπῆς τῆσδ’ ἀναρρήξει κακά. 1075
ΟΙ. ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ’ ἐγώ,
κεἰ σμικρόν ἐστι, σπέρμ’ ἰδεῖν βουλήσομαι.
αὕτη δ’ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων 1080
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
τοιόσδε δ’ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ ἔτι
ποτ’ ἄλλος, ὥστε μὴ ’κμαθεῖν τοὐμὸν γένος. 1085

ΧΟ. εἴπερ ἐγὼ μάντις εἰ– [str.


μι καὶ κατὰ γνώμαν ἴδρις, 1086/7
οὐ τὸν Ὄλυμπον ἀπείρων, 1088
ὦ Κιθαιρών, οὐκ ἔσῃ τὰν αὔριον 1089/90
πανσέληνον μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου 1090/1
καὶ τροφὸν καὶ ματέρ’ αὔξειν, 1092
καὶ χορεύεσθαι πρὸς ἡμῶν
ὡς ἐπίηρα φέροντα 1094/5
τοῖς ἐμοῖς τυράννοις. 1095
ἰήϊε Φοῖβε, σοὶ δὲ 1096/7
ταῦτ’ ἀρέστ’ εἴη. 1097

1074 ᾄξασα Brunck: ἀΐ– Ω 1075 ἀναρρήξει Xs: –ῃ Ω̣ 1078 αὕτη F?


HO, Hermann: αὐτὴ Ω 1079 ἐμὴν LpcKADXrXs: ἐμὴν δ᾿ {Lac}ΛZr, unde
ἐμήν γ᾿ Dawe 1084 τοιόσδε ΩΛ: τοιᾶσδε Platt δ᾿ KAXr: γ᾿ Triclinius:
κ᾿ F: om. LΛDXsZr 1086/7 γνώμαν K: –ην La 1088 οὐ τὸν] μὰ τὸν rC:
οὐ μὰ τὸν Zr: μὰ gl. in nonnullis (etiam LKA) 1090/1 Οἰδίπου ΩΛ: –ουν
Voelcker 1092 ματέρ᾿ Dindorf: μητέρ᾿ ΩΛ 1094/5 ἐπίηρα] ἐπὶ ἦρα
Jebb
144

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

τίς σε, τέκνον, τίς σ’ ἔτικ– 1098 [ant.


τε τᾶν μακραιώνων ἄρα 1098/9
Πανὸς ὀρεσσιβάτα πατ– 1100/1
ρὸς πελασθεῖσ’; ἢ σέ γ’ εὐνάτειρά τις 1101/2
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι· 1102/3
εἴθ’ ὁ Κυλλάνας <σ’> ἀνάσσων, 1104
εἴθ’ ὁ Βακχεῖος θεὸς ναί– 1105
ων ἐπ’ ἄκρων ὀρέων εὕ– 1106/7
ρημα δέξατ’ ἔκ του 1107
Νυμφᾶν ἑλικωπίδων, αἷς 1107/9
πλεῖστα συμπαίζει; 1109

ΟΙ. εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, 1110


πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ ὁρᾶν δοκῶ
ὅνπερ πάλαι ζητοῦμεν. ἔν τε γὰρ μακρῷ
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
ἔγνωκ’ ἐμαυτοῦ· τῇ δ’ ἐπιστήμῃ σύ μου 1115
προὔχοις τάχ’ ἄν που, τὸν βοτῆρ’ ἰδὼν πάρος.
ΧΟ. ἔγνωκα γάρ, σάφ’ ἴσθι· Λαΐου γὰρ ἦν
εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.
ΟΙ. σὲ πρῶτ’ ἐρωτῶ, τὸν Κορίνθιον ξένον,
ἦ τόνδε φράζεις; Αγ. τοῦτον, ὅνπερ εἰσορᾷς. 1120
ΟΙ. οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
ὅσ’ ἄν σ’ ἐρωτῶ. Λαΐου ποτ’ ἦσθα σύ;

1098/9 τᾶν Schneidewin: τῶν Ω ἄρα K, Heath: ἆρα La:


κορᾶν Blaydes 1100/1 ὀρεσσιβάτα LKA1sXr{Xsac}: ὀρεσι– AtXspc
1100/1–1101/2 πατρὸς πελασθεῖσ᾿ Lachmann: προσπελασθεῖσ᾿
ΩΛ εὐνάτειρά τις Arndt: θυγάτηρ L{Λ}: τις θυγάτηρ Ka 1102/3
ἀγρόνομοι Zr: –νόμοι Ω̣Λ 1104 <σ᾿> West 1106/7 ὀρέων <σ᾿>
Dindorf 1107/9 ἑλικωπίδων Wilamowitz: Ἑλικωνίδων Aac, Porson:
Ἑλικωνιάδων Ω̣ΛApc 1110 συναλλάξαντα LKADXs: ξυν–
XrZr 1111 πρέσβεις {Lac}K1pc: –ει LpcAtDs: –υ Xrac: –υς Kac: –υν
A1sDtXr1pcXsZrt 1113 σύμμετρος CS: ξυμ– ΩΛ 1114 ὥσπερ] ὄντας
Nauck 1117 γάρ] μέν r
145

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ΟΙ. ποίων; Θε. κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.


ΟΙ. πῶς δῆτ’ ἀφῆκας τῷ γέροντι τῷδε σύ;
ΘΕ. κατοικτίσας, ὦ δέσποθ’, ὡς ἄλλην χθόνα
δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ
κάκ’ εἰς μέγιστ’ ἔσωσεν. εἰ γὰρ αὑτὸς εἶ 1180
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
ΟΙ. ἰοὺ ἰού· τὰ πάντ’ ἂν ἐξήκοι σαφῆ.
ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
ὅστις πέφασμαι φύς τ’ ἀφ’ ὧν οὐ χρῆν, ξὺν οἷς τ’
οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ’ οὐκ ἔδει κτανών. 1185

ΧΟ. ἰὼ γενεαὶ βροτῶν, [str. 1


ὡς ὑμᾶς ἴσα καὶ τὸ μη–
δὲν ζώσας ἐναριθμῶ. 1187/8
τίς γάρ, τίς ἀνὴρ πλέον 1189
τᾶς εὐδαιμονίας φέρει 1190
ἢ τοσοῦτον ὅσον δοκεῖν
καὶ δόξαντ’ ἀποκλῖναι;
τὸν σόν τοι παράδειγμ’ ἔχων,
τὸν σὸν δαίμονα, τὸν σόν, ὦ
τλᾶμον Οἰδιπόδα, βροτῶν 1194/5
οὐδὲν μακαρίζω· 1195

ὅστις καθ’ ὑπερβολὰν [ant. 1


τοξεύσας ἐκράτησας τοῦ 1196/7
πάντ’ εὐδαίμονος ὄλβου, 1197
ὦ Ζεῦ, κατὰ μὲν φθίσας
τὰν γαμψώνυχα παρθένον 1198/9
χρησμῳδόν, θανάτων δ’ ἐμᾷ 1199/1200

1178 ὡς] εἰς C 1179 δοκῶν <σφ᾿> Blaydes 1180 αὑτὸς Markland:
οὗτος ΩΛ 1182 ἐξήκοι ΛXr: –ίκοι Ω̣ 1185 post χρῆν hab. μ᾿ ADXrXs,
θ᾿ C 1186 ἰὼ AXrXsZr: ἰὼ ἰὼ KRD: ὦ LΛ 1189 τίς γάρ, τίς] τί γάρ τις
Elmsley 1191 δοκεῖν ΩΛ?: –εῖ OSt 1192 δόξαντ᾿] δόξαν Stobaeus:
δόξαν γ᾿ Dawe 1193 τὸν CΣL, Camerarius: τὸ ΩΛ 1195 οὐδὲν Cac?,
Hermann: οὐδένα ΩΛ 1196/7 ἐκράτησας τοῦ ΩΛ: ἐκράτησε τοῦ
Ambros. L. 39 sup., Hermann: ἐκράτησας εἰς idem
148

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

χώρᾳ πύργος ἀνέστας· 1200


ἐξ οὗ καὶ βασιλεὺς καλῇ
ἐμὸς καὶ τὰ μέγιστ’ ἐτι– 1201/2
μάθης, ταῖς μεγάλαισιν ἐν 1202/3
Θήβαισιν ἀνάσσων. 1203

τανῦν δ’ ἀκούειν τίς ἀθλιώτερος, [str. 2


τίς †ἐν πόνοις τίς ἄταις ἀγρίαις† 1205
ξύνοικος ἀλλαγᾷ βίου;
ἰὼ κλεινὸν Οἰδίπου κάρα,
ᾧ μέγας λιμὴν 1208a
αὑτὸς ἤρκεσεν 1208b
παιδὶ καὶ πατρὶ 1209a
θαλαμηπόλῳ πεσεῖν, 1209b
πῶς ποτε πῶς ποθ’ αἱ πατρῷ– 1210
αί σ’ ἄλοκες φέρειν, τάλας, 1210/11
σῖγ’ ἐδυνάθησαν ἐς τοσόνδε; 1212

ἐφηῦρέ σ’ ἄκονθ’ ὁ πάνθ’ ὁρῶν Χρόνος, [ant. 2


δικάζει τὸν ἄγαμον γάμον πάλαι
τεκνοῦντα καὶ τεκνούμενον. 1215
ἰὼ Λαΐειον <ὦ> τέκνον,
εἴθε σ’ εἴθε σε 1217a
μήποτ’ εἰδόμαν· 1217b
ὡς σ᾿ ὀδύρομαι
περίαλλ’ ἰὰν χέων 1218/19

1200 ἀνέστας Kpca: ἀνέστα l: ἀναστάς Elmsley 1201–1201/2 καλῇ ἐμὸς]


ἐμὸς καλῇ Elmsley: καλεῖ τ᾿ ἐμὸς Blaydes: κλύεις ἐμὸς
Heimsoeth 1203 Θήβαισιν D, Heath: Θήβαις Ω̣Λ 1205 τίς ἄταις
ἀγρίαις, τίς ἐν πόνοις Hermann 1208b αὑτὸς Markland: αὐτ–
ΩΛ 1209a πατρὶ] πόσει nol. Wunder 1209b πεσεῖν ΩΛ: ’μπεσεῖν
Hartung 1212 ἐδυνάθησαν NpcS: –ήθησαν XrglZr: –άσθησαν Ω̣(Λ) 1213
ἐφηῦρε Elmsley: ἐφεῦ– ΩΛ ἄκονθ᾿ ΩΛ: ἄκων Wilamowitz 1216 ἰὼ ΩΛ:
ὦ Triclinius <ὦ> Erfurdt τέκνον ΩΛ: γένος K 1217a σε O,
Wunder: om. Ω 1217b εἰδόμαν Triclinius: ἰδόμην LΛt: ἰδόμαν
ΩΛsKa 1218 ὡς σ᾿ ὀδύρομαι Diggle post Kamerbeek: ὀδύρομαι γὰρ ὡς
ΩΛ 1218/19 ἰὰν χέων Fritzsche: ἰαχέων ΩΛ
149

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ἐκ στομάτων. τὸ δ’ ὀρθὸν εἰ– 1219/20


πεῖν, ἀνέπνευσά τ’ ἐκ σέθεν 1220/1
καὶ κατεκοίμασα τοὐμὸν ὄμμα. 1221/2

ΕΞΑΓΓΕΛΟΣ
ὦ γῆς μέγιστα τῆσδ’ ἀεὶ τιμώμενοι, 1223
οἷ’ ἔργ’ ἀκούσεσθ’, οἷα δ’ εἰσόψεσθ’, ὅσον δ’
ἀρεῖσθε πένθος, εἴπερ εὐγενῶς ἔτι 1225
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
οἶμαι γὰρ οὔτ’ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
κεύθει, τὰ δ’ αὐτίκ’ εἰς τὸ φῶς φανεῖ κακὰ
ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν 1230
μάλιστα λυποῦσ’ αἳ φανῶσ’ αὐθαίρετοι.
ΧΟ. λείπει μὲν οὐδ’ ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ
βαρύστον’ εἶναι· πρὸς δ’ ἐκείνοισιν τί φῄς;
ΕΞ. ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ
μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. 1235
ΧΟ. ὢ δυστάλαινα, πρὸς τίνος ποτ’ αἰτίας;
ΕΞ. αὐτὴ πρὸς αὐτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν
ἄλγιστ’ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα.
ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
πεύσῃ τὰ κείνης ἀθλίας παθήματα. 1240
ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ ἔσω
θυρῶνος, ἵετ’ εὐθὺ πρὸς τὰ νυμφικὰ
λέχη, κόμην σπῶσ’ ἀμφιδεξίοις ἀκμαῖς·
πύλας δ’, ὅπως εἰσῆλθ’, ἐπιρράξασ’ ἔσω,
καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, 1245

1221/2 κατεκοίμασα Heath: κατεκοίμησα LΛA: –μισα Ω̣ 1225 ἀρεῖσθε a:


αἰ– vel αἱ– l εὐγενῶς Hartung: ἐγγενῶς ΩΣ: ἐμπέδως Hirzel 1231 αἳ l:
αἳ ᾿ν a 1232 ᾔδεμεν Zct, Elmsley: ᾔδειμεν ΩΛ 1233 δ᾿ ἐκείνοισιν] δὲ κ–
C 1236 ὢ Reeve: ὦ Ω 1237 αὐτῆς LKDXsac: αὑ–
AXrXs Zr 1240 τὰ κείνης Xs: τἀκείνης Ω̣Λ 1242 ἵετ᾿ Ω̣(Λ): ἵκετ᾿
1pc

ADac εὐθὺ LpcAD1pcXrXs1pc: εὐθὺς {Lac}ΛK{Xs}Zr 1244 ἐπιρράξασ᾿


L , Dobree: –ήξασ᾿ ΩΛΣ 1245 καλεῖ W, Pierson: κάλει Ω
rs

150

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ἀλλ’ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει


ὀψοίαθ’, οὓς δ’ ἔχρῃζεν οὐ γνωσοίατο.
τοιαῦτ’ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ 1275
ἤρασσε περόναις βλέφαρα. φοίνιαι δ’ ὁμοῦ
γλῆναι γένει’ ἔτεγγον, οὐδ’ ἀνίεσαν.
[φόνου μυδώσας σταγόνας, ἀλλ’ ὁμοῦ μέλας
ὄμβρος χαλάζης αἵματος ἐτέγγετο.
τάδ’ ἐκ δυοῖν ἔρρωγεν οὐ μόνου κακά, 1280
ἀλλ’ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.]
ὁ πρὶν παλαιὸς δ’ ὄλβος ἦν πάροιθε μὲν
ὄλβος δικαίως, νῦν δὲ τῇδε θἠμέρᾳ
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
ὅσ’ ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ ἀπόν. 1285
ΧΟ. νῦν δ’ ἔσθ’ ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ;
ΕΞ. βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
τὸν μητρός—αὐδῶν ἀνόσι’ οὐδὲ ῥητά μοι,
ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδ’ ἔτι 1290
μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν.
δείξει δὲ καὶ σοί. κλῇθρα γὰρ πυλῶν τάδε
διοίγεται· θέαμα δ’ εἰσόψῃ τάχα 1295
τοιοῦτον οἷον καὶ στυγοῦντ’ ἐποικτίσαι.
ΧΟ. ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,
ὦ δεινότατον πάντων ὅσ’ ἐγὼ

1276 ἤρασσε περόναις Housman: ἤρασσ᾿ ἐπαίρων Ω 1278–9 del.


West 1279 χαλάζης (–αζῆς Bergk post Hermann) αἵματος] χάλαζά θ᾿
αἱματοῦσσ᾿ Porson (αἵματός τ᾿ Zrpc) 1280–1 del. Dindorf (1281 iam
Markland) 1280 ἐκ . . . κακά] ἐς . . . κάρα Pearson οὐ μόνου κακά] οὐ
μόνου κάτα Otto: οὐχ ἑνὸς μόνου Porson: οὐ μονούμενα
Wilamowitz 1284 ἄτη a: ἄται GHNac(Opc)PPaZc: ἅτε L?Λ?
K 1286 τινι Mudge: τίνι Ω 1287 κλῇθρα lDXs: κλεῖθρα
AZr 1290 οὐδ᾿ ἔτι La: οὐδέ τι K 1291 μενῶν LADpcXrXsZr: μένων
K 1294 δείξει] δόξει Xr, Reiske (verum Xrγρ) κλῇθρα lDXrXs:
κλεῖθρα AZr γὰρ] γε LΛ: om. Zr
152

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

προσέκυρσ’ ἤδη. τίς σ’, ὦ τλῆμον,


προσέβη μανία; τίς ὁ πηδήσας 1300
μείζονα δαίμων τῶν μηκίστων
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
φεῦ φεῦ δύστην’, ἀλλ’ οὐδ’ ἐσιδεῖν
δύναμαί σ’, ἐθέλων πόλλ’ ἀνερέσθαι,
πολλὰ πυθέσθαι, πολλὰ δ’ ἀθρῆσαι· 1305
τοίαν φρίκην παρέχεις μοι.
ΟΙ. αἰαῖ αἰαῖ, δύστανος ἐγώ, 1307/8
ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι 1308/10
φθογγὰ διαπωτᾶται φοράδαν; 1310
ἰὼ δαῖμον, ἵν’ ἐξήλου.
ΧΟ. ἐς δεινόν, οὐδ’ ἀκουστόν, οὐδ’ ἐπόψιμον.
ΟΙ. ἰὼ σκότου 1313 [str. 1
νέφος ἐμὸν ἀπότροπον ἐπιπλόμενον ἄφατον 1313/14
ἀδάματόν τε καὶ δυσούριστον <ὄν>. 1315/16
οἴμοι, 1316
οἴμοι μάλ’ αὖθις· οἷον εἰσέδυ μ’ ἅμα
κέντρων τε τῶνδ’ οἴστρημα καὶ μνήμη κακῶν.
ΧΟ. καὶ θαῦμά γ’ οὐδὲν ἐν τοσοῖσδε πήμασιν
διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φρονεῖν κακά. 1320
ΟΙ. ἰὼ φίλος, [ant. 1
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ 1321/2

1299 σ᾿ AXrXs: om. lDZr τλῆμον Ka: τλήμων L: τλᾶμον


Λ 1301 μείζονα δαίμων] μάσσονα δαίμων Blaydes: δαίμων μείζονα
Triclinius μηκίστων Xsgl: μακίστων LpcKacA1pcDZr: κακίστων {Lac}ΛKpc
[A ] 1303 δύστην᾿ Bothe: δύσταν᾿ Triclinius: δύστηνος C: δύστανος
ac

ΩΛ 1306 τοίαν Π4AtXrXsZr: οἵαν r: ποίαν lA1sD: ὁποῖαν Xrgl 1307/8


αἲ vel αἶ quater Π4DXr: ter lAXsZr: bis CZc ante δύστανος habent φεῦ
semel Zr, bis Π4Ω̣Λ: del. Hermann 1308/10 ποῖ] πᾷ lmΣNHPa πᾷ]
ποῖ CZc 1310 διαπωτᾶται Π4pc?, Musgrave: –πέταται Π4ac?LΣLADXsZr:
–πέπταται KrXr φοράδαν Page: –ην Ω 1311 ἐξήλου] –ήλω Xr: –ήλλου
CS, Hermann 1312 ἐς] εἰς Zr: ὡς H, Van Herwerden prius οὐδ᾿] οὐκ
K 1313/14 ἐπιπλόμενον KDZr: –ώμενον LΛAXrXs 1315/16 ἀδάματον
Hermann: –αστον ΩΛ <ὄν> Hermann 1320 φρονεῖν XrXsrγρ, Bergk:
φορεῖν lADXs: φέρειν Zr: θροεῖν Nauck 1321/2 ἐμὸς ἐπίπολος ΩEu: ἐμοῖς ἐπὶ
πόνοις Lrγρ
153

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

ὑπομένεις με τὸν τυφλὸν κηδεύων. 1323/4


φεῦ φεῦ· 1324
οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, 1325
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
ΧΟ. ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
ὄψεις μαρᾶναι; τίς σ’ ἐπῆρε δαιμόνων;
ΟΙ. Ἀπόλλων τάδ’ ἦν, Ἀπόλλων, φίλοι, [str. 2
ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ ἐμὰ πάθεα. 1330/1
ἔπαισε δ’ αὐτόχειρ νιν οὔ– 1332/3
τις, ἀλλ’ ἐγὼ τλάμων. 1333
τί γὰρ ἔδει μ’ ὁρᾶν,
ὅτῳ γ’ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; 1335
ΧΟ. ἦν τᾷδ’ ὅπωσπερ καὶ σὺ φῄς.
ΟΙ. τί δῆτ’ ἐμοὶ βλεπτὸν ἢ
στερκτόν, ἢ προσήγορον
ἔτ’ ἔστ’ ἀκούειν ἡδονᾷ, φίλοι;
ἀπάγετ’ ἐκτόπιον ὅτι τάχιστά με, 1340/1
ἀπάγετ’, ὦ φίλοι, τὸν μέγ’ ὀλέθριον, 1342/3
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς 1344/5
ἐχθρότατον βροτῶν. 1346
ΧΟ. δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,
ὡς σ’ ἠθέλησα μηδαμὰ γνῶναί ποτ’ ἄν.
ΟΙ. ὄλοιθ’ ὅστις ἦν ὃς ἀγρίας πέδας [ant. 2
νομὰς ἐπιποδίου λάβε μ᾿ ἀπό τε φόνου 1350/1
ἔρυτο κἀνέσωσεν, οὐ– 1352/3
δὲν εἰς χάριν πράσσων. 1353

1323/4 με τὸν Erfurdt: ἐμὲ τὸν ΩΛ: τόν γε Triclinius κηδεύων] κηδεμών
Ebner 1329 φίλοι LΛZr: ὦ φίλοι Ω̣ 1330/1 κακὰ bis KADXr: semel
LΛXsZr prius ἐμὰ] om. LΛ 1336 τᾷδ᾿ Nauck: τάδ᾿ L(Λ): ταῦθ᾿
Ka 1337 δῆτ᾿ KDac: δή ποτ᾿ Ω̣ ἢ ΩΛ: ἦν Wilamowitz 1339 ἡδονᾷ]
ἁδονᾷ Dindorf 1342/3 μέγ᾿ ὀλέθριον Erfurdt: ὀλέθριον μέγα Xr: ὀλέθριον
μέγαν Ω̣Λ: ὄλεθρόν με γᾶς Bergk 1348 ἠθέλησ᾿ ἄ<ν> Elmsley μηδαμὰ
γνῶναι Valckenaer: μήδ᾿ ἀναγνῶναι Ω ἄν] om. ADXrXs 1349 ὃς
Triclinius: ὃς ἀπ᾿ Ω 1350/1 νομὰς Hartung: νομάδος Ω ἐπιποδίου
Diggle: ἐπιποδίας ΩΛ λάβε μ᾿ Diggle: ἔλαβέ μ᾿ LacΛ: ἔλυσεν L1pca: ἔλυσέ
μ᾿ K:: μ᾿ ἔλαβ᾿ Linwood post Elmsley: μ᾿ ἔλυσ᾿ Hermann 1352/3 ἔρυτο
O2pcV, Hartung: ἔρρ– Ω κἀνέσωσεν] –σέ μ᾿ Campbell
154

Published online by Cambridge University Press


ΣΟΦΟΚΛΕΟΥΣ ΟΙΔΙΠΟΥΣ

τότε γὰρ ἂν θανὼν


οὐκ ἦ φίλοισιν οὐδ’ ἐμοὶ τοσόνδ’ ἄχος. 1355
ΧΟ. θέλοντι κἀμοὶ τοῦτ’ ἂν ἦν.
ΟΙ. οὔκουν πατρός γ’ ἂν φονεὺς
ἦλθον, οὐδὲ νυμφίος
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
νῦν δ’ ἄθεος μέν εἰμ’, ἀνοσίων δὲ παῖς, 1360/1
ὁμογενὴς δ’ ἀφ’ ὧν αὐτὸς ἔφυν τάλας. 1362/3
εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, 1364/5
τοῦτ’ ἔλαχ’ Οἰδίπους. 1366
ΧΟ. οὐκ οἶδ’ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·
κρείσσων γὰρ ἦσθα μηκέτ’ ὢν ἢ ζῶν τυφλός.
ΟΙ. ὡς μὲν τάδ’ οὐχ ὧδ’ ἔστ’ ἄριστ’ εἰργασμένα,
μή μ’ ἐκδίδασκε, μηδὲ συμβούλευ’ ἔτι. 1370
ἐγὼ γὰρ οὐκ οἶδ’ ὄμμασιν ποίοις βλέπων
πατέρα ποτ’ ἂν προσεῖδον εἰς Ἅιδου μολών,
οὐδ’ αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν
ἔργ’ ἐστὶ κρείσσον’ ἀγχόνης εἰργασμένα.
ἀλλ’ ἡ τέκνων δῆτ’ ὄψις ἦν ἐφίμερος, 1375
βλαστοῦσ’ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
οὐ δῆτα τοῖς γ’ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·
οὐδ’ ἄστυ γ’, οὐδὲ πύργος, οὐδὲ δαιμόνων
ἀγάλμαθ’ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ
κάλλιστ’ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς 1380
ἀπεστέρησ’ ἐμαυτόν, αὐτὸς ἐννέπων
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
φανέντ’ ἄναγνον καὶ γένους τοῦ Λαΐου.
τοιάνδ’ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; 1385

1355 ἦ Dindorf: ἦν Ω ἄχος Π4?AXrXsZr: ἄχθος lD 1360/1 ἄθεος


Elmsley, Erfurdt, Seidler: ἄθλιος ΩΛ 1362/3 ὁμογενὴς Ω̣Λ: ὁ μονογενὴς
DXs: ὁμολεχὴς Meineke 1364/5 ἔτι Hermann: ἔφυ Ka: ἔφυι
L 1368 ἦσθ᾿ <ἂν> Porson, Purgold 1376 προσλεύσσειν] προσβλέπειν
K: προσβλέψειν H 1379 ἱερά, τῶν] ἱερά θ᾿, ὧν Valckenaer,
Pierson 1380 del. Van Deventer 1383 γένους] γένος Δ, quo recepto
τὸν pro τοῦ Blaydes 1385 τούτους LADXrXs: τούτοις KZr
155

Published online by Cambridge University Press

You might also like