Professional Documents
Culture Documents
Θεοφυλακτος κατα Ιωαννην 4
Θεοφυλακτος κατα Ιωαννην 4
βαπτίζων».
Τίνος ἕνεκεν εἶπεν, ὅτι «Ταῦτα ἐν Βηθανία ἐγένετο;» Ἵνα δείξῃ τὴν
παῤῥησίαν τοῦ μεγάλου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, ἀλλὰ
τὸν Ἰορδάνην καταλαβών, ἐν μέσῳ πλήθους ταῦτα περὶ Χριστοῦ
ἀνεκήρυττε. Χρή δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων, «ἐν
Βηθαβαρᾷ», ἔχει ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ’ ἐγγύς που
τῶν Ἱεροσολύμων ἐστίν.
«Τῇ ἐπαύριον βλέπει (α)(ὁ Ἰωάννης) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ
λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».
«Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου
γέγονεν, ὅτι πρῶτός μου ἦν».
Ἄνω μὲν τοῖς ἀπὸ τῶν Φαρισαίων ἐλθοῦσιν ὁ Ἰωάννης ἔλεγεν, ὅτι «Μέσος
ὑμῶν ἕστηκεν, ὃν ἡμεῖς οὐκ οἴδατε, ὃς ἔμπροσθέν μου γέγονε»· νῦν δὲ καὶ
δακτυλοδεικτεῖ αὐτόν, καὶ ἐμφανίζει τοῖς ἀγνοοῦσιν. Οὗτος ἐκεῖνός ἐστι
περί οὗ ἐμαρτύρουν, φησὶ πρὸς τοὺς Φαρισαίους, ὅτι ἔμπροσθέν μου
γέγονε, ἀντὶ τοῦ, ἐπισημότερός μου καὶ ἐντιμότερος. Διατί; «Ότι πρῶτός
μου ἦν». Ἄκουε, Ἄρειε, οὐκ εἶπεν, ὅτι Πρῶτός μου ἐκτίσθη, ἀλλ’ «ὅτι ἦν».
Ἄκουε καί, ἡ τοῦ Σαμοσατέως φατρία, ὅτι οὐκ ἀπὸ Μαρίας ἤρξατο τοῦ
εἶναι ὁ Κύριος, ἀλλὰ πρῶτος ἦν τοῦ Προδρόμου, κατὰ τὴν προαιώνιον
ὕπαρξιν. Ἐπεὶ ἐάν, ὡς ὑμεῖς φλυαρεῖτε, ἀπὸ Μαρίας ἀρχὴν ἔλαβε τοῦ
εἶναι ὁ Κύριος, πῶς ἦν πρῶτος τοῦ Προδρόμου; Οὗτος γάρ τοι προδήλως
ἓξ μησὶ προτερεῖ τοῦ Κυρίου κατὰ τὴν ἐν σαρκὶ γέννησιν. Ἀνὴρ δὲ λέγεται
ὁ Κύριος, τάχα μὲν διὰ τὸ τῆς ἡλικίας τέλειον· τριακονταετὴς γὰρ
ἐβαπτίσατο· τάχα δὲ καὶ ὡς πάσης ψυχῆς ἀνήρ, καὶ τῆς Ἐκκλησίας
νυμφίος, «Ἡρμοσάμην γάρ, φησὶν ὁ Παῦλος, ὑμᾶς ἐν ἀνδρὶ παραστῆσαι»,
τῷ Χριστῷ δηλαδή. Φησὶν οὖν ὁ Πρόδρομος ὅτι Ἐγὼ μέν εἰμι ὁ
νυμφαγωγὸς καὶ προξενητής· ἔρχεται δὲ ὀπίσω μου ὁ ἀνήρ. Ἐγὼ γὰρ
ἐφέλκομαι τὰς ψυχὰς πρὸς τὴν εἰς Χριστὸν πίστιν· αὐτὸς δέ ἐστιν ὁ ἀνήρ,
ὁ ταύταις μέλλων ἁρμοσθῆναι.
«Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ
ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ
Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν, καὶ
οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν·
Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ
βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός
ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ».
«Ἦν δὲ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων
παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτον τὸν
ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι
μεθερμηνευόμενον, «Χριστός»· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.
Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ
Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος».
Τὸ μὲν τοῦ Ἀνδρέου ὄνομα γνωρίζει ἡμῖν, τὸ δὲ τοῦ ἑτέρου οὐδαμῶς. Φασὶ
γάρ τινες αὐτὸν εἶναι τὸν Ἰωάννην τὸν ταῦτα γράφοντα· τινὲς δὲ ὅτι οὐκ
ἦν τῶν ἐπισήμων ἐκεῖνος· ἅμα δὲ κέρδος ἦν τι ἐκ τοῦ μαθεῖν τὸ ὄνομα. Τοῦ
μέντοι Ἀνδρέου μέμνηται, καὶ ὡς ἐπισήμου, καὶ ὡς τὸν ἴδιον ἀδελφὸν
προσαγαγόντος. Ὅρα δέ μοι φιλαδελφίαν, πῶς οὐκ ἀπεκρύψατο τὸν
ἀδελφὸν τὸ ἀγαθόν, ἀλλὰ κοινοῦται αὐτῷ τὸν θησαυρόν, καὶ περιχαρείας
φωνὴν ἀφίησιν, «Εὑρήκαμεν», λέγων· ὡς ἔοικε γάρ, ἐκ πολλοῦ ἐπόθουν
καὶ ἐμελέτων τὴν ζήτησιν. Καὶ οὐχ ἁπλῶς λέγει, Μεσσίαν, ἀλλὰ «τὸν
Μεσσίαν», μετὰ τοῦ ἄρθρου, ἐκεῖνον αὐτὸν τὸν κυρίως ὄντα Χριστόν. Ὁ
γὰρ προσδοκώμενος αὐτοῖς εἷς ἦν, εἰ καὶ πολλοὶ Χριστοὶ καὶ υἱοὶ τοῦ Θεοῦ
προσηγορεύοντο. Ἤγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐχ ὡς εὔκολον ὄντα
τὸ ἦθος, καὶ παντὶ λόγῳ συμπεριφερόμενον, ἀλλ’ ὡς ὀξὺν μᾶλλον καὶ
θερμόν, καὶ εὐφυῶς παραδεξάμενον τοὺς λόγους, οὕς αὐτῷ εἴρηκεν ὁ
ἀδελφὸς περὶ Χριστοῦ ἐπαγγεῖλαι, ἅτε παρὰ τῷ Χριστῷ μείναντα καὶ
διδαχθέντα μυστικώτερά τινα. Εἰ δὲ ἐπιμένοι τις εὐκολίαν καταγινώσκων
τοῦ Πέτρου, μανθανέτω καὶ τοῦτο, ὅτι οὐδὲ γέγραπται, ὅτι ἐπίστευσεν
εὐθὺς τῷ Ἀνδρέᾳ, ἀλλ’ ὅτι «ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν», ὅπερ μᾶλλον
στεῤῥᾶς διανοίας καὶ οὐ συμπεριφερομένης ἐστίν. Οὐ γὰρ ἁπλῶς
παρεδέξατο τοὺς Ἀνδρέου λόγους, ἀλλ’ ἠθέλησεν ἰδεῖν καὶ τὸν Χριστόν·
ἵνα εἰ μὲν εὕρῃ τι ἀξιόλογον, ἀκολουθήσῃ, εἰ δὲ οὐκ, ἀναποδίσῃ· ὥστε τὸ
ἀχθῆναι, πρὸς τὸν Ἰησοῦν οὐκ εὐηθείας, ἀλλ’ ἀκριβείας γνώρισμα. Τί οὖν
ὁ Κύριος; Ἀπὸ τοῦ προφητεῦσαι περὶ αὐτοῦ, ἀποκαλύπτειν ἄρχεται αὐτῷ
ἑαυτόν. Ἐπεὶ γὰρ αἱ προφητεῖαι οὐδὲν ἔλαττον τῶν σημείων, εἰ μὴ καὶ
μᾶλλον, πείθουσι τοὺς ἀνθρώπους, προφητεύει περὶ τοῦ Πέτρου. «Σὺ γάρ,
φησίν, εἶ Σίμων υἱὸς Ἰωνᾶ» εἶτα καὶ τὸ μέλλον· «Σὺ κληθήσῃ Κηφᾶς».
Ἀπὸ γὰρ τοῦ τὸ πάρον εἰπεῖν, καὶ τὸ μέλλον πιστοῦται. Οὐκ εἶπε δέ, ὅτι
Καλέσω σε ἑγὼ Πέτρον, ἀλλά, «κληθήσῃ». Οὐ γὰρ ἠβούλετο ἐξ ἀρχῆς τὰ
τῆς αὐθεντίας ἐπιδείκνυσθαι, ἐπεὶ οὐδὲ εἶχον πίστιν βεβαίαν περὶ αὐτοῦ.
Τίνος δὲ ἕνεκεν τοῦτον μὲν Πέτρον ἐπονομάζει, τοὺς δὲ τοῦ Ζεβεδαίου,
υἱοὺς βροντῆς; Ἵνα δείξῃ, ὅτι καὶ τὴν Παλαιὰν αὐτός ἐστιν ὁ δεδωκώς, ὁ
καὶ τὰ ὀνόματα, ὥσπερ τότε, καὶ νῦν μετατιθείς, τόν τε Ἄβραμ Ἀβραάμ,
καὶ τὴν Σάραν Σάρα καλέσας. Ἴσθι δὲ ὅτι Σίμων ἑρμηνεύεται «ὑπακοή»,
Ἰωνᾶς δὲ «περιστερά». Τέκνον οὖν τῆς πραότητος, ἥτις διὰ τῆς περιστερᾶς
δηλοῦται, ἡ ὑπακοή· ὁ δὲ τὴν ὑπακοὴν ἔχων καὶ Πέτρος γίνεται, εἰς
στεῤῥότητα τοῦ καλοῦ διὰ τῆς ὑπακοῆς προβιβαζόμενος.