You are on page 1of 7

«Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης

βαπτίζων».

Τίνος ἕνεκεν εἶπεν, ὅτι «Ταῦτα ἐν Βηθανία ἐγένετο;» Ἵνα δείξῃ τὴν
παῤῥησίαν τοῦ μεγάλου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, ἀλλὰ
τὸν Ἰορδάνην καταλαβών, ἐν μέσῳ πλήθους ταῦτα περὶ Χριστοῦ
ἀνεκήρυττε. Χρή δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων, «ἐν
Βηθαβαρᾷ», ἔχει ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ’ ἐγγύς που
τῶν Ἱεροσολύμων ἐστίν.

«Τῇ ἐπαύριον βλέπει (α)(ὁ Ἰωάννης) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ
λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου».

Συνεχῶς ὁ Κύριος ἔρχεται πρὸς τὸν Πρόδρομον· τίνος ἕνεκεν; Ἢ πάντως


ἐπειδὴ ὡς εἷς τῶν πολλῶν ἐβαπτίσθη καὶ αὐτὸς ὑπὸ Ἰωάννου, ἵνα μὴ
νομίσωσί τινες, ὅτι ὡς ἁμαρτίαις ἔνοχος ὢν ἐπίσης (14), τοῖς ἄλλοις
ἐβαπτίσατο, ταύτην τὴν ὑπόνοιαν διορθώσασθαι βουλόμενος ὁ
Βαπτιστής, φησίν· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τοῦ κόσμου τὴν
ἁμαρτίαν». Ὁ γὰρ οὕτω καθαρός, ὥστε καὶ τὰ τῶν ἄλλων ἁμαρτήματα
αἴρειν καὶ ἀφανίζειν, πρόδηλον, ὅτι οὐκ ἂν τὸ τῆς ἐξομολογήσεως
βάπτισμα ἐπίσης τοῖς ἄλλοις ἐδέξατο. Ἐξέτασον δέ μοι καὶ τὸ ῥητόν· «Ἴδε
ὁ ἀμνὸς τοῦ Θεοῦ», ὡς πρὸς ἐπιθυμοῦντας ἰδεῖν τὸν ὑπὸ τοῦ Ἡσαΐου
κηρυττόμενον ἀμνόν, ὁ λόγος ἐστίν. Ἴδε ὁ ἀμνός, φησίν, ὁ ζητούμενος,
ἐκεῖνος ὁ ἀμνὸς ἰδοὺ πάρεστιν. Εἰκὸς γάρ, πολλοὺς τῇ προφητικῇ τοῦ
Ἡσαΐου βίβλῳ ἐμμελετήσαντας, ζητεῖν τίς ἂν εἴη ὁ ἀμνός. Ὁ τοίνυν
Ἰωάννης ὑποδείκνυσιν αὐτόν· οὐκ εἶπε δέ, ἀμνός, ἀλλ’, «ὁ ἀμνός». Πολλοὶ
μὲν γὰρ ἀμνοί, ὥσπερ καὶ πολλοὶ Χριστοί· ἀλλ’ ὁ ἀληθινὸς ἀμνὸς ὁ παρὰ
Μωσῇ τυπούμενος, καὶ παρὰ Ἡσαΐου κηρυττόμενος, οὗτός ἐστι. Τοῦ Θεοῦ
δὲ λέγεται ἀμνὸς ὁ Χριστός, εἴτε τοῦ Θεοῦ ὡς προσδεξαμένου τὸν ἐπὶ
σωτηρίᾳ ἡμῶν θάνατον τοῦ Χριστοῦ, εἴτε ὡς τοῦ Θεοῦ δόντος αὐτὸν ὑπὲρ
ἡμῶν εἰς θάνατον. Ὥσπερ εἰώθαμεν λέγειν· Τόδε Τὸ θῦμα τοῦ δεῖνός
ἐστιν, ἀντὶ τοῦ· ὁ δεῖνα προσήγαγεν· οὕτως οὖν καὶ ὁ Κύριος λέγεται
ἀμνὸς τοῦ Θεοῦ, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην
δόντος αὐτὸν εἰς σφαγὴν ὑπὲρ ἡμῶν. Οὐκ εἶπε δέ, ὁ ἄρας τὴν ἁμαρτίαν,
ἀλλ’, «ὁ αἴρων»· καθ’ ἑκάστην γὰρ αἴρει τὰς ἁμαρτίας ἡμῶν, τὰς μὲν διὰ
τοῦ βαπτίσματος, τὰς δὲ διὰ μετανοίας. Καὶ οἱ μὲν θυόμενοι ἐν τῇ Παλαιᾷ
ἀμνοί οὐδενὸς ἁμαρτίας παντελῶς ἐξηφάνιζον· οὗτος δὲ τοῦ κόσμου
παντὸς τὴν ἁμαρτίαν αἴρει, τουτέστιν ἀφανίζει, ἐκ μέσου ποιεῖ. Τίνος δὲ
ἕνεκεν οὐκ εἶπεν, ἁμαρτίας· ἀλλ’, «ἁμαρτίαν»; Τάχα μὲν καὶ διὰ τοῦ
«ἁμαρτίαν» εἰπεῖν, καθολικῶς εἶπεν, ὥσπερ εἰώθαμεν λέγειν, ὅτι ἀπέστη
ὁ ἄνθρωπος, ἀντὶ τοῦ, πᾶσα ἡ ἀνθρωπότης ἀπὸ Θεοῦ· οὕτως οὖν
κἀνταῦθα τὴν ἁμαρτίαν εἰπών, πάσας τὰς ἁμαρτίας ἐδήλωσεν· τάχα δέ,
ἐπεὶ παρακούσας ὁ ἄνθρωπος τοῦ Θεοῦ, εἰς τὰ πάθη ἐξετραχηλίσθη, ἡ
ἁμαρτία τοῦ κόσμου ἡ παρακοὴ ἦν, ἣν ἐκ μέσου ᾖρεν ὁ Κύριος, γενόμενος
ὑπήκοος μέχρι θανάτου, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ ἰασάμενος.

«Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου
γέγονεν, ὅτι πρῶτός μου ἦν».

Ἄνω μὲν τοῖς ἀπὸ τῶν Φαρισαίων ἐλθοῦσιν ὁ Ἰωάννης ἔλεγεν, ὅτι «Μέσος
ὑμῶν ἕστηκεν, ὃν ἡμεῖς οὐκ οἴδατε, ὃς ἔμπροσθέν μου γέγονε»· νῦν δὲ καὶ
δακτυλοδεικτεῖ αὐτόν, καὶ ἐμφανίζει τοῖς ἀγνοοῦσιν. Οὗτος ἐκεῖνός ἐστι
περί οὗ ἐμαρτύρουν, φησὶ πρὸς τοὺς Φαρισαίους, ὅτι ἔμπροσθέν μου
γέγονε, ἀντὶ τοῦ, ἐπισημότερός μου καὶ ἐντιμότερος. Διατί; «Ότι πρῶτός
μου ἦν». Ἄκουε, Ἄρειε, οὐκ εἶπεν, ὅτι Πρῶτός μου ἐκτίσθη, ἀλλ’ «ὅτι ἦν».
Ἄκουε καί, ἡ τοῦ Σαμοσατέως φατρία, ὅτι οὐκ ἀπὸ Μαρίας ἤρξατο τοῦ
εἶναι ὁ Κύριος, ἀλλὰ πρῶτος ἦν τοῦ Προδρόμου, κατὰ τὴν προαιώνιον
ὕπαρξιν. Ἐπεὶ ἐάν, ὡς ὑμεῖς φλυαρεῖτε, ἀπὸ Μαρίας ἀρχὴν ἔλαβε τοῦ
εἶναι ὁ Κύριος, πῶς ἦν πρῶτος τοῦ Προδρόμου; Οὗτος γάρ τοι προδήλως
ἓξ μησὶ προτερεῖ τοῦ Κυρίου κατὰ τὴν ἐν σαρκὶ γέννησιν. Ἀνὴρ δὲ λέγεται
ὁ Κύριος, τάχα μὲν διὰ τὸ τῆς ἡλικίας τέλειον· τριακονταετὴς γὰρ
ἐβαπτίσατο· τάχα δὲ καὶ ὡς πάσης ψυχῆς ἀνήρ, καὶ τῆς Ἐκκλησίας
νυμφίος, «Ἡρμοσάμην γάρ, φησὶν ὁ Παῦλος, ὑμᾶς ἐν ἀνδρὶ παραστῆσαι»,
τῷ Χριστῷ δηλαδή. Φησὶν οὖν ὁ Πρόδρομος ὅτι Ἐγὼ μέν εἰμι ὁ
νυμφαγωγὸς καὶ προξενητής· ἔρχεται δὲ ὀπίσω μου ὁ ἀνήρ. Ἐγὼ γὰρ
ἐφέλκομαι τὰς ψυχὰς πρὸς τὴν εἰς Χριστὸν πίστιν· αὐτὸς δέ ἐστιν ὁ ἀνήρ,
ὁ ταύταις μέλλων ἁρμοσθῆναι.

«Κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ
ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ὁ Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ
Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν, καὶ
οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν·
Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ
βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός
ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ».

Ἐπειδὴ συγγενὴς ἦν τοῦ Κυρίου ὁ Πρόδρομος· φηςὶ γὰρ ὁ


ἄγγελος πρὸς τὴν Παρθένον, ὅτι «Ἰδοὺ ἡ συγγενής σου
Ἐλισάβετ συνέλαβεν»· ἵνα μή τις ὑπονοήσῃ, ὡς διὰ τὴν
συγγένειαν καταχαρίζεται ὁ Πρόδρομος τῷ Κυρίῳ, καὶ τοιαῦτα
μαρτυρεῖ περὶ αὐτοῦ, τούτου ἕνεκέν φησι συνεχῶς, ὅτι «Κἀγὼ
οὐκ ᾔδειν αὐτόν», τὰς ὑποψίας ἀναιρῶν· ἀλλ’ ἵνα, φησί,
φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον βαπτίζων. Ἵνα, φησί,
πάντες ὁδηγηθῶσι πρὸς τὴν εἰς αὐτὸν πίστιν, καὶ ὑποδειχθῇ
τοῖς λαοῖς, διὰ τοῦτο ἑγὼ βαπτίζω. Ἐμοῦ γὰρ βαπτίζοντος,
συντρέχουσιν οἱ λαοί· συναγομένοις δέ, φανεροῦται αὐτοῖς ὁ
Χριστὸς ὑπ’ ἐμοῦ κηρυττόμενος, καὶ παρὼν παροῦσι
δεικνύμενος. Εἰ μὴ γὰρ διὰ τὸ βάπτισμα συνέτρεχον, πῶς ἂν
ὑπεδείχθη παρὰ τοῦ Ἰωάννου ὁ Κύριος; Οὐ γὰρ ἂν τὰς οἰκίας
περιερχόμενος καὶ περιάγων ἀπὸ χειρὸς τὸν Χριστὸν ἐδείκνυεν
ἑκάστῳ. Διὰ τοῦτο οὖν, φησίν, ἦλθον βαπτίζων ἐν ὕδατι, ἵνα διὰ
τὸ βάπτισμα συνερχομένοις τοῖς λαοῖς, ὑπ’ ἐμοῦ φανερωθῇ.
Ἐντεῦθεν δὲ μανθάνομεν, ὅτι τὰ λεγόμενα παιδικὰ τοῦ Χριστοῦ
θαύματα ψευδῆ εἰσι, καὶ παρὰ τῶν θελόντων διαγελᾶσθαι τὸ
μυστήριον συντεθειμένα. Εἰ γὰρ ἦσαν ἀληθῆ, πῶς ἠγνοεῖτο
ποιῶν ταῦτα ὁ Κύριος; Οὐ γὰρ δήπου ἦν εἰκός, τοιαῦτα
θαυματουργοῦντα μὴ οὐχὶ περιβόητον εἶναι. Ἀλλ’ οὐκ ἔστι
τοῦτο, οὐκ ἔστι. Πρὸ γὰρ τοῦ βαπτισθῆναι οὔτε σημεῖα
ἐποίησεν, οὔτε ἐγνωρίζετο. «Ἀλλ’ ὁ πέμψας με βαπτίζειν
ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον,
ἐκεῖνός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίω». Ἀνύποπτον τὴν
περὶ Χριστοῦ μαρτυρίαν, ὡς ἔφην, ποιούμενος ὁ Ἰωάννης,
ἀνάγει τὴν μαρτυρίαν ἐπὶ τὸν Θεὸν καὶ Πατέρα. Ἐγὼ μὲν γάρ,
φησίν, οὐκ ᾔδειν αὐτόν, ὁ δὲ Πατήρ μοι ἀπεκάλυψε τοῦτον ἐν
τῷ βαπτίσματι. Ἀλλ’ ἐρωτήσειεν ἄν τις· Εἰ οὐκ ᾔδει αὐτὸν
Ἰωάννης, πῶς ὁ Ματθαῖός φησιν, ὅτι «Διεκώλυεν αὐτὸν λέγων·
Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι;». Ἔστιν οὖν εἰπεῖν
τοῦτο· Τὸ «Οὐκ ᾔδειν αὐτόν», οὕτως νόησον, ὅτι πρὸ πολλοῦ
χρόνου καὶ πρὸ τοῦ βαπτίσματος οὐκ ᾔδει αὐτόν· ἐν μέντοι τῷ
του βαπτίσματος καιρῷ, τότε ἔγνω αὐτόν. Ἢ καὶ ἄλλως ἐστὶν
εἰπεῖν, ὅτι ᾔδει μὲν αὐτόν, ὅτι Χριστός ἐστιν· ὅτι δέ γε αὐτὸς ὁ
βαπτίσων ἐστὶν ἐν Πνεύματι ἁγίῳ, τότε ἔμαθεν, ὅτε τὸ Πνεῦμα
εἶδε καταβαῖνον. Λέγω οὖν, ὅτι «Οὐκ ᾔδειν αὐτόν», τοῦτο
δίδωσι νοεῖν, ὅτι οὐκ ᾔδει, ὡς αὐτός ἐστιν ὁ ἐν Πνεύματι ἁγίῳ
βαπτίσων· ὅτι μέντοι ὑπὲρ τοὺς πολλούς ἐστιν, ᾔδει. Διὸ καί,
κατὰ τὸν Ματθαῖον, διεκώλυεν αὐτόν, ὡς μείζονα πάντως
εἰδώς· ἐπεὶ δὲ τὸ Πνεῦμα κατῆλθεν, τότε σαφέστερον ἐπιγνούς,
καὶ τοῖς ἄλλοις ἐκήρυξε αὐτόν. Τὸ δὲ Πνεῦμα πᾶσιν ὤφθη τοῖς
παροῦσιν, καὶ οὐ μόνον Ἰωάννῃ. Τί οὖν, φησίν, οὐκ ἐπίστευσαν;
Διότι ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, ἐπεὶ καὶ
θαυματουργοῦντα αὐτὸν βλέποντες, οὐκ ἐπίστευσαν. Τινὲς δέ
φασιν, ὅτι οὐ πάντες εἶδον, ἀλλ’ οἱ εὐλαβέστεροι. Εἰ γὰρ καὶ
σωματικῶς κατέβη τὸ Πνεῦμα, ἀλλ’ εἰκός ἐστι μὴ πᾶσιν
ὀφθῆναι, ἀλλὰ τοῖς ἀξίοις, ἐπεὶ καὶ οἱ προφῆται πολλὰ ἐν
αἰσθητῷ εἴδει εἶδον· οἷον ὁ Δανιήλ, ὁ Ἐζεκιήλ· ἀλλ’ ὅμως οὐδεὶς
ἄλλος ἐθεώρει ταῦτα. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα, ὅτι
αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ». Καὶ ποῦ ἐμαρτύρησεν ὁ Ἰωάννης,
ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὐδαμοῦ δὲ γέγραπται τοῦτο·
ἀμνὸν μὲν γὰρ λέγει, Υἱὸν δὲ Θεοῦ οὐδαμοῦ. Ὅθεν εἰκὸς
στοχάζεσθαι, ὅτι καὶ ἕτερα πλείονα παραλέλειπται· οὐ γὰρ
πάντα συνεγράφησαν.
«Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ
ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν
αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ».

Διὰ τὴν τῶν ἀκουόντων ῥᾳθυμίαν ἀναγκάζεται ὁ Ἰωάννης τὰ αὐτὰ


λέγειν, ἵνα τῷ συνεχεῖ γοῦν τῆς μαρτυρίας κατεργάσηταί τι. Οὐκ οὖν οὐδὲ
διεψεύσθη, ἄλλα δύο μαθητὰς προσήγαγε (15) τῷ Χριστῷ. Νυμφαγωγὸς
γὰρ ὢν τῷ ὄντι πάντα ἐποίει, ὥστε προσαγαγεῖν τῷ νυμφίῳ τὴν
ἀνθρωπίνην φύσιν· διὸ καὶ ὁ μὲν Χριστὸς σιγᾷ ὡς νυμφίος, ὁ δὲ πρόξενος
ἅπαντα φθέγγεται. Καὶ ὡς νυμφίος δὲ παραγίνεται πρὸς τὸ πλῆθος ὁ
Κύριος. Ἐπὶ γὰρ τῶν γάμων οὐχ ἡ νύμφη πρὸς τὸν νυμφίον, ἀλλ’ οὗτος
πρὸς ἐκείνην ἄπεισι, κἂν βασιλέως εἴη υἱός. Διὸ καὶ τὴν φύσιν ἡμῶν
μέλλων νυμφεύσασθαι ὁ Κύριος, κατέβη πρὸς αὐτὴν ἐπὶ τὴν γῆν, καὶ
γενομένων τῶν γάμων, ἔλαβεν αὐτήν, ἀναληφθεὶς εἰς τὸ οἶκον τὸν
πατρικόν. «Ἐμβλέψας οὖν, φησίν, τῷ Ἰησοῦ ὁ Ἰωάννης», τουτέστι, καὶ τοῖς
ὀφθαλμοῖς ἐνδεικνύμενος τὴν χαρὰν ἢν εἶχεν ἐπὶ τῷ Χριστῷ, καὶ τὸ
θαῦμα, «Ἴδε, φησίν, ὁ ἀμνός». Οἱ δὲ μαθηταὶ συνεχέσι μαρτυρίαις
καταμαλαχθέντες, ἠκολούθησαν τῷ Ἰησοῦ, οὐ καταφρονήσαντες
Ἰωάννου, μᾶλλον δὲ πεισθέντες αὐτῷ μαρτυροῦντι περὶ τοῦ Χριστοῦ τὰ
κρείττονα.

«Στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει


αὐτοῖς· Τί ζητεῖτε; Οἱ δὲ εἶπον αὐτῷ· Ῥαββί, ὃ λέγεται ἑρμηνευόμενον
διδάσκαλε, ποῦ μένεις; Λέγει αὐτοῖς· Ἔρχεσθε, καὶ ἴδετε. Ἦλθον οὖν, καὶ
εἶδον ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. Ὥρα δὲ ἦν ὡς
δεκάτη».

Ὁ μὲν Ματθαῖος περὶ τοῦ βαπτίσματος τοῦ Κυρίου διηγησάμενος, ἀνάγει


αὐτὸν εὐθὺς εἰς τὸ ὄρος πειρασθησόμενον· ὁ δέ γε παρὼν εὐαγγελιστής,
ὅσα ἐκείνῳ εἴρηται ἐάσας, τὰ μετὰ τὴν ἐκ τοῦ ὄρους κάθοδον διηγεῖται.
Καὶ ἡ τῶν μαθητῶν τοίνυν τοῦ Ἰωάννου ἀκολούθησις, καὶ πρὸς τὸν
Χριστὸν ἔλευσις, μετὰ τὸ κατελθεῖν ἐκ τοῦ ὄρους καὶ πειρασθῆναι γίνεται·
δεικνύντος, οἶμαι, τοῦ λόγου, ὅτι οὐ χρὴ διδάσκαλόν τινα καθίστασθαι, εἰ
μὴ πρότερον αὐτὸς ἀνελθὼν ἐπὶ τὸ τῆς ἀρετῆς ἄκρον (τοῦτο γὰρ τὸ ὄρος)
καὶ πάντα νικήσας πειρασμόν, ἄρῃ τὸ τρόπαιον κατὰ τοῦ πειράζοντος.
Ἀκολουθοῦσι τοίνυν πρῶτον οἱ μαθηταί, καὶ τότε ἐρωτῶσιν αὐτὸν ποῦ
μένει. Οὐ γὰρ δημοσίᾳ πολλῶν παρόντων, ἀλλὰ κατ’ ἰδίαν ἐχρῆν
διαλεχθῆναι ὡς περὶ ἀναγκαίων. Μᾶλλον δέ, οὐδὲ αὐτοὶ πρῶτοι
ἐρωτῶσιν, ἀλλ’ ὁ Χριστὸς αὐτὸς ἐνάγει εἰς τὸ ἐρωτῆσαι. Λέγει γὰρ αὐτοῖς·
«Τί ζητεῖτε»; οὐχ ὡς ἀγνοῶν ( πῶς γὰρ ὁ εἰδὼς τὰς καρδίας τῶν
ἀνθρώπων;), ἀλλ’ ἵνα διὰ τῆς ἐρωτήσεως προσκαλέσηται αὐτοὺς εἰς τὸ
εἰπεῖν ὃ βουλονται. Εἰκὸς γὰρ αὐτοὺς καὶ ἐρυθριᾷν, καὶ δεδοικέναι αὐτόν,
ὡς ὑπὲρ ἄνθρωπον μαρτυρούμενον παρὰ τοῦ Ἰωάννου. Σὺ δέ μοι
θαύμασον τὴν εὐγνωμοσύνην τούτων. Οὐ γὰρ μόνον ἠκολούθησαν, ἀλλὰ
καὶ ῥαββὶ αὐτὸν καλοῦσιν, ὅ ἐστι, διδάσκαλε, καὶ ταῦτα οὔπω οὐδὲν παρ’
αὐτοῦ ἀκούσαντες. Ἰδίᾳ μέντοι θέλοντές τι παρ’ αὐτοῦ μαθεῖν, ἐρωτῶσι·
«Ποῦ μένεις;» ἐν ἡσυχίᾳ γὰρ τὸ εἰπεῖν, καὶ ἀκοῦσαι ἁρμοδιώτερον. Ὁ δὲ
Κύριος οὐ λέγει αὐτοῖς τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, «Ἔρχεσθε, φησί, καὶ
ἴδετε». Τοῦτο δὲ ποιεῖ, ἅμα μὲν ἐπισπώμενος αὐτοὺς πλέον πρὸς τὴν
ἀκολούθησιν, ἅμα δὲ γυμνάζων αὐτῶν τὸν πόθον, εἰ μὴ ἀποκάμοιεν πρὸς
τὴν ὁδόν· εἰ γὰρ μετὰ ψυχρᾶς γνώμης προσῆλθον, οὐδ’ ἂν πρὸς τὴν οἰκίαν
ἠκολούθησαν. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι «Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει
ποῦ τὴν κεφαλὴν κλῖναι», ἐνταῦθα δὲ φαίνεται οἰκίαν ἔχων; Οὐκ ἐναντίον
τοῦτο ἐκείνῳ. Καὶ γὰρ ὅταν λέγῃ «Οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι», οὐ
τοῦτο λέγει, τὸ μηδ’ ὅλως ἔχειν καταγώγιον, ἀλλὰ τὸ μὴ ἴδιον ἔχειν. Εἰ
ἔμενεν οὖν ἐν οἰκίᾳ, οὐκ ἐν ἰδίᾳ ἔμενεν, ἀλλ’ ἐν ἀλλοτρίᾳ. Οὐ μάτην δὲ
ἐπισημαίνεται ὁ εὐαγγελιστὴς τὸν καιρόν, ὅτι «Ὥρα ἦν ὡς δεκάτη», ἀλλ’
ἵνα καὶ τοὺς διδάσκοντας καὶ τοὺς μαθητιῶντας διδάξῃ, ὅτι οὐ διὰ τὸν
καιρὸν ἀναβάλλεσθαι δεῖ, ἀλλὰ καὶ τὸν διδάσκαλον μὴ ὑπερτίθεσθαι, καὶ
λέγειν, ὅτι Ὀψέ ἐστιν, αὔριον μαθήσῃ, καὶ τὸν μαθητὴν πάντα καιρὸν
γινώσκειν μαθήσεως, καὶ μὴ ἀναβάλλεσθαι τὴν ἀκρόασιν εἰς τὴν αὔριον.
Καὶ τοῦτο δὲ μανθάνομεν, ὅτι οὕτως εἶχον ἀβαρῆ τὴν γαστέρα, καὶ
ἔννηφον, ὥστε τὸν καιρὸν ὃν ἄλλοι δαπανῶσιν εἰς ἀνάπαυσιν σώματος,
βαρούμενοι δήπου τοῖς βρώμασι, καὶ μὴ δυνάμενοι σπουδαίῳ ἔργῳ
ἐπιχειρῆσαι, τοῦτον αὐτοὶ ἀνήλισκον εἰς ἀκρόασιν. Ὄντως Ἰωάννου τοῦ
ἀτρόφου ἦσαν μαθηταί. Ὅρα δέ μοι, ὅτι πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ
στρέφεται ὁ Ἰησοῦς, καὶ δεικνύει αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον. Εἰ μὴ γὰρ
διὰ τῆς ἀγαθῆς πράξεως ἀκολουθήσῃς τῷ Ἰησοῦ, οὐκ ἂν φθάσῃς εἰς
θεωρίαν τοῦ προσώπου Κυρίου, οὐδὲ ἀπελεύσῃ πρὸς τὴν καταμονὴν
αὐτοῦ, τουτέστιν, οὐ φθάσεις εἰς τὸν τῆς θείας γνώσεως φωτισμόν· οἰκία
γὰρ τοῦ Χριστοῦ τὸ φῶς. «Φως γάρ, φησίν, οἰκῶν ἀπρόσιτον». Ὁ γάρ τοι
μὴ καθάρας ἑαυτόν, καὶ διὰ τῆς καθάρσεως ἀκολουθήσας, πῶς ἐν γνώσει
φωτισθήσεται;

«Ἦν δὲ Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων
παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτον τὸν
ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι
μεθερμηνευόμενον, «Χριστός»· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.
Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς, εἶπε· Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ
Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος».

Τὸ μὲν τοῦ Ἀνδρέου ὄνομα γνωρίζει ἡμῖν, τὸ δὲ τοῦ ἑτέρου οὐδαμῶς. Φασὶ
γάρ τινες αὐτὸν εἶναι τὸν Ἰωάννην τὸν ταῦτα γράφοντα· τινὲς δὲ ὅτι οὐκ
ἦν τῶν ἐπισήμων ἐκεῖνος· ἅμα δὲ κέρδος ἦν τι ἐκ τοῦ μαθεῖν τὸ ὄνομα. Τοῦ
μέντοι Ἀνδρέου μέμνηται, καὶ ὡς ἐπισήμου, καὶ ὡς τὸν ἴδιον ἀδελφὸν
προσαγαγόντος. Ὅρα δέ μοι φιλαδελφίαν, πῶς οὐκ ἀπεκρύψατο τὸν
ἀδελφὸν τὸ ἀγαθόν, ἀλλὰ κοινοῦται αὐτῷ τὸν θησαυρόν, καὶ περιχαρείας
φωνὴν ἀφίησιν, «Εὑρήκαμεν», λέγων· ὡς ἔοικε γάρ, ἐκ πολλοῦ ἐπόθουν
καὶ ἐμελέτων τὴν ζήτησιν. Καὶ οὐχ ἁπλῶς λέγει, Μεσσίαν, ἀλλὰ «τὸν
Μεσσίαν», μετὰ τοῦ ἄρθρου, ἐκεῖνον αὐτὸν τὸν κυρίως ὄντα Χριστόν. Ὁ
γὰρ προσδοκώμενος αὐτοῖς εἷς ἦν, εἰ καὶ πολλοὶ Χριστοὶ καὶ υἱοὶ τοῦ Θεοῦ
προσηγορεύοντο. Ἤγαγε δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐχ ὡς εὔκολον ὄντα
τὸ ἦθος, καὶ παντὶ λόγῳ συμπεριφερόμενον, ἀλλ’ ὡς ὀξὺν μᾶλλον καὶ
θερμόν, καὶ εὐφυῶς παραδεξάμενον τοὺς λόγους, οὕς αὐτῷ εἴρηκεν ὁ
ἀδελφὸς περὶ Χριστοῦ ἐπαγγεῖλαι, ἅτε παρὰ τῷ Χριστῷ μείναντα καὶ
διδαχθέντα μυστικώτερά τινα. Εἰ δὲ ἐπιμένοι τις εὐκολίαν καταγινώσκων
τοῦ Πέτρου, μανθανέτω καὶ τοῦτο, ὅτι οὐδὲ γέγραπται, ὅτι ἐπίστευσεν
εὐθὺς τῷ Ἀνδρέᾳ, ἀλλ’ ὅτι «ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν», ὅπερ μᾶλλον
στεῤῥᾶς διανοίας καὶ οὐ συμπεριφερομένης ἐστίν. Οὐ γὰρ ἁπλῶς
παρεδέξατο τοὺς Ἀνδρέου λόγους, ἀλλ’ ἠθέλησεν ἰδεῖν καὶ τὸν Χριστόν·
ἵνα εἰ μὲν εὕρῃ τι ἀξιόλογον, ἀκολουθήσῃ, εἰ δὲ οὐκ, ἀναποδίσῃ· ὥστε τὸ
ἀχθῆναι, πρὸς τὸν Ἰησοῦν οὐκ εὐηθείας, ἀλλ’ ἀκριβείας γνώρισμα. Τί οὖν
ὁ Κύριος; Ἀπὸ τοῦ προφητεῦσαι περὶ αὐτοῦ, ἀποκαλύπτειν ἄρχεται αὐτῷ
ἑαυτόν. Ἐπεὶ γὰρ αἱ προφητεῖαι οὐδὲν ἔλαττον τῶν σημείων, εἰ μὴ καὶ
μᾶλλον, πείθουσι τοὺς ἀνθρώπους, προφητεύει περὶ τοῦ Πέτρου. «Σὺ γάρ,
φησίν, εἶ Σίμων υἱὸς Ἰωνᾶ» εἶτα καὶ τὸ μέλλον· «Σὺ κληθήσῃ Κηφᾶς».
Ἀπὸ γὰρ τοῦ τὸ πάρον εἰπεῖν, καὶ τὸ μέλλον πιστοῦται. Οὐκ εἶπε δέ, ὅτι
Καλέσω σε ἑγὼ Πέτρον, ἀλλά, «κληθήσῃ». Οὐ γὰρ ἠβούλετο ἐξ ἀρχῆς τὰ
τῆς αὐθεντίας ἐπιδείκνυσθαι, ἐπεὶ οὐδὲ εἶχον πίστιν βεβαίαν περὶ αὐτοῦ.
Τίνος δὲ ἕνεκεν τοῦτον μὲν Πέτρον ἐπονομάζει, τοὺς δὲ τοῦ Ζεβεδαίου,
υἱοὺς βροντῆς; Ἵνα δείξῃ, ὅτι καὶ τὴν Παλαιὰν αὐτός ἐστιν ὁ δεδωκώς, ὁ
καὶ τὰ ὀνόματα, ὥσπερ τότε, καὶ νῦν μετατιθείς, τόν τε Ἄβραμ Ἀβραάμ,
καὶ τὴν Σάραν Σάρα καλέσας. Ἴσθι δὲ ὅτι Σίμων ἑρμηνεύεται «ὑπακοή»,
Ἰωνᾶς δὲ «περιστερά». Τέκνον οὖν τῆς πραότητος, ἥτις διὰ τῆς περιστερᾶς
δηλοῦται, ἡ ὑπακοή· ὁ δὲ τὴν ὑπακοὴν ἔχων καὶ Πέτρος γίνεται, εἰς
στεῤῥότητα τοῦ καλοῦ διὰ τῆς ὑπακοῆς προβιβαζόμενος.

You might also like