You are on page 1of 9

«Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει

Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά,


ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ
λέγει αὐτῷ· Ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν,
Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ».

Ὁ μὲν Ἀνδρέας τοῦ Προδρόμου ἀκούσας, καὶ ὁ Πέτρος τοῦ Ἀνδρέου,


ἠκολούθησαν τῷ Ἰησοῦ· ὁ δὲ Φίλιππος φαίνεται μηδὲν ἀκούσας, καὶ ὅμως
ἀκολουθήσας τῷ Κυρίῳ εὐθύς, εἰπόντι πρὸς αὐτὸν τό, «Ἀκολούθει μοι».
Πόθεν οὖν οὕτως εὐθέως ἐπείσθη; Δοκεῖ τοίνυν πρῶτον μὲν ἡ τοῦ Κυρίου
φωνὴ ἐν τῇ ψυχῇ αὐτοῦ ἐργάσασθαί τι κέντρον ἀγάπης. Οὐ γὰρ ἁπλῶς ἡ
τοῦ Σωτῆρος φωνὴ ἐλέγετο, ἀλλὰ τοῖς ἀξίοις εὐθὺς διέκαιε τὰ ἐντὸς πρὸς
τὴν ἀγάπησιν αὐτοῦ· ὥσπερ καὶ οἱ περὶ τὸν Κλεόπα φασί· «Οὐχὶ ἡ καρδία
ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ;». Ἔπειτα δὲ καὶ διὰ
τὸ μεμεριμνημένην καρδίαν ἔχειν τὸν Φίλιππον, καὶ συνεχῶς μελετᾷν τὰ
Μωσέως, καὶ προσδοκᾷν ἀεὶ τὸν Χριστόν, εὐθέως ὅτε εἶδεν, ἐπείσθη· διὸ
καί φησιν· Εὑρήκαμεν Ἰησοῦν»· ὃ δείκνυσιν ὡς ἐζήτει ἂν (16). Μή ποτε δὲ
παρὰ τοῦ Ἀνδρέου καὶ τοῦ Πέτρου ἔμαθε περὶ τοῦ Χριστοῦ. Καὶ γὰρ ἐκ τῆς
αὐτῆς πατρίδος ὄντι, εἰκός, συνομιλήσαντας τούτους, ἀφηγήσασθαι περὶ
τοῦ Κυρίου· ὃ καὶ ὁ εὐαγγελιστὴς δοκεῖ παραινίττεσθαι διὰ τοῦ λέγειν·
«Ἦν δὲ ὁὕ ἡ πόλις, καὶ κώμη μᾶλλον ἁρμόδιος λέγεσθαι. Ὅθεν καὶ
θαυμάσαι ἄξιον τὴν τοῦ Χριστοῦ δύναμιν, ὅτι ἀπὸ τῶν οὐδένα καρπὸν
φερόντων, τοὺς ἐκκρίτους τῶν μαθητῶν ἐξελέξατο. Οὐ τοίνυν οὐδὲ
Φίλιππος παρ’ ἑαυτῷ κατέχει τὸ ἀγαθόν, ἀλλὰ μεταδίδωσι καὶ τῷ
Ναθαναήλ. Καὶ ἐπειδὴ νομομαθὴς ἦν ὁ Ναθαναήλ, ἐπὶ τὸν νόμον καὶ
τοὺς προφήτας αὐτὸν παραπέμπει Φίλιππος· καὶ γὰρ ἀκριβὴς καὶ
διεσκεμμένος ἦν τὰ νομικά. Υἱὸν δὲ τοῦ Ἰωσὴφ λέγει τὸν Κύριον, ἐπειδὴ
τούτου παῖς ἐνομίζετο· καὶ ἀπὸ Ναζαρὲτ αὐτὸν ὀνομάζει, εἰ καὶ κυρίως
ἀπὸ Βηθλεὲμ ἦν. Ἐν ἐκείνῃ ἐγεννήθη, ἐν δὲ Ναζαρὲτ ἀνετράφη· ἀλλ’
ὅμως ἐπεὶ ἡ μὲν γέννησις αὐτοῦ τοῖς πολλοῖς ἄδηλος ἦν, ἡ δὲ ἀνατροφὴ
δήλη, ἀπὸ Ναζαρὲτ τοῦτον ὀνομάζουσιν, ὡς ἐν ταύτῃ τραφέντα.

«Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει


αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον
πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ
ἔστι. Λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; Ἀπεκρίθη Ἰησοῦς, καὶ
εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε».

Ὁ μὲν Φίλιππος ἐκ Ναζαρὲτ τὸν Χριστὸν εἶπεν· ὁ δὲ Ναθαναήλ, οἷα δὴ


ἀκριβέστερος ὤν, ἐγίνωσκεν ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ ἐλθεῖν
τὸν Χριστόν· καὶ διὰ τοῦτό φησιν· «Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Ὁ
δὲ Φίλιππος «Ἔρχου καὶ ἴδε», φησίν· εἰδὼς ὅτι ἐὰν γεύσηται τῶν ῥημάτων
τοῦ Χριστοῦ, οὐκ ἀποστήσεται. Ἐπαινεῖται δὲ Ναθαναὴλ παρὰ Χριστοῦ,
ὡς ἀληθῶς Ἰσραηλίτης, ἐπειδὴ οὐδὲν πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν εἶπεν.
Οὐ γὰρ ἀπιστίας ἦσαν τὰ ῥήματα, ἀλλὰ ἀκριβείας καὶ νομομαθοῦς
διανοίας, γινωσκούσης, ὅτι ὁ Χριστὸς οὐκ ἀπὸ Ναζαρέτ, ἀλλ’ ἐκ Βηθλεὲμ
ἔρχεται. Τί τοίνυν ὁ Ναθαναήλ; ἆρα ἐχαυνώθη τῷ ἐπαίνῳ; Οὔκουν, ἀλλ’
ἐπιμένει, σαφέστερον καὶ ἀκριβέστερόν τι βουλόμενος μαθεῖν· διὸ καὶ
ἐρωτᾷ· «Πόθεν με γινώσκεις;». Ὁ δὲ Κύριος, διὰ τοῦ εἰπεῖν αὐτῷ, ἃ οὐδεὶς
ἐγίνωσκε πλὴν αὐτοῦ καὶ Φιλίππου, ὡς καταμόνας λαληθέντα καὶ
πραχθέντα, ἀποκαλύπτει τὴν οἰκείαν θεότητα. Ὁ γάρ τοι Φίλιππος
καταμόνας καὶ οὐδενὸς παρόντος, ὑπὸ τὴν συκῆν ὡμίλησεν τῷ
Ναθαναήλ, ἃ δὴ πάντα ὁ Χριστὸς καὶ μὴ παρὼν ἐγίνωσκε· διὸ καί φησιν·
«Ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε». Πρὸ τοῦ πλησιάσαι δὲ τὸν Φίλιππον
εἶπεν ὁ Κύριος περὶ τοῦ Ναθαναήλ, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι ὁ Φίλιππος
εἶπε τὸ περὶ τῆς συκῆς καὶ τῶν ἄλλων, ἃ διελέχθη τῷ Ναθαναήλ. Ὅθεν ὁ
Ναθαναὴλ ἐπιγνοὺς τὸν Κύριον, ὡμολόγησε αὐτὸν Υἱὸν Θεοῦ. Ἄκουε γάρ
τί φησίν.

«Ἀπεκρίθη Ναθαναήλ, καὶ λέγει αὐτῷ· Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ


βασιλεὺς τοῦ Ἰσραήλ. Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι, Εἶδόν
σε ὑποκάτω τῆς συκῆς, πιστεύεις· μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ·
Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς
ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ
ἀνθρώπου.

Τὰ μέγιστα δύναται ἡ προφητεία εἰς τὸ ἐφελκύσασθαί τινας εἰς πίστιν, καὶ


πλείονα δὲ τῶν θαυμάτων δύναμιν ἔχει. Τὰ μὲν γὰρ θαύματα δύνανται
φαντασιωδῶς καὶ οἱ δαίμονες ὑποκρίνεσθαι· τὴν δὲ πρόγνωσιν τῶν
μελλόντων καὶ προαγόρευσιν οὐδεὶς ἀκριβῶς ἔχει, οὔτε ἄγγελος, οὔτε
πολλῷ μᾶλλον δαίμονες. Διὸ καὶ τὸν Ναθαναὴλ ὁ Κύριος ἐπεσπάσατο,
εἰπὼν αὐτῷ τόν τε τόπον, καὶ ὅτι ἐφώνησεν αὐτὸν ὁ Φίλιππος, καὶ ὅτι
ἀληθῶς ἐστιν Ἰσραηλίτης. Ἀκούσας οὖν ταῦτα Ναθαναήλ, ἐν συναισθήσει
γίνεται τῆς του Κυρίου μεγαλειότητος, καθ’ ὅσον τέως ἐνῆν, καὶ ὁμολογεῖ
αὐτὸν Υἱὸν Θεοῦ. Πλὴν εἰ καὶ Υἱὸν Θεοῦ ὁμολογεῖ, ἀλλ’ οὖν οὐχ ὡς ὁ
Πέτρος. Ὁ μὲν γὰρ Πέτρος Υἱὸν Θεοῦ ἀνωμολόγησεν, ὡς Θεὸν ἀληθῆ· διὸ
καὶ μακαρίζεται καὶ τὴν Ἐκκλησίαν πιστεύεται. Ὁ δὲ Ναθαναὴλ ὡς
ἄνθρωπον ψιλὸν αὐτὸν ὡμολόγησε, χάριτι διὰ τὴν ἀρετὴν υἱοθετηθέντα
τῷ Θεῷ· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγαγεῖν· «Σὺ εἶ ὁ βασιλεὺς τοῦ
Ἰσραήλ». Ὁρᾷς, ὅτι οὔπω ἔφθασεν εἰς τὴν τελείαν γνῶσιν τῆς ἀληθοῦς
θεότητος τοῦ Μονογενοῦς; ὡς ἄνθρωπον γὰρ θεοφιλῆ, καὶ ὡς βασιλέα τοῦ
Ἰσραὴλ αὐτὸν πιστεύει εἶναι. Εἰ δὲ ἀληθῶς Θεὸν ὡμολόγησεν, οὐκ ἂν
εἶπεν αὐτὸν βασιλέα τοῦ Ἰσραήλ, ἀλλὰ βασιλέα τοῦ παντός· διὸ οὐδὲ
μακαρίζεται ὡς ὁ Πέτρος. Ὅθεν καὶ ὁ Κύριος διορθούμενος αὐτόν, καὶ
ἀνάγων εἰς τὸ νοῆσαί τι ἄξιον τῆς αὐτοῦ θεότητος, «Ὄψεσθε, φησί, τοὺς
ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ
ἀνθρώπου». Μὴ γάρ με, φησίν, ὑπολάμβανε ψιλὸν ἄνθρωπον, ἀλλὰ
Δεσπότην τῶν ἀγγέλων. ᾯ γὰρ ἄγγελοι διακονοῦσιν, οὐκ ἂν εἴη
ἄνθρωπος ψιλός, ἀλλὰ Θεὸς ἀληθής. Ἐπὶ δὲ τοῦ σταυροῦ καὶ τῆς
ἀναλήψεως ταῦτα ἐξέβησαν. Καὶ γὰρ καὶ πρὸς τῷ καιρῷ τοῦ πάθους
ἄγγελος ἀπ’ οὐρανοῦ ἐνίσχυσεν αὐτόν· καὶ ἐν τῷ τάφῳ, ἄγγελος· καὶ ἐν
τῇ ἀναλήψει, ὡς ὁ Λουκᾶς ἱστορεῖ. Τινὲς δὲ συκῆν ἐνόησαν τὸν νόμον, ὡς
καρπὸν ἔχοντα πρὸς καιρὸν γλυκαίνοντα, τῇ τραχύτητι δὲ τῶν νομικῶν
παρατηρημάτων, καὶ τῷ δυσκατεργάστῳ τῶν ἐντολῶν, ὥσπερ φύλλοις
σκεπόμενον. Φασὶν οὖν, ὅτι τὸν Ναθαναὴλ εἶδεν ὁ Κύριος, ἀντὶ τοῦ
ἱλαρῶς ἐπέβλεψε, καὶ τὴν σύνεσιν αὐτοῦ κατενόησεν, καὶ ἔτι ὑπὸ τὸν
νόμον ὄντος. Σὺ δέ μοι καὶ τούτῳ τὸν νοῦν ἐπίστησον, εἴγε θέλγῃ τοῖς
τοιούτοις, ὅτι τὸν Ναθαναὴλ ὁ Κύριος εἶδεν ὑπὸ τὴν συκῆν, ἤτοι ὑπὸ τὸν
νόμον, τουτέστιν ἐντὸς τοῦ νόμου, καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶντα. Εἰ γὰρ
μὴ τὰ βάθη τοῦ νόμου ἠρεύνα, οὐκ ἂν αὐτὸν εἶδεν ὁ Κύριος. Ἴσθι δὲ καὶ
τοῦτο, ὅτι Γαλιλαία ἑρμηνεύεται, κατακυλιστή. Ἐξῆλθεν οὖν ὁ Κύριος εἰς
τὴν κατακυλιστὴν τούτου τοῦ κόσμου ἢ χώραν, καὶ τὴν φύσιν τὴν
ἀνθρωπίνην, καὶ ὄντας ἡμᾶς ὑπὸ τὴν συκῆν, τουτέστι τὴν ἐνήδονον
ἁμαρτίαν, ᾗ καὶ δριμύτης οὐκ ὀλίγη σύνεστι διὰα τὴν μεταμέλειαν, καὶ τὰ
ἐκεῖ δικαιωτήρια, ὡς φιλάνθρωπος εἶδε, καὶ ἐξελέξατο ὁμολογοῦντας
αὐτὸν Υἱὸν Θεοῦ, καὶ βασιλέα τοῦ Ἰσραὴλ τοῦ ὁρῶντος Θεόν. Εἰ δὲ γε
ἐπιτείνοιμεν τὴν σπουδήν, καὶ μειζόνων καταξιώσει ἡμᾶς θεαμάτων, καὶ
ὀψόμεθα τοὺς ἀγγέλους ἀναβαίνοντας μὲν πρὸς τὸ ὕψος τῆς αὐτοῦ θείας
γνώσεως, καταβαίνοντας δὲ πάλιν, διὰ τοῦ μὴ φθάνειν κατανοῆσαι τὴν
ἄγνωστον αἰτίαν. Καὶ ἄλλως δέ, ἀναβαίνει τις, ὅτε τοῖς περὶ τῆς θεότητος
τοῦ Μονογενοῦς λόγοις ἐνδιατρίβει· καταβαίνει δέ, ὅτε τοῖς περὶ σαρκὸς
καὶ τῆς ἐν τῷ ᾅδη καταβάσεως ἐμφιλοχωρεῖ.

ΚΕΦΑΛ. Β΄

Περὶ τοῦ ἐν Κανᾷ Γάμου. Περὶ τὸν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ. Περί τοῦ,
Λύσατε τὸν ναὸν τοῦτον.

«Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ


μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ. Ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς, καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν
γάμον. Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον
οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα
μου».
Καλοῦσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδ’ ὡς
μέγαν τινά, ἀλλ’ ἁπλῶς καὶ ὡς γνώριμον, ὅθεν τοῦτο σημαίνων ὁ
εὐαγγελιστής, φησίν· «Ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ
ἐκεῖ». Ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφούς, οὕτω καὶ τὸν Κύριον
ἐκάλεσαν. Ὁ δὲ Κύριος παραγίνεται, καὶ οὐκ ἀπαξιοῖ τὴν κλῆσιν, ὅτι μὴ
εἰς τὴν οἰκείαν ἀξίαν ἑώρα, ἀλλὰ πρὸς τὴν ὠφέλειαν καὶ εὐεργεσίαν
ἡμῶν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι ἐν δούλοις, πολλῷ μᾶλλον οὐκ ἂν
ἀπηξίωσεν εἰς γάμον ἐλθεῖν. Παρακαλεῖ δὲ αὐτὸν ἡ μήτηρ εἰς
θαυματουργίαν, μεγάλην περὶ τῆς αὐτοῦ δυνάμεως λαβοῦσα ὑπόληψιν
ἀπό τε τῆς συλλήψεως, ἀπό τε τοῦ τόκου. Πάντα γὰρ συνετήρει ἐν τῇ
καρδίᾳ αὐτῆς, καὶ ἐκ τούτων ἐλογίζετο τὸν υἱὸν ὑπὲρ ἄνθρωπον
δύνασθαι. Οὐ γὰρ δὴ ἀπὸ τοῦ καὶ ἄλλα θαύματα ποιῆσαι τὸν Ἰησοῦν,
παρακαλέσαι αὐτὸν προήχθη ἡ μήτηρ εἰς τοῦτο. Παῖς γὰρ ὤν, οὐδὲν
ἐθαυματούργησεν ἦ γὰρ ἂν ἐπισήμως πᾶσιν ἦν. Ἅμα δὲ ἡ μήτηρ καὶ τῶν
μαρτυριῶν Ἰωάννου ἐμέμνητο, ἂς περὶ αὐτοῦ ἐμαρτύρησεν, ἔβλεπέ τε ἤδη
καὶ μαθητὰς αὐτῷ ἀκολουθοῦντας καὶ ἐκ τούτων πάντων ἐτεκμαίρετο τὴν
δύναμιν τοῦ Παιδός. Ὁ δὲ ἐπιτιμᾷ αὐτῇ οὐκ ἀλόγως. Εἰ γάρ, φησίν, οὔκ
ἐστιν οἶνος, ἔδει αὐτοὺς ἐκείνους τοὺς μὴ ἔχοντας προσελθεῖν καὶ
ἀξιῶσαι, οὐχὶ σὲ τὴν Μητέρα. Ἡ γὰρ περὶ τῶν οἰκείων παράκλησις
σκάνδαλον γίνεται τοῖς ὁρῶσιν· ὅταν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται,
ἀνύποπτον τὸ πρᾶγμα γίνεται. Τὸ δέ, «Οὔπω ἥκει ἡ ὥρα μου», φησίν, οὐχ
ὡς ὑποκείμενος ἀνάγκαις καιρῶν, ἢ ὤρας παρατηρούμενος (πῶς γὰρ ὁ
Ποιητὴς τῶν χρόνων καὶ τῶν αἰώνων;) ἀλλ’ ὅτι πάντα μετὰ τοῦ καιροῦ
τοῦ προσήκοντος ἐργάζεται. Ἐπεὶ οὖν ἄδηλος ἦν ἔτι, καὶ ἄγνωστος τοῖς
πολλοῖς, καὶ οὐδὲ τοὺς μαθητὰς πάντας εἶχεν, ἀλλ’ οὐδὲ οἱ ἐν τῷ γάμῳ
αὐτὸν ἐγίνωσκον· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλουν περὶ τοῦ
οἴνου· ἐπεὶ οὖν ταῦτα πάντα ἦν, διὰ τοῦτό φησιν· «Οὔπω ἥκει ἡ ὥρα μου»·
τουτέστιν, ἐπιτήδειος καιρὸς οὐ πάρεστιν. Ἀλλ’ ἔτι ἐνίσταται ἡ τοῦ Ἀρείου
λύττα, δεῖξαι πειρωμένη τὸν Κύριον ὑποκείμενον ὥραις καὶ καιροῖς.
Μανθάνε τοίνυν, ὦ κατάρατε, ὡς εἰ ὑπέκειτο ὥραις, πῶς λοιπὸν ἐποίησε
τὸ θαῦμα; Ἔδει γάρ, κατὰ τὸν σὸν λόγον, ἐπεὶ δουλεύει ὥραις καὶ καιροῖς,
οὔπω δὲ ἧκεν ἡ ὥρα αὐτοῦ, μὴ δυνηθῆναι θαυματουργῆσαι· ἀλλὰ μὴν
ἐθαυματούργησεν· οὐκ ἄρα δουλεύει ὥραις. Ὅρα δέ μοι πῶς οὐκ ἄχρι
τέλους, οὐδὲ διὰ πάντων ἀντιτείνει τῇ Μητρί· ἀλλ’ ἐπιπλήξας μικρόν,
πάλιν τὴν ἀξίωσιν αὐτῆς πληροῖ, τιμῶν αὐτήν, καὶ ἡμῖν τύπους διδοὺς τῆς
πρὸς τοὺς τεκόντας αἰδοῦς.

«Λέγει ἡ Μήτηρ αὐτοῦ τοῖς διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν
δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν ᾿Ιουδαίων,
χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς
ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· Ἀντλήσατε
νῦν, καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν».
Τοῖς διακόνοις λέγει ἡ Μήτηρ· «Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε»· ὥστε
πλείονα γενέσθαι τὴν αἴτησιν, προσελθόντων αὐτῶν καὶ αἰτησαμένων·
ὡς ἂν δειχθῇ, ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι
ἐπιτρέχειν ταῖς θαυματουργίαις διὰ ἔνδειξιν καὶ κενὸν τῦφον. Αἱ δὲ ὑδρίαι
αἱ λίθιναι, εἰς τὸν καθαρισμὸν τῶν Ἰουδαίων ἐχρημάτιζον. Οἱ γὰρ Ἰουδαῖοι
καθ’ ἑκάστην σχεδὸν ἀπεπλύνοντο, καὶ οὕτως ἤσθιον· οἷον, εἰ λεπροῦ
ἥψαντο, εἰ νεκροῦ, εἰ γυναικὶ ὡμίλησαν, ὡς ἀκάθαρτοι λοιπὸν ὄντες
ἀπελούοντο. Ἐπεὶ οὖν ἡ Παλαιστίνη ἄνυδρος ἦν, καὶ οὐκ ἦν πολλαχοὺ
πηγὰς εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὰς ὑδρίας ὕδατος, ὥστε μὴ τρέχειν εἰς
ποταμούς, εἴποτε ἀκάθαρτοι γένοιντο. Οὐχ ἁπλῶς οὖν εἶπεν, ὅτι «κατὰ
τὸν καθαρισμὸν τῶν Ίουδαιων»· αλλ’ ἵνα μή τινες τῶν ἀπίστων
ὑποπτεύσωσιν, ὅτι τρυγία τις ἦν ἐναπομείνασα, εἶτα τοῦ ὕδατος
ἐπιβληθέντος καὶ κερασθέντος, οἶνος λεπτότατος γέγονε, δείκνυσιν, ὅτι
οὐδέποτε ἐκεῖνα γεγόνασιν οἴνου δοχεῖα. Ἆρ, οὖν οὐκ ἠδύνατο καὶ χωρὶς
τοῦ γεμισθῆναι τὰς ὑδρίας ὕδατος δημιουργῆσαι οἶνον ἐξ οὐκ ὄντων;
Ἠδύνατο μέν, ἀλλὰ πολλαχοῦ περικόπτει τὸ μέγεθος τῶν θαυμάτων, ὡς
ἂν εὐπαραδεκτότερα γένοιντο· ἅμα δὲ ἵνα καὶ τοὺς διακόνους μάρτυρας
ἔχῃ τοῦ θαύματος, τοὺς τὸ ὕδωρ ἐπιφορήσαντας ταῖς ὑδρίαις· ἔτι τε ἵνα
μάθωμεν ὅτι αὐτός ἐστιν, ὁ καὶ τὸ τῆς ἀμπέλου ὑγρόν, ὕδωρ πάντως ὅν,
εἰς οἶνον μετασκευάζων. Κελεύει οὖν τοῖς διακόνοις, ἵνα τῷ ἀρχιτρικλίνῳ
δείξωσι τὸ γεῦμα· οὐκ ἀπεικότως, ἀλλ’ ἵνα μή τινες ὑποπτεύσωσιν (17), ὅτι
μεθυόντων σύλλογος ἦν, καὶ διέφθαρτο αὐτοῖς ἡ αἴσθησις, καὶ ὡς
διεφθαρμένοι τῇ μέθῃ ᾤοντο τὸ ὕδωρ οἶνον. Ἵνα τοίνυν μὴ σχῇ χώραν ἡ
τοιαύτη ὑπόνοια, τῷ ἀρχιτρικλίνῳ ἐπιτρέπει τὴν γεῦσιν, τῷ νήφοντι. Καὶ
γὰρ ἐν τοῖς τοιούτοις οἱ τήνδε τὴν διακονίαν ἐμπεπιστευμένοι μάλιστα
νήφουσιν, ἵνα ἐν τάξει καὶ εὐκοσμίᾳ τὰ πάντα διὰ κελεύσματος αὐτῶν
γίνωνται. Ἀλλ’ εὐξώμεθα ταῦτα τελεσθῆναι καὶ ἐφ’ ἡμῖν, νῦν οἷον γάμον
μὲν γενέσθαι, ἤτοι συνάφειαν τοῦ Θεοῦ πρὸς τὴν ἡμετέραν ψυχήν, ἕως ἔτι
ἐσμὲν ἐν τῇ Κανᾷ τῆς Γαλιλαίας, τῷ χωρίῳ λέγω, τοῦ κάτω τούτου καὶ
κατακυλιστοῦ κόσμου, τοῦ ἄλλοτε ἄλλως μετακυλιομένου καὶ
μετακυλίοντος. Ὁ γάμος δὲ οὖτος ἄνευ τῆς παρουσίας Χριστοῦ, καὶ τῆς
μητρὸς αὐτοῦ, καὶ τῶν μαθητῶν, οὐ γίνεται. Εἰ μὴ γάρ τις πιστεύσει εἰς
Χριστὸν τὸν ἐκ Μαρίας γεννηθέντα, καὶ ἐν τοῖς ἀποστόλοις λαλήσαντα,
πῶς συναφθήσεται τῷ Θεῷ; Ἴδωμεν οὖν, τί θαυματουργεῖ ὁ Κύριος ἐν
τοιούτῳ γάμῳ, καὶ τῇ τοιαύτῃ συναφείᾳ τοῦ Θεοῦ πρὸς τὴν ψυχήν. Τὸ
ὕδωρ εἰς οἶνον μεταποιεῖ, τὰς ἓξ ὑδρίας ἡμῶν τὰς λιθίνας πληροῖ. Ὕδωρ
μὲν νοήσαις ἂν τὸ ὑδαρές, καὶ ὑγρόν, καὶ διαλελυμένον ἡμῶν ἔν τε βίῳ
καὶ δόγμασιν· ὑδρίας δὲ ἕξ, τάς τε πέντε αἰσθήσεις, δι’ ὧν ἐν ταῖς πράξεσι
σφαλλόμεθα, καὶ ἕκτην ὑδρίαν τὸ λογιστικόν, δι’ οὗ ἐν τοῖς δόγμασι
σφαλερῶς διακείμεθα. Ὁ τοίνυν Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ λόγος ὁ
εὐαγγελικός, φημί, ἰώμενος τὰ ἡμέτερα σφάλματα, τὰ ἔν τε τῷ πρακτικῷ
καὶ τῷ δογματικῷ, ἤτοι θεωρητικῷ, τὸ ἐντούτοις ὑδαρὲς καὶ εὐδιάλυτον εἰς
οἶνον μετατίθησι, τὸν στύφοντα λέγω καὶ εὐφραίνοντα βίον καὶ λόγον·
καὶ οὕτω πληροῦνται αἱ ἓξ ὑδρίαι ἡμῶν, τούτου τοῦ καλοῦ πόματος· αἵ τε
αἰσθήσεις, ἵνα μὴ κατὰ τὸ πρακτικὸν πταίωμεν, καὶ ὁ λογισμός, ἵνα μὴ ἐν
τοῖς δόγμασι προσπταίσωμεν. Πρόσχες δὲ ὅτι αἱ λίθιναι ὑδρίαι διὰ τὸν
καθαρισμὸν τῶν Ἰουδαίων ἵσταντο ἐκεῖ. Ἰούδας μὲν λέγεται
«ἐξομολόγησις»· καθαρίζεται δὲ ὁ ἐξομολογούμενος διὰ τῶν πέντε
αἰσθήσεων, δι’ ὧν πρότερον ἡμάρτανεν. Ὁ ὀφθαλμὸς εἶδε κακῶς, ἀλλ’
ὀφθαλμὸς πάλιν δακρύει ἐν τῇ ἐξομολογήσει, καὶ οὕτω γίνεται εἰς
καθαρισμόν. Ἤκουσε τὸ οὖς πορνικὰ ᾄσματα, ἀλλ’ αὖθις κλίνεται εἰς
ῥήματα στόματος Θεοῦ· οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. Πάλιν τὸ
λογιστικὸν σφάλλεται ἐν τοῖς δόγμασιν, ἀλλ’ αὖθις καθαίρει την
προτέραν κακίαν, εἰς τὸ ὀρθῶς δογματίζειν μεταπεσόν. Λίθιναι δὲ ὑδρίαι,
ἢ διότι ἀπὸ γῆς ἡμῶν ἡ σύστασις, ἢ διὰ τὸ στεῤῥὰ δεί εἶναι τὰ τοῦ τοιούτου
οἴνου μέλλοντα ἔσεσθαι δοχεῖα, καὶ δυσκατάλυτα. Λιθίνη ὑδρία ἦν τοῦ
Παύλου τὸ λογιστικόν, καὶ ὅταν ἐδίωκε, ζηλωτὴς γὰρ ἦν τῶν πατρικῶν
παραδόσεων ὑπὲρ πάντας τοὺς συνηλικιώτας· καὶ ὅταν ἐκήρυττε,
τοσαύτην γὰρ τὴν ἐν τοῖς λόγοις δύναμιν εἶχεν, ὥστε καὶ τοῖς Λυκεῦσιν
Ἑρμῆς νομισθῆναι, ὡς τοῦ λόγου ἡγούμενος.

«Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει


πόθεν ἐστὶν (οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ) φωνεῖ τὸν
νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν
οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν
οἶνον ἕως ἄρτι».
Ὁ ἀρχιτρίκλινος οὐχὶ τοὺς διακόνους ἐρωτᾷ, ἀλλὰ τὸν νυμφίον. Τίνος
ἕνεκεν; Κατ’ οἰκονομίαν πάντως θείαν. Εἰ γὰρ τοὺς διακόνους ἠρώτησε,
πάντως ἂν ἀπεκάλυψαν τὸ θαῦμα, οὐδεὶς δ’ ἂν αὐτοῖς ἐπίστευσεν. Ἀρχὴ
γὰρ ἦν τῶν σημείων, καὶ οὔπω οὐδεὶς εἶχεν ὑπόληψιν μεγάλην περὶ τοῦ
Χριστοῦ· ὥστε καὶ τῶν διακόνων ἀφηγουμένων τὸ θαῦμα, οὐδεὶς ἂν
ἐπίστευσε. Μετὰ ταῦτα μέντοι ὅτε καὶ ἕτερα σημεῖα ἐπεδείξατο, ἔμελλε
καὶ τοῦτο πιστευθήσεσθαι, καὶ κατὰ μικρὸν οἱ διάκονοι πρὸς πάντας
ἀφηγούμενοι τοῦτο, ἔδοξαν ἂν πιστοί. Διὰ τοῦτο ᾠκονόμησε ὁ Κύριος, μὴ
τοὺς διακόνους ἐρωτηθῆναι, ἀλλὰ τὸν νυμφίον. Οὐχ ἁπλῶς δὲ οἶνον
ἐποίησεν, ἀλλὰ καὶ κάλλιστον. Τοιαῦτα γὰρ τὰ τοῦ Χριστοῦ θαύματα·
πολλῷ βελτίω τῶν διὰ φύσεως τελουμένων. Τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον
γενέσθαι, μάρτυρες οἱ διάκονοι, οἱ ἠντληκότες τὸ ὕδωρ· τοῦ δὲ κάλλιστον
γενέσθαι, ὁ ἀρχιτρίκλινος· ἅπερ πάντα, τοῦ χρόνου προϊόντος, ἔμελλον
κηρυχθέντα πιστωθῆναι βεβαιότερον τοῖς ἀκούουσι. Δύνασαι δὲ νοῆσαι
οἶνον τὸν εὐαγγελικὸν λόγον, ὕδωρ δὲ πάντα τὰ πρὸ τοῦ Εὐαγγελίου·
ὑδαρέστερα γὰρ ἦσαν, καὶ πρὸς τὴν τοῦ λόγου τελείωσιν μὴ φθάνοντα.
Οἷον τί φημι· Δέδωκε νόμους διαφόρους τῷ ἀνθρώπῳ ὁ Κύριος, ἕνα τὸν ἐν
τῷ παραδείσῳ, δεύτερον τὸν ἐπὶ Νῶε, τρίτον τὸν ἐπὶ Ἀβραὰμ τῆς
περιτομῆς, τέταρτον τὸν διὰ τοῦ Μωσέως, πέμπτον διὰ τῶν προφητῶν.
Πάντες οὖν οὖτοι, ὡς πρὸς τὴν τοῦ Εὐαγγελίου ἀκρίβειαν καὶ δύναμιν
συγκρινόμενοι, ὑδαρεῖς εἰσιν, εἴτις ἁπλῶς αὐτοὺς καὶ κατὰ τὸ γράμμα
νοεῖ. Εἰ δ’ ἐμβαθύνας τῷ πνεύματι, κατανοήσει τὰ κεκρυμμένα, εὑρήσει τὸ
ὕδωρ οἶνον γεγενημένον· τὰ γὰρ ἁπλῶς λεγόμενα καὶ κατὰ τὸ γράμμα
νοούμενα τοῖς πολλοῖς, ὕδωρ ὄντα, πάντως ὁ πνευματικῶς ἀνακρίνων,
εὑρήσει οἶνον κάλλιστον, ὕστερον πινόμενον, καὶ τηρούμενον παρὰ τοῦ
νυμφίου Χριστοῦ· ἐπεὶ καὶ ἐν ἐσχάτοις καιροῖς ἐδείχθη τὸ Εὐαγγέλιον.

«Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας,
καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ
αὐτοῦ».

Ὅτι μὲν μετὰ τὸ βάπτισμα ἤρξατο τῶν σημείων ὁ Κύριος, καὶ πρότερον
εἰρήκαμεν. Ἔοικε δὲ καὶ πρῶτον σημεῖον ττοῦτο ποιῆσαι τό του οἴνου.
Φησὶ γάρ· «Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων». Ἀλλ’ ἐρεῖ τις, ὅτι εἰ
καὶ ἀρχή ἐστι τῶν σημείων αὕτη, ἀλλ’ οὐχὶ πάντων, ἀλλὰ τῶν ἐν Κανᾷ
τῆς Γαλιλαίας. Διάφορα γάρ, φησίν, θαύματα ποιήσαντος ἐν Κανᾷ, αὕτη
ἐστὶν ἡ ἀρχή. Ταῦτα μὲν εἴποι τις ἄν· ἡμεῖς δέ, καίτοι πολλὰ ἔχοντες πρὸς
τὸ δεῖξαι, ὅτι καὶ πάντων τῶν σημείων ἐστὶν ἀρχὴ (καὶ γὰρ τό,
«Ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ τὸ «Ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ
αὐτοῦ», ἐνδείκνυνται, ὅτι ἕτερον πρὸ τούτου θαῦμα οὐκ ἐποίησεν·
ἀπ’ ἐκείνου γὰρ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ), ὅμως οὐ διαφερόμεθα, εἴτε
τοῦτο πρότερον, εἴτε ἕτερον γέγονε. Πῶς δὲ ἄρα ἐφανέρωσε τὴν δόξαν
αὐτοῦ; Οὐδὲ γὰρ πολλοὶ προσεῖχον τῷ γενομένω, οὐδὲ ἐνώπιον δήμου
γέγονεν. Ἀλλ’ εἰ καὶ μὴ τότε, ἀλλ’ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι
πάντες· ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται, καὶ οὐ διέλαθε. Τὸ δέ, «Οἱ μαθηταὶ
αὐτοῦ ἐπίστευσαν εἰς αὐτόν», οὕτω νόησον, ἀντὶ τοῦ, πίστιν περισσοτέραν
καὶ βεβαιοτέραν ἔλαβον εἰς αὐτόν· ἐπεὶ καὶ πρότερον πάντως ἐπίστευον,
ἀλλ’ οὐχ οὕτω βεβαίως.

«Μετὰ τοῦτο κατέβη εἰς Καπερναοὺμ αὐτός, καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ
ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ· καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας, καὶ πρόβατα, καὶ περιστεράς,
καὶ τοὺς κερματιστὰς καθημένους. Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων,
πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα, καὶ τοὺς βόας· καὶ τῶν
κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, καὶ τὰς τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς
περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον
τοῦ Πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ, ὅτι
γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με».

Κατέρχεται εἰς Καπερναοὺμ ὁ Κύριος, οὐδεμιᾶς ἄλλης χρείας ἕνεκεν, ἀλλ’


ἢ τοῦ ἀποκαταστῆσαι τὴν μητέρα αὐτοῦ ἐκεῖ, ἵνα μὴ πανταχοῦ αὐτὴν
ἐφέλκηται. Ἐπεὶ γὰρ διὰ τὸν γάμον ἦλθον εἰς Κανᾶ, τοῦ γάμου
παρελθόντος, ἐπανάγει τὴν μητέρα εἰς τὸν ἐν Καπερναοὺμ οἶκον αὐτῆς.
Δῆλον δὲ τοῦτο, ὅτι διὰ ταύτην τὴν αἰτίαν κατέβη εἰς Καπερναούμ, ἐκ τοῦ
μήτε πολλὰς μεῖναι ἐκεῖ ἡμέρας, μήτε θαύματα ἐν αὐτῇ ποιῆσαι. Ἀπίστως
γὰρ εἶχον πρὸς αὐτὸν οἱ τὴν πόλιν ταύτην οἰκοῦντες· διὸ καὶ ἀλλαχοῦ ὁ
Κύριος ταλανίζει αὐτήν. Διὰ δὲ τοῦ εἰπεῖν ὁ εὐαγγελιστής, ὅτι «Ἦν ἐγγὺς
τὸ Πάσχα», δείκνυσιν ὅτι οὐ πρὸ πολλῶν ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο.
Ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα, ποιεῖ πρᾶγμα πολλῆς αὐθεντίας γέμον. Τοὺς
γὰρ πωλοῦντας τὰ πρόβατα, καὶ τοὺς βόας, ἐκβάλλει. Εἰ δὲ καὶ ὁ
Ματθαῖός φησι τοῦτο πεποιημέναι αὐτόν, ἀλλ’ ἴσθι ὡς οὐχ ἅπαξ τοῦτο
ἐποίησεν, ἀλλὰ τὸ μὲν παρὰ τῷ Ματθαίῳ, ἐγγὺς τοῦ πάθους ποιεῖ· τὸ δὲ
παρὰ τῷ Ἰωάννῃ, τῶν σημείων ἀρχόμενος· διὸ ἐνταῦθα ἀφειμένως εἶπε·
«Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου». Ἀρχὴ γὰρ τέως
ἦν τῶν σημείων, καὶ οὔπω τοσαύτη παῤῥησία ἦν αὐτῷ ἀπὸ τῆς τῶν
σημείων ἐπιδείξεως. Ἐκεῖ δέ, παρὰ τῷ Ματθαίῳ, φημί· «Μὴ ποιεῖτε, φησί,
σπήλαιον ληστῶν». Φανερῶς γὰρ λῃστὰς αὐτοὺς ὠνόμασε, ὡς ἐξ ἀδίκων
κερδαίνοντας πόρων. Ὅταν γάρ τις τὸ ὀλίγου τιμώμενον πολλοῦ
τιμήματος ἀξιοῖ, καὶ ἀπὸ πενήτων τυχὸν καὶ χηρῶν τὸ κέρδος ἐρανίζηται
(ὡς ἐπὶ τὸ πολὺ γὰρ οὗτοι οἱ τὰ χρειώδη ἐξωνούμενοι, καὶ πιπράσκοντες),
τὶ ἄλλο, ἢ ἔργον λῃστοῦ ποιεῖ, ἐκ συμφορῶν ἑτέρων κέρδη
πραγματευόμενος; Τίνος δὲ ἕνεκεν ὅλως ἐκβάλλει τοὺς τοιούτους ἐκ τοῦ
ἱεροῦ; Οὐκ ἀλόγως· ἀλλ’ ἐπεὶ ἔμελλεν ἐν Σαββάτῳ θεραπεύειν, καὶ
παραλύειν τὸν νόμον, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, διορθοῦται ἐντεῦθεν
τὴν τοιαύτην ὑπόληψιν. Οὐ γὰρ ἂν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ
τοῦ οἴκου, τὸν τουῦοἴκου δεσπότην τὸν Θεὸν ἠθέτησεν. Οὐ γὰρ ἁπλῶς
ἐξέβαλεν, ἀλλὰ καὶ φραγγελίῳ πλεκτῷ τύπτων, καὶ ἀνατρέπων τὰς
τραπέζας, καὶ τὸ κέρμα, ἤτοι τὸ νόμισμα τῶν κολλυβιστῶν, ἐκχέων, καὶ
ἔργῳ παρακεκινδυνευμένῳ ἐπιχειρῶν. Οὐκ ἂν οὖν ὁ εἰς κίνδυνον ῥίπτων
ἑαυτὸν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, παρέλυε τὸν νόμον τοῦ Θεοῦ ὡς
ἀντίθεος, ἀλλὰ πάντως ὡς Υἱὸς ὤν, καὶ τὴν ἴσην ἐξουσίαν ἔχων τῷ Θεῷ
καὶ Πατρί, τῷ καὶ τὸν περὶ τοῦ Σαββάτου νόμον δόντι. Διὸ οὐδὲ εἶπε· Τὸν
οἶκον τοῦ Θεοῦ, ἀλλά, «Τὸν οἶκον τοῦ Πατρός μου»· δεικνύων ὅτι
ἐξουσιάζει, ὡς Υἱός, τῶν του Πατρὸς πάντων. Κολλυβισταὶ δέ εἰσιν οἱ τὰ
λεπτὰ νομίσματα πωλοῦντες, ἤτοι τοὺς νούμμους. Κόλλυβος γὰρ λέγεται
τὸ λεπτὸν νόμισμα παρ’Ἕλλησιν, ὃ Ῥωμαῖοι νοῦμμον ὀνομάζουσι. Πολλοὶ
καὶ τῶν ἀρχιερέων ἁμαρτάνουσι τοιαῦτα, οἷα τότε οἱ κάπηλοι, τοὺς βόας
πωλοῦντες ἐν τῇ Ἐκκλησίᾳ, λέγω δή, τοὺς ἐν λόγῳ διδασκαλικῷ
διαπρέποντας μὴ περιποιούμενοι, ἀλλ’ ἐκδιδόντες τοῖς κακουργεῖν
βουλομένοις· ἀλλὰ καὶ τὰ πρόβατα, τὸν ἀφελέστερον καὶ κοινὸν λαόν, καὶ
τὰς περιστεράς, τὰ πνευματικά φημι χαρίσματα πιπράσκοντες, καὶ τοὺς
πλείονα διδόντας, τοῖς μείζοσι βαθμοῖς ἐγκατατάττοντες· οὓς ὁ Κύριος
ἐκβάλλει τοῦ ἱεροῦ, ἀναξίους τῆς ἀρχιερωσύνης κρίνων. Ἀλλὰ κἄν τις
κέρμα καὶ νόμισμα, ἤτοι δόγμα καὶ λόγον, πωλῇ, καὶ τυχὸν διδάσκαλος
ὤν, οὐ καταγγέλλει τὸν λόγον, εἰ μὴ κέρδος ἔχει, καὶ τούτου τὴν τράπεζαν
ἀνατρέπει ὁ Κύριος, τὸν θρόνον λέγω τῆς διδασκαλίας, καὶ τὸν λόγον, ὃν
ἐκεῖνος συνέχει διὰ κακίαν, μὴ διδοὺς αὐτὸν πᾶσιν, ὃν ὁ Κύριος Ἰησοῦς
ἐκχέει διὰ φιλανθρωπίαν, καὶ τοῖς λαοῖς δίδωσιν, ἐκεῖνον μὲν παραλύων
τῆς ἀρχῆς, ἄλλον δὲ ἄξιον ἐπὶ τὸν τῆς διδασκαλίας θρόνον καθίζων.
Ἐμνήσθησαν δὲ οἱ μαθηταί, ὅτι γεγραμμένον ἐστίν· «Ὁ ζῆλος τοῦ οἴκου
σου κατέφαγέ με». Κατὰ βραχὺ γὰρ τὴν ἐπὶ τὸ κρεῖττον ἐπίδοσιν
λαμβάνοντες, ἤδη καὶ τῶν Γραφῶν ἀναμιμνῄσκονται, κἀκεῖθεν τὰς
μαρτυρίας λαμβάνοντες, βεβαιοτέραν τὴν περὶ Χριστοῦ γνῶσιν
καθιστῶσιν ἑαυτοῖς.

You might also like