You are on page 1of 3

1 Παροιμίαι καὶ γνῶμαι.

Δειλότερος τῶν λαγῴων

Λευκότερον χιόνος

Ὤτων πιστότερον ὀφθαλμοί

Γλυκύτερον μέλιτος

Ἥδιστον ἀκρόαμα ἔπαινος

Ταχὺς ὁ ἵππος, θάττων δ’ ὁ ἄνεμος, τάχιστος δ’ὁ νοῦς.

2 Ἡ Ἀθηναίων πόλις πλεῖστα καὶ κάλλιστα θεάματα τοῖς ξένοις παρέχει.

3 Οἱ μὲν Πέρσαι πλείους τῶν Ἑλλήνων ἦσαν ἐν Μαραθῶνι, οἱ δ’ Ἕλληνες τῶν

Περσῶν βελτίους.

4 Ὁ θάνατος κοινὸς μὲν καὶ τοῖς χειρίστοις καὶ τοῖς βελτίστοις ἐστίν,

φοβερώτερος δὲ τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς.

5 Φύλλα πλείω καὶ καλλίω ἐστὶ τῶν ἀγρίων ἢ τῶν ἡμέρων φυτῶν.

6 Μέτρον ἐν πᾶσιν ἄριστον.

7 Ἡ φύσις αὐτὴ ἀποφαίνει ὅτι δίκαιόν ἐστι τὸν ἀμείνω τοῦ χείρονος ἄρχειν καὶ

πλέον ἔχειν.

8 Ὦ ἄριστε ἀνδρῶν, Ἀθηναῖος εἶ, πόλεως τῆς μεγίστης καὶ εὐδοκιμωτάτης.


9 Βέλτιστον τὸν μέτρον.

10 Καὶ λέγουσιν ὡς Σωκράτης τίς ἐστι μιαρώτατος καὶ διαφθείρει τοὺς νέους.

11 Διογένης ἔλεγεν˙ «Οἱ μὲν ἄλλοι κύνες τοὺς ἐχθροὺς δάκνουσιν, ἐγὼ δὲ τοὺς

φίλους.

12 Τῶν Ἑλλήνων οἳ μὲν ὑπ΄ Ἀθηναίοις, οἳ δ΄ ὑπὸ Λακεδαιμονίοις ἦσαν.

13 Μὴ τήνδε τὴν χεῖρα τεῖνε, ἀλλὰ τὴν ἑτέραν.

14 Ὥπερ ἐσθὴς ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ καλὴ, οὕτω καὶ ὀσμὴ ἄλλη

μὲν ἀνδρί, ἄλλη δὲ γυναικὶ πρέπει.

15 Ἄλλα ἄλλοις ἐστὶν ἡδέα.

16 Οἱ στρατιῶται γνώμας ἄλλοι ἄλλας ἔλεγον.

17 Εἰς τὴν ἄλλην Σικελίαν πέμπουσιν τὴν στρατιάν.

18 Μὴ πίστευε μηδετέρῳ τῶνδε ψευδῶν ἀνδρῶν.

19 Ἄλλοι λέγουσι καὶ ἄλλους τινὰς πόρους εἷναι.

20 Τὸ τεῖχος ὑψηλότατόν ἐστιν˙ οὐδέ δύο ἄνθρωποι, ὁ ἕτερος ἐπί τῷ ἑτέρῳ, τὴν

ὑψηλότητα αὐτοῦ ὑπερέχουσιν.

21 Πάντες ἄνθρωποι ἐπιστευον ἐκείνῳ.


22 Ὁ Κλέαρχος παρὰ τοὺς ὅρκους ἔλυσε τὰς σπονδάς.

23 Ὦ ἰατρέ, θεράπευσον σεατόν.

24 Ἀλέξανδρος, θύσας τῷ Ἀχιλλεῖ, ἐδάκρυσε.

25 Οἰδίπους, λύσας τὸ τῆς Σφιγγὸς αἴνιγμα, ἐβασίλευσεν ἐν ταῖς Θήβαις.

26 Προσήκει παῦσαι τὸν θόρυβον.

27 Τὴν τοῦ καθύπνου ἐμπόρου θύραν τῇ ἐμῇ βακτηρίᾳ σφόδρα ἔκρουον.

28 Ὁ Ζεὺς τὴν Ἀθηνᾶν ἔφυσεν ἐκ τῆς ἑαυτοῦ κεφαλῆς.

29 Βούσιρις τοὺς ξένους ἔθυεν ἐπὶ τῷ βωμῷ τοῦ Διὸς τοῦ Αἰγυπτίου.

30 Μετὰ τὸν Θησέως θάνατον, οἱ Ἀθηναῖον ἵδρυσαν τὸ Θησεῖον καὶ οἱ πολῖται

τὸν Θησέα ὡς θεὸν ἱκέτευον.

You might also like