You are on page 1of 1

Τάξη Β, ενότητα 7η

Αρχαίο κείμενο Μετάφραση

1 Ἅπαντες ἐπιστάμεθα ὅτι Ἀγησίλαος,

2 ὅπου ᾤετο τὴν πατρίδα τι ὠφελήσειν,

3 οὐ πόνων ὑφίετο, οὐ κινδύνων ἀφίστατο,

οὐ χρημάτων ἐφείδετο, οὐ σῶμα, οὐ γῆρας


4
προὐφασίζετο,
ἀλλὰ καὶ βασιλέως ἀγαθοῦ τοῦτο ἔργον
5
ἐνόμιζε,

6 τὸ τοὺς ἀρχομένους ὡς πλεῖστα ἀγαθὰ ποιεῖν.

7 Ἐν τοῖς μεγίστοις δὲ ὠφελήμασι τῆς πατρίδος

8 καὶ τόδε ἐγὼ τίθημι αὐτοῦ,

9 ὅτι δυνατώτατος ὤν ἐν τῇ πόλει

10 φανερὸς ἦν μάλιστα τοῖς νόμοις λατρεύων.

11 Τὶς γὰρ ἂν ἠθέλησεν ἀπειθεῖν

12 ὀρῶν τὸν βασιλέα πειθόμενον; […]

13 Ὃς καὶ πρὸς τοὺς διαφόρους ἐν τῇ πόλει

14 ὥσπερ πατὴρ πρὸς παῖδας προσεφέρετο.

15 Ἐλοιδορεῖτο μὲν γὰρ ἐπὶ τοῖς ἁμαρτήμασιν,

16 ἐτίμα δ’ εἴ τι καλὸν πράττοιεν,

17 παρίστατο δ’ εἴ τις συμφορὰ συμβαίνοι,

18 ἐχθρὸν μὲν οὐδένα ἡγούμενος πολίτην,

19 ἐπαινεῖν δὲ πάντας ἐθέλων,

20 σῴζεσθαι δὲ πάντας κέρδος νομίζων,

ζημίαν δὲ τιθεὶς εἰ καὶ ὁ μικροῦ ἄξιος


21
ἀπόλοιτο.

You might also like