Professional Documents
Culture Documents
Οδυσσέας Γκιλής. ΛΟΙΜΩΔΕΙΣ ΝΟΣΟΙ. ΛΟΙΜΩΞΗ.αποσπάσματα Από Αρχαία Κείμενα. 2020.
Οδυσσέας Γκιλής. ΛΟΙΜΩΔΕΙΣ ΝΟΣΟΙ. ΛΟΙΜΩΞΗ.αποσπάσματα Από Αρχαία Κείμενα. 2020.
Οδυσσέας Γκιλής
Επιμέλεια
ΛΟΙΜΩΔΗΣ ΝΟΣΟΣ
ΛΟΙΜΩΔΗ
ΛΟΙΜΩΞΗ
Θεσσαλονίκη 2020
2
3
Εισαγωγικό σημείωμα
Περιεχόμενα
Εισαγωγικό σημείωμα..............................................................................................................3
Λεξικόν Δημητράκου τόμος Θ΄. Σελ. 4374................................................................................4
Λοιμός......................................................................................................................................4
Λοιμώδης Λοίμωξις, λοιμώσσω................................................................................................5
Χρονολογική ταξινόμηση αποσπασμάτων...............................................................................5
Αποσπάσματα από αρχαία κείμενα.......................................................................................23
ΛΟΙΜΩΔΗΣ ΝΟΣΟΣ...............................................................................................................231
ΛΟΙΜΟΥ................................................................................................................................248
Περί λοιμώδους....................................................................................................................250
ΠΕΡΙ ΠΑΝΔΗΜΩΝ ΝΟΣΗΜΑΤΩΝ..........................................................................................257
ΕΥΡΕΤΗΡΙΟΝ.........................................................................................................................263
4
Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου,
τὸ ἔτος λοιμῶδες γίνεται; ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομ- (5)
βρον τὸ ἔτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι;
οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἴκησις γίνεται. νοσώδης δὲ ἡ
Καὶ γὰρ πολὺν οἶνον πίνειν ἔστι, καὶ διὰ κρᾶσιν σώ- (5)
ματος, καὶ διὰ κατάστασιν ἀέρος, ὥσπερ πρὸ κυνὸς,
καὶ ὑπὸ κύνα, καὶ διὰ λοιμῶδες χωρίον. Εἰ δὲ μὴ
οὕτως ποιοῦμεν, ὥστε τὰς μὲν πράξεις αὐτὰς, ὡς ἔχουσι,
κρίνειν, καὶ λέγειν, ὅτι ταχὺ, ὅτι πολὺ, τὴν δὲ ποιότητα
τρόπων ἀνδρός.
ΙΕʹ. Περὶ δωροδοκίας. (20)
Ιϛʹ. Περὶ δημηγερτῶν λοιμῶν· καὶ ὅτι χρὴ φεύγειν
καὶ ἐκκλίνειν τὰς τοῦ δήμου ἀνασοβὰς καὶ ἀσυμ-
φωνίας.
21
πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι
τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παρα-
φόρους λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ
νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ
πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε· τότε γὰρ ὥσπερ ἐν
σκάφει
ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ' ἀπωλείᾳ
31
κατασκήπτοντος,
ἔαρος δὲ καὶ μετοπώρου, τοῦ μὲν πρὸς εὐκαρπίαν ἐστειρωμένου, τοῦ
δὲ πρὸς νοσημάτων γενέσεις εὐτοκίᾳ χρωμένου; πάντα μὲν οὖν ἀνα
Φίλων Ιουδαίος De vita Mosis (lib. i-ii) Book 1, section 133, li. 6
Φίλων Ιουδαίος De vita Mosis (lib. i-ii) Book 1, section 236, li. 4
[ΑΙΣΧΙΝΟΥ] ΕΠΙΣΤΟΛΑΙ
γίνεται μὲν γάρ ποτε καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς ἐπι-
τηδείους πρὸς σῆψιν ὑπάρχοντας, ὅταν ἀφορμήν τινα βρα-
χεῖαν ἐκ τοῦ περιέχοντος εἰς ἀρχὴν πυρετοῦ λάβῃ τὸ ζῶον·
ὡς τὰ πολλὰ δὲ ἐκ τῆς ἀναπνοῆς ἄρχεται τοῦ πέριξ ἀέρος ὑπὸ
σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ ἀρχὴ τῆς
σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστι μὴ καυθέντων, ὡς ἐν
πολέμοις εἴωθε συμπίπτειν· ἢ ἐκ τελμάτων τινῶν, ἢ λιμνῶν
ἀναθυμιάσεις ὥρᾳ θέρους· ἔστι δ' ὅτε κατάρχει μὲν ἄμετρος
θερμασία τοῦ περιέχοντος, ὡς ἐπὶ τοῦ καταλαβόντος Ἀθη-
ναίους λοιμοῦ, καθά φησιν ὁ Θουκυδίδης·
εἰς τὰ παρόντα τῆς τοιαύτης δεῖ λεπτολογίας, εἴτε γὰρ εἰς δύο
τέμνεις ὀνόματα τὸ σύμπαν, ἴασιν καὶ προφυλακὴν, εἴτε εἰς
ἓν ἄμφω συνάγεις, ἴασιν ὀνομάζων, οὐ μικρὸν τεκμήριόν
ἐστι τοῦ μὴ πάσχειν ὁμοίως ὑπὸ τῆς τοιαύτης αἰτίας ἅπαντας
ἡ τῶν κωλυθέντων ἁλῶναι τοῖς ἐπιδημίοις τε καὶ λοιμώδεσι
νοσήμασι διάθεσις. εἷς μὲν γὰρ καὶ πρῶτος σκοπός ἐστιν ἐπὶ
πάντων κοινὸς, ἀπέριττον ὅτι μάλιστα καὶ εὔπνουν εἶναι τὸ
σῶμα· δεύτερος δὲ ἐφεξῆς τῷδε, ὡς πρὸς τὴν δυναστεύουσαν
αἰτίαν ἀπομάχεσθαι ὡς δυνατόν. ὅσοις δὲ τἀναντία τούτων
ὑπάρχει, τάχιστά τε πάσχουσι καὶ μάλιστα κάμνουσιν. ἐπεὶ
δὲ τῶν λοιμωδῶν ἐμνημόνευσα πυρετῶν ὑπὸ σηπεδόνος ἁπάν-
των γινομένων, ἄξιον ἐπιστάντα τὸν λόγον ἐν τῷδε δια-
σκέψασθαι περὶ παλαιοῦ δόγματος, ἅπαντα πυρετὸν ἐπὶ τῇ
42
μοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα γεγονέναι
μετὰ τοῦ καὶ διδάξαι περὶ τῆς τῶν χυμῶν φύσεως· τὸ δὲ ἀπὸ τοῦδε
ποικίλον τοῦτό ἐστιν· τὸ μὲν γὰρ πρῶτον αὐτοῦ μέρος διακρίνει τὰς
σποραδικὰς ὀνομαζομένας νόσους ἀπὸ τῶν ἐπιδημίων τε καὶ λοιμωδῶν
ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένους ἐν τῷ καθόλου διδάσκει, τὸ
δὲ μετ' αὐτὸ φλεβῶν ἀνατομὴν διέρχεται, κἄπειτα περὶ νοσημάτων ἐστὶ
ποικίλη διδασκαλία· καὶ μετ' αὐτὴν ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμ-
μένη, κἄπειθ' ἑξῆς ὅπως ἄν τις τοὺς παχυτέρους ἀνθρώπους λεπτύ-
νειεν ἢ τοὺς λεπτοτέρους σαρκώσειεν, οἷς ἔζευκται διδασκαλία περὶ ἐμέ-
των, εἶτά τις ὑπογραφὴ διὰ βραχέων διαίτης παιδίων καὶ μετὰ ταύτην
γυναικῶν, εἶτα τῶν γυμναζομένων, εἶτ' ἐπὶ τέλει πρόσκειται διὰ στίχων
ὡς δέκα περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσερριμμένον.
εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν διεσκεύασται καὶ σύγ-
κειται σχεδὸν εἰς ἑξακοσίους στίχους ἢ βραχύ τι ἧττον ἐκτεταμένον.
ματα καθ' ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνο-
μάζουσιν, ὅταν δ' ἐπιεικέστερα, ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν ἐπί-
δημα καλοῦντες· ὥστ' εἶναι τὸ μὲν ἐπίδημον Νόσημα τὸ κατὰ χρόνον
τινὰ πλεονάσαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔστι
δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, τὰ ἔνδημα καλούμενα.
σπανιώ-
τερον μὲν ἐπίδημά τε καὶ λοιμικὰ γίνεται νοσήματα, τὰ δ' ὑπ' αὐτοῦ
καλούμενα σποραδικὰ συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενή-
σεται, καθάπερ ὑπὲρ τῶν ἐπιδήμων μὲν ἐν τοῖς τῶν Ἐπιδημιῶν βι-
βλίοις, τῶν ἐνδήμων δὲ κατὰ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων.
ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶλοιμωδῶν, ἐπειδὴ
τῶν ἐπιδήμων ἓν ὑπάρχον αὐτὸ δι' ἐκείνων ἐδίδαξεν.
Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώ-
σκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλας. |
Τοὺς εἰς ταῦτα τὰ νοσήματα διαφέροντας τῶν πέλας ἰατροὺς οὐ
πάντῃ γινώσκειν τοὺς ἰδιώτας φησίν· δῆλον δ', ὅτι τὰ ὀξέα λέγει, περὶ
ὧν προειρήκει.
Οὐκ ‘αὐτοὶψόφου καθαπτόμενοι‘ βέλτιον ἦν εἰπεῖν, ἀλλ' ‘ὧν ὁ
ψόφος καθάπτεται’. τὸ μέντοι λεγόμενον ἀληθές ἐστιν· ὑπὸ γὰρ τῶν
ψόφων θορυβοῦνται παραπλησίως τοῖς δειλοῖς, ὅταν ἐξαίφνης ἀκούσωσι
μεγάλης βροντῆς ἢ θηρίον τι θεάσωνται πλησίον. ἀλλὰ καὶβραχυπόται
πάντες εἰσὶν οἱ φρενιτικοί, καίτοι διάθεσιν ἔχοντες θερμὴν καὶ ξηράν,
ὥστε καὶ τὴν γλῶτταν ἔχειν διὰ τὴν πολλὴν ξηρότητα τραχεῖαν. ἐδί-
δαξε δὲ ὁἹπποκράτης ἡμᾶς, ὅτι τούτοις ἡ γνώμη νοσεῖ, κατὰ τὸν
Ἀφορισμόν, ἐν ᾧ φησιν· “ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ
τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσεῖ”. καὶ μέντοι κἀν
τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ λοιμώδει καταστάσει περὶ τῶν φρενι-
τικῶν αὐτὸς εἶπεν· “ἄδιψοι δὲ οὗτοι πάνυ ἦσαν”. τρομώδεις δὲ οὐ πάν-
τες ἐγίνοντο οἱ φρενιτικοί, ἀλλ' οἱ χείριστα διακείμενοι, καθάπερ εἴρηται
καὶ πρόσθεν. ἔνιοι δὲβραχυπόπται γράψαντες ἀξιοῦσιν ἀκούειν τοὺς
ὑποτοπουμένους τὰ βραχύτατα· καὶ τοῦτο μαρτυρεῖν φασι τὸψόφου
καθαπτό|μενοι, τουτέστι ταραττόμενοι διὰ τὸ καὶ βραχύτατα ὑπο-
τοπεῖσθαι, τουτέστιν ὑποπτεύειν.
ὀλέθρια νοσήματα καὶ πέμπουσί γε πολλάκις εἰς θεοὺς περὶ τῆς ἰάσεως
αὐτῶν πυνθανόμενοι. [οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν,
ἀλλὰ καὶ κατὰ τὸ Προγνωστικόν, ἐν ᾧ φησι· “χρὴ δὲ καὶ τὰς φορὰς
τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ
λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν.” ἐν αὐτοῖς δὲ τοῖς τῶν Ἐπι-
δημιῶν ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ· “ἐπεδήμησαν δὲ καὶ
δυσεντερίαι κατὰ θέρος πολλαί·” ποτὲ δὲ “καὶ ἄλλαι πυρετῶν
Ἐγὼ μὲν ἀπηλλάχθαι τελέως ἐβουλόμην ἤδη τῆς περὶ τοὺς χα-
ρακτῆρας ἀδολεσχίας. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων πολλοὶ συντελεσθῆναι
τὸν λόγον ἅπαντα ποθοῦσιν ἐμοί τε πολὺ μέρος ἤδη τῆς φλυαρίας
ταύτης διήνυσται, | προσθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήσω. προῃρούμην
μὲν οὖν, ὥσπερ εἴωθα τοὺς μηδὲν συντελοῦντας εἰς τὴν τέχνην λόγους
ἰδίᾳ γράφειν, οὕτως καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι κατὰ μόνας γε-
γραμμένον, ἵν' ἔχοιεν οἱ καὶ τὰ τοιαῦτα περιεργάζεσθαι βουλόμενοι
σχολάζειν ἀχρήστοις φλυαρίαις. ἐπεὶ δ' ὁρῶ προεληλυθὸς ἤδη τὸ
δεύτερον ὑπόμνημα τοῦτο καὶ μῆκος ἀξιόλογον εἰληφός, ὥς με δύνασθαι
μηκέτι κατ' αὐτὸ τούς θ' ὑπολοίπους ἀρρώστους ἐξηγήσασθαι καὶ
προσθεῖναι τὴν λοιμώδη κατάστασιν ἐφεξῆς γεγραμμένην αὐτῶν, οὐ
μὴν οὐδὲ διασπάσαι βούλομαι τὴν τῆς καταστάσεως ἐξήγησιν, ὡς μέρος
μὲν αὐτῆς κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα, τὸ δ' ὑπόλοιπον ἐν τῷ
μετ' αὐτό, διὰ τοῦτο καὶ τὸν περὶ τῶν χαρακτήρων λόγον ἐν τῷδε
συμπληρώσω, περιλαμβάνων τοῦτον τὸν πολὺν λῆρον. ἐὰν γὰρ ὅσα
λέλεκται τοῖς γράψασι περὶ τῶν χαρακτήρων τούτων εἰς ἐξέτασιν ἄγω
διακρίνων τά τ' ὀρθῶς εἰρημένα καὶ τὰ μὴ τοιούτως, οὐχ ἑνός,ἀλλὰ
τριῶν εἰς τοῦτο δεήσομαι βιβλίων.
Ἐπειδὴ βέλτιον ἔδοξεν εἶναι τὴν λοιμώδη κατάστασιν εἰς τὸ τρίτον
ὑπόμνημα φυλάξαι, προσθήσω τοῖς προειρημένοις ἔνια τῶν ἠμφισβητη-
μένων τοῖς ἰατροῖς περὶ τῶν προσγεγραμμένων σημείων τῇ διηγήσει
τοῦδε τοῦ μειρακίουτοῦ κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανόντος.
ὁ μὲν γὰρΖήνων ἔγραψε τούσδε τοὺς χαρακτῆρας· πρῶτον μὲν
ἁπάντωντὸ πεῖ, τὴν διὰ μέσου γραμμὴν εὐθεῖαν ὀρθὴν
ἔχον, ὃ τοῦ πιθανοῦ σημεῖον διὰ παντὸς εἶναι γέγραπται,
δεύτερον δὲτὸ ξ καὶ τρίτον ἐπ' αὐ|τῷτὸ ζ καὶ τέταρτοντὸ θ,
τὸ μὲν οὖνζῆτα τὴν ἑβδόμην ἡμέραν δηλοῦν φησι, τὸ
δὲ θ τὸνθάνατον. ἀλλὰ ταῦτα μὲν ἐπὶ πάντων κοινά.τὸ δὲ ξ τοῦ
ξένου σημεῖον εἶναι βούλεται.ξένον δέ τι γεγονέναι φησὶτῷ
λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντοςἹπποκράτους, ὅσα
πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά ἐστιν ἐν τοῖς ἔμπροσθεν
ὑφ' ἡμῶν ἐξηγηθεῖσι διὰ κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις
αὐτοῦ παραγενήσομαι. πρῶτον μὲν οὖν ὅτι κατάστασιν οὐ μόνον τὴν
παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν ἰδέαν ἅπαντος
πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν· εἶθ' ὅτι κατὰ φύ-
σιν ἐστί τις ἑκάστῃ κρᾶσις τῶν ὡρῶν· | εἶθ' ὅτι διὰ τὴν εἰς τὸ παρὰ
φύσιν ἐκτροπὴν αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίγνεται τὰ νοσήματα.
σὺν τούτοις δ' ἀναμνησθῶμεν ὧν ἐν τοῖς Ἀφορισμοῖς ἔγραψεναὐτὸς
λέγων ὧδε· “τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ
τῶν ἐπομβριῶνεἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. νοσήματα
Φθινώδεες πολλοί.
Λέλεκταί μοι καὶ πρόσθεν, ὡς τοῦ καταρρυέντος ἐκ τῆς κεφαλῆς
εἰς τὴν φάρυγγα τὸ διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν
ἀφικόμενον κατὰ τὸν πνεύμονα τὰς τοιαύτας διαθέσεις εἰργάσατο.
Τὰ μὲν ἐπιδημήσαντα νοσή-
ματα ταῦτα.
Τῶνἐπιδημίων νοσημάτων ἕν τι καὶ τὸ λοιμῶδές ἐστιν, ὡς
κἀν τῷ Περὶ διαίτης ὀξέων ἐλέγετο· “ὅταν γὰρ μὴ λοιμώδεος νούσου
τρόπος τις κοινὸςἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι.” οὐ
γὰρ δὴ νοσήματός τινος ὄνομά ἐστινἐπίδημον ἢ λοιμῶδες, ἀλλ'
ὅτιπερ ἂν ἅμα πολλοῖς ἐν ἑνὶ γένηταιχρόνῳ τε καὶ χωρίῳ, τοῦτ'
ἐπίδημον ὀνομάζεται. προσελθόντος δ' αὐτῷ τοῦ πολλοὺς ἀναιρεῖν,
λοιμὸς γίγνεται. |
Ἑκάστου δὲ τῶν ὑπογεγραμ-
μένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον πολλοί.
συνέπιπτε δ' ἐφ' ἑκάστοισι τούτων ὧδε.
Τῶν δὲ οὕτως ἐχόντων πολλοὶ
μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα δι-
ῆγεν. Ὡς δ' ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ
μακρὰ νοσέοντες καὶοἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην
ἀπέθνῃσκον μάλιστα.πάντας γὰρ κοιλίη συναπήνεγκεν.
69
Μετὰ τὴν λοιμώδη κατάστασιν ἀρρώστων ἐστὶν ἑκκαίδεκα διήγησις
ἄχρι τοῦ τέλους τῆς βίβλου. κἄπειτα προσγέγραπταί τινα, περὶ ὧν
ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁΔιοσκουρίδης, ἀξιῶν αὐτὰ μετὰ τὴν
κατάστασιν εὐθέως γεγράφθαι, καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ
τῷ χωρίῳ τοῦ συγγράμματος ἔταξεν αὐτά. καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν
ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες, ὡς φαίνεταί μοι
καὶ ταῦτα προσγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς ὁἹπποκράτης
γεγραφέναι.
70
Ἑκκαίδεκα μετὰ τὴν κατάστασινἀρρώστους ἔγραψεν ὁ
Ἱπποκράτης, ὡς μέν τινες οἴονται, τῶν ἐν αὐτῇ νοσησάντων,
ἐπειδὴ καὶ αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως τῶν κατ' αὐτὴν
γενομένων οὕτως· “ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον
μὲν τὸ ἔαρ.” ἐγχωρεῖ δὲ καὶ ἐπὶ τῶν προγεγραμμένων εἰρῆσθαι τὸ
“ὑπογεγραμμένον”, οὔσης γε καὶ τοιαύτης χρήσεως παρὰ τοῖς πολλοῖς.
ἐν γὰρ τοῖς ἓξ καὶ δέκα τούτοις ἀρρώστοις ἕτερον εἶδός ἐστι νόσων
παρὰ τὰς εἰρημένας ὑπ' αὐτοῦ κατὰ τὴν λοιμώδη κατάστασιν. ἐξηγή-
σεως δ' οὐκέτι δεῖται μακρᾶς τὰ περὶ τῶν ἀρρώστων τούτων γεγραμ-
μένα τοῖς μεμνημένοις ὧν προεξηγήμεθα. σχεδὸν γὰρ ἁπάντων ἤδη
τῶν συμπτωμάτων τε καὶ σημείων ἐμνημόνευσεν ὁἹπποκράτης,
ὥστε μηδὲν ὑπολείπεσθαι κατὰ τοὺς λεχθησομένους ἀρρώστους, ὃ
μὴ καὶ πρόσθεν εἴρηται. διὰ κεφαλαίων οὖν οἷον ἐπιτομήν τινα ποιή-
σομαι τῶν κατ' αὐτοὺς γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν
ἔμπροσθενοὐκ εἰρημένων, ἐκεῖνο μόνον ἐξηγησάμενος. |
δεις πυρετούς· ἔστι γὰρ ἀμέλει καὶ τοῦθ' ἕν τι πυρετῶν εἶδος. ὅτι δ'
ἐν αὐτῷ φλύκταιναι γίνονται, καὶ ὁΘουκυδίδης μαρτυρεῖ γράφων
οὕτως· “καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτε ἄγαν θερμὸν ἦν
οὔτε χλωρόν, ἀλλ' ὑπέρυθρον, πελιδνόν, φλυκταίναις μικραῖςκαὶ ἕλ-
κεσιν ἐξηνθηκός.” ὅσοι δὲ τοὺς τῆς ψυχῆς ἁπτομένους πυρετοὺς εἰρῆ-
σθαί φασιπεμφιγώδεις, πόρρω τῆς προκειμένης τῶν πυρετῶν
διαφορᾶς ἀπεχώρησαν. ὠνόμαζον γὰρ | ἔνιοι τῶνπαλαιῶν καὶ φρε-
νιτικόν τινα πυρετόν, ὥσπερ ἀμέλει καὶ ληθαργικὸν καὶ πλευριτικὸν
καὶ περιπνευμονικόν. ἀλλ' ὁ νῦν προκείμενοςἐν τῇ ῥήσει κατάλογος
τῶν πυρετῶν ἀπὸ τῆς κατὰ τὴν θερμασίαν διαφορᾶς ἐστιν, ἐν ᾗ δύναται
καὶ ὁ λοιμώδης περιέχεσθαι, σηπεδονῶδες ἔχων τὸ θερμόν, ὁ φρενιτι-
κὸς δὲ οὐ δύναται διά τε τὸ μὴ σύνηθες εἶναι, καθάπερ ἄλλοις, οὕτω
καὶ τῷἹπποκράτει πυρετῶν ἰδέαν ὀνομάζειν τὴν φρενῖτιν † οὔτε
ἀπὸ συμπτώματος, ὥσπερ ὁ τὰς φλυκταίνας γεννῶν, εἴη λελεγμένος,
ἐν ταῖς εἰρημέναις διαφοραῖς αὐτὸν περιέχεσθαι, καθάπερ καὶ τοὺς
ἄλλους, ὧν ἀρτίως ἐμνημόνευσεν. εὑρίσκεται γὰρ ὁ τῶν φρενιτικῶν
πυρετὸς τὴν θερμασίαν ἔχων δακνώδη διὰ παντὸς ὁμοτόνως ἐν παντὶ
χρόνῳ τῆς ἐπιβαλλομένης ἁφῆς, ὥστ' εἰρῆσθαι πρῶτον ἁπάντων αὐτῶν.
οὐκοῦν οὐδ' ὅσοι τοὺςἁλμυρώδεις πυρετοὺς εἰρῆσθαί φασιν ἀπὸ
τῆς αὐτῆς τοῖς κάμνουσιν ἐν τῷ στόματι γινομένης αἰσθήσεως, ἀποδεξό-
μεθα τὴν ἐξήγησιν αὐτῶν. φαίνεται γὰρ ὁἹπποκράτης
72
γεύσεσίν εἰσιν αἰσθητοί, κατὰ τὸν αὐτὸν λόγον οἱ πυρετοὶ τῇ ἁφῇ. ὅτι
δὲ οὐδὲ τὸδεινοὶ καλῶς προσέθηκαν οἱ περὶ τὸνΣαβῖνον οὕτως
γράψαντες τὴν λέξιν· “οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί”, καὶ πρόσθεν
μὲν εἶπον, ἀλλὰ καὶ νῦν ἀνα|μνήσω·δεινοὺς γὰρἰδεῖν αὐτοὺς εἰ-
ρῆσθαιλέγουσι πρὸς ἡμῶν μέν, ἐὰν μετὰ φλυκταινῶν καὶ ἑλκώσεων
γίνωνται, κατ' αὐτοὺς δέ, ὅταν παρακόπτωσι καὶ φοβερὸν ἐμβλέπωσιν.
περὶ δὲ τούτων ἀμφοτέρων ἥντινα χρὴ γνώμην ἔχειν, προειρήκαμεν.
ὁμοίως δὲ ἥμαρτον καὶ οἱ πνευματώδεις μὲν αὐτοὺς εἰρῆσθαι λέγοντες,
73
commentarii vi
Kühn Vol. 17a, p. 889, li. 15
ζεσμένος, ὄξος, ἅλες. γάλα μὲν ἐπὶ τῶν κατὰ διάβρωσιν ἀναι-
ρούντων (ἐπικράσεως γὰρ δεῖται),σκόροδα δ' ἐπὶ τῶν κατὰ σφοδρὰν
ψῦξιν,οἶνος δ' ἐπὶ τῶν κατὰ μετρίαν. προσκειμένου δὲ αὐτῷ τοῦ
ἀπεζεσμένος δυνατόν ἐστιν ἀκούειν τὸν ἱκανῶς θερμόν, ἐγχωρεῖ
δὲ καὶ τὸν οὕτως ἀφεψημένον, ὡς γίνεσθαι τὸ καλούμενον σίραιον.
ἐπικρατητικὸν γάρ τοι καὶ τοῦτ' ἐστὶ τῶν δριμυτή|των διαβρωτικῶν.
ὄξος δ' ἕνεκα τοῦ τέμνειν χυμοὺς κολλώδεις, ὡς ἐπὶ τῶν μυκήτων,
ἢ καὶ ψύξεως ἕνεκεν, ὡς ἐπὶ θαψίας. τοὺς δ'ἅλας, ὡς ἐκδαπανῆσαι
ζῳοτόκων καὶ τετραπόδων εἰς ἵππους καὶ βοῦς, καὶ τῶν ἄλ-
λων εἰς ἔνια καὶ ἥμερα καὶ ἄγρια· νοσεῖν μέντοι γε δο-
κοῦσιν· τεκμαίρονται δ' οἱ ἁλιεῖς τῷ ἐνίους ἁλίσκεσθαι λε-
πτοὺς καὶ ἠσθενηκόσιν ὁμοίους καὶ τὸ χρῶμα μεταβεβλη-
κότας ἐν πολλοῖς καὶ πίοσιν ἑαλωκότας καὶ τῷ γένει τῷ
αὐτῷ. Περὶ μὲν οὖν τῶν θαλαττίων τοῦτον ἔχει τὸν τρόπον.
Τοῖς δὲ ποταμίοις καὶ λιμναίοις λοιμῶδες μὲν οὐδὲ τού-
τοις οὐδὲν γίνεται, ἐνίοις δ' αὐτῶν ἴδια νοσήματα ἐμπίπτει, οἷ-
ον ὁ γλάνις ὑπὸ κύνα μάλιστα διὰ τὸ μετέωρος νεῖν ἀστροβλής
ἈΡΧΗ ΤΟΥ Μ.
ὁ Σεουῆρος ἐπὶ τούτοις διηπορήθη ὥστε τινὸς τῶν ἀμφ' αὐτὸν ὑπο-
σχομένου αὐτῷ ἐάν γε αὐτῷ δώσῃ πεντακοσίους καὶ πεντήκοντα
μόνους τῶν Εὐρωπαίων στρατιωτῶν, ἄνευ τοῦ τῶν ἄλλων κινδύ-
νου τὴν πόλιν ἐξαιρήσειν, ἔφη πάντων ἀκουόντων “καὶ πόθεν το-
σούτους στρατιώτας ἔχω;” πρὸς τὴν ἀπείθειαν τῶν στρατιωτῶν
τοῦτο εἰπών. Xiph. 369, 17 – 311, 5 R. St.
εἴκοσι δ' οὖν ἡμέρας τῇ πολιορκίᾳ προσεδρεύσας ἐς τὴν Πα-
λαιστίνην μετὰ τοῦτο ἦλθε καὶ τῷ Πομπηίῳ ἐνήγισε, καὶ ἐς τὴν
Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν
αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας
μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα
καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτε ἀνθρώπινον μήτε
θεῖον ἀδιερεύνητον καταλιπεῖν· κἀκ τούτου τά τε βιβλία πάντα τὰ
ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων ὡς
εἰπεῖν τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέ-
κλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκεί-
νοις γεγραμμένα ἀναλέξηται. Xiph. 311, 5 – 14 R. St., et Exc. Val.
346 (p. 737) = Suid. s. v. Σεβῆρος σοφιστὴς Ῥωμαῖος (unde s. v. οἷος
et ἀναλεξάμενος).
χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ταχέως ἔργα, ταχέως, καὶ
ὁκόσα καθαρίως, καθαρίως, καὶ ὁκόσα ἀνωδύνως διαχειρίζε-
σθαι, ὡς ἀνωδυνώτατα ποιέειν, καὶ τἄλλα πάντα τὰ τοιουτό-
τροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιέειν χρή.
Μάλιστα δ' ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νου-
σήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι
διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. Ἔστι δὲ ταῦτα
ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν, καὶ περιπλευμο-
νίην, καὶ φρενῖτιν, καὶ λήθαργον, καὶ καῦσον, καὶ τἄλλα νου-
σήματα ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν
ξυνεχέες. Ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς
ἐπιδημήσῃ, ἀλλὰ σποράδεες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι,
105
καὶ οὐκέτι δυνάμενον ἀναζῆσαι; Ταῦτα γὰρ καὶ πρὸ τοῦ μα-
θεῖν τὴν ἀλήθειαν παρὰ Πυθαγόρου καὶ Πλάτωνος ἠκούομεν.
Εἰ οὖν ταῦτα ἔλεγεν ὁ σωτὴρ καὶ μόνης τῆς ψυχῆς τὴν ζωὴν
106
Αἰγυπτίου
μέγεθος, αἱμοπτυϊκοῖς δὲ πᾶσιν προσφάτοις μὲν ἐν ὀξυκράτῳ, χρονίοις
δὲ ἐν ἀφεψήματι συμφύτου κυάμου Αἰγυπτίου μέγεθος πρωὶ καὶ ὀψέ,
ἐμπνευματουμένοις δὲ καὶ στροφουμένοις ἢ κοιλιακοῖς μεθ' ὕδατος
θερμοῦ κυάμου Αἰγυπτίου μέγεθος ἕωθεν. ὄρεξιν δὲ ἐπιτεταμένην ἀνε-
γείρει ῥίγους τε καὶ περιψύξεως καὶ χολεμεσίας προπινομένη τῶν προ-
καταβολῶν ἀπαλλάσσει ἔμμηνά τε κινεῖ καὶ τὰ νεκρὰ τῶν ἐμβρύων
ἀποβάλλει κυάμου Αἰγυπτίου μέγεθος πινομένη μετὰ μελικράτου ἢ
νοσημάτων...
οἷόν τε τὴν μίξιν τοῦ μέλιτος κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς πάντας·
δοτέον δὲ τὴν μὲν πρώτην τὸ γάλα τῆς ὄνου κυάθου μὴ πλέον, εἰς-
αχθείσης τῆς ὄνου εἰς τὸν κοιτῶνα πρὸς τὸ θερμὸν ἔτι ὑπάρχον τὸ
γάλα ποθῆναι. εἰ οὖν καλῶς πεφθείη καὶ μὴ διαφθαρείη, ἔξεστιν αὐξῆσαι
τὸ πλῆθος προστιθέντας κατὰ δόσιν ἥμισυ κυάθου. τὴν δὲ λοιπὴν δίαι-
ταν ποιεῖσθαι, ὡς ἐπὶ τῶν ξηρῶν τῆς γαστρὸς δυσκρασιῶν, ὡς ἐν τῷ
οἰκείῳ τόπῳ ἐν τῷθ λόγῳ ῥηθήσεται. ὅσῳ δέ ἐστιν ἡ τῶν ἑκτικῶν πυ-
ρετῶν θερμασία θερμοτέρα ἐκείνων, τοσούτῳ καὶ τῶν βοηθημάτων δεῖ-
ται ψυχροτέρων καὶ ἀκριβείας πλείονος, μὴ βλάβη τις παρέποιτο ἰσχυ-
ροτέροις βοηθήμασι χρησαμένων ἡμῶν.
Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοσημάτων. πανδή-
μους καὶ κοινὰς νόσους ὀνομάζουσι τὰς πολλοῖς ἀνθρώποις ἅμα συμ-
πιπτούσας, ὧν ὥσπερ ἡ γένεσις οὕτω καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν
ἐδέσματα πονηρὰ τίκτουσι νοσήματα κοινὰ καὶ ὕδατος μοχθηροῦ πόσις
ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐκλείποντες ἔνδειαί τε καὶ
πλησμοναί, λιμοῦ καταστάντος καὶ εὐθηνίας ἐπιγενομένης. καὶ χωρίου
δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκε τοῦ εἰσπνεομένου ἀέρος
ὑπὸ σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ αἰτία τῆς τοιαύτης
σηπεδονώδους ἀναθυμιάσεως ἤτοι πλῆθος νεκρῶν ἐστιν, ὡς ἐν πολέμοις
γίγνεται, ἢ ἐκ τελμάτων τινῶν ἢ λιμνῶν ἢ βαράθρου τινὸς παρακειμένου
καὶ ἀναθυμίασιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμποντος·
ἀναπνοῆς τὴν τροπὴν οὐκ ἀδύνατον γίγνεσθαι ἔνδοθεν· ἐπεὶ καὶ ἄλλα
μυρία τῶν ἐν ἀνθρώπῳ τὴν ωὐτὴν ἰδέην τοῖσι ἔξωθεν αἰτίοισι ἴσχει·
χυλοὶ φθείροντες ἔσωθεν καὶ ἔξωθεν· ἀτὰρ καὶ νοῦσοι φαρμάκοισι δηλη-
τηρίοισι ἴκελαι, καὶ ἀπὸ φαρμάκων ἐμέουσι, ὁκοῖα πυρετῶν εἵνεκα.
ὅθεν οὐδ' ἀπεοικὸς ἐν τῷ λοιμῷ τῷ ἐν Ἀθήνῃσι μετεξετέρους δοκέειν
ἐς τὰ φρέατατὰ ἐν τῷ Πειραιεῖ ὑπὸ Πελοποννησίων ἐμβεβλῆσθαι
φάρμακα· οὐ γὰρ ξυνίεσαν ὥνθρωποι τὸ ξυνὸν τοῦ κακοῦ τοῦ λοιμώδεος
πρὸς τὰ δηλητήρια. ξύνεστι δὲ τοῖσι μὲν κυναγχικοῖσι φλεγμονὴ
παρισθμίων, φαρυγγέθρου, παντὸς τοῦ στόματος· γλῶσσα προπετὴς ὑπὲρ
τῶν ὑμένων γίγνεται· ἔσθ' ὅπῃ δὲ καὶ ἐνστάζει τι τοῦ ὑγροῦ λάθρῃ
ἐς τὴν ἀρτηρίην, ὅθεν ἀναβήσσουσι. ἐπὶ δὲ τῇ σταφυλῇ καὶ τῷ κίονι
δύσπνοια ἐπὶ μᾶλλον καὶ κάρτα θολερὴ κατάποσις· καὶ γὰρ ἐς τὰς
ῥῖνας ἐπὶ τῶνδε τὸ ὑγρὸν ἀναθλίβεται ξυμπαθείῃ τῶν παρισθμίων.
γηραιοῖσι ὁ κίων ξυνήθης, σταφυλὴ δὲ νέοισι καὶ ἀκμάζουσι· πολύαιμοι
γὰρ καὶ ἐπιφλεγμαίνει μᾶλλον. ἡβάσκουσι δὲ καὶ παιδίοισι τὰ ὑμενώ-
δεα. τάμνειν δὲ πάντα μὲν ἀσινέα· ἐπὶ δὲ τῇ σταφυλῇ ἔτι ἐρυθριώσῃ
αἱμορραγίη καὶ πόνοι καὶ φλεγμονῆς ἐπίδοσις.
Περὶ τῶν κατὰ τὰ παρίσθμια ἑλκῶν. Ἕλκεα ἐν τοῖσι παρ-
ισθμίοισι γίγνεται, τὰ μὲν ξυνήθεα, εὐήθεα καὶ ἀσινέα, τὰ δὲ ξένεα,
λοιμώδεα καὶ κτείνοντα. εὐήθεα μὲν ὁκόσα καθαρά ἐστι καὶ σμικρὰ
καὶ ἀβαθῆ, οὐδὲ ἐπιφλεγμαίνει, καὶ ἀνώδυνα· λοιμώδεα δὲ ὁκόσα πλα-
τέα, κοῖλα, ῥυπαρά, ἐπιπάγῳ λευκῷ, ἢ πελιδνῷ, ἢ μέλανι ξυνεχόμενα·
ἄφθαι τοὔνομα τοῖσι ἕλκεσι. ἢν δὲ καὶ ὁ ἐπίπαγος ἴσχῃ βάθος, ἐσχάρη
τὸ πάθος καὶ ἔστι καὶ καλέεται· ἐν κύκλῳ δὲ τῆς ἐσχάρης ἐρύθημα
γίγνεται καρτερὸν καὶ φλεγμονὴ καὶ πόνος φλεβῶν, ὡς ἐπ' ἄνθρακος,
καὶ σμικρὰ διεξανθήματα ἀραιὰ γιγνόμενα, ἔπειτα προσεπιγιγνόμενα
ξυνήφθη τε ἂν καὶ πλατὺ ἕλκος ἐγένετο. κἢν μὲν ἔξω ἐς τὸ στόμα
νέμηται, ἐπὶ τὴν κιονίδα ἧκέ τε μὴν καὶ τὴν ἀπέταμε καὶ ἐς τὴν γλῶς-
115
Anonymi Medici Med., Περὶ τῆς τῶν πυρετῶν διαφορᾶς (0721: 020)
“Oeuvres de Rufus d'Éphèse”, Ed. Daremberg, C., Ruelle, C.É.
Paris: Imprimerie Nationale, 1879, Repr. 1963.P. 606, li. 17
ἔσθ' ὅτε δ' ἐπὶ τοὺς ἐκτὸς τόπους. τῇ μὲν οὖν εἴσω βηχία παρέπεται,
καὶ ἐν τῷ χρέμπτεσθαι ἐσχάριον ἀνάγεται ἢ δίαιμον ἢ ἰχωροειδές·
Περὶ τερμίνθου.
122
Περὶ τερμίνθου.
Περὶ τερμίνθου.
τῶν πυρετῶν ἥκοιεν καὶ ἐκ προσαγωγῆς, καὶ ὁ πόνος μικρὸς εἴη καὶ
τὸ οἴδημα μαλακόν, καὶ πᾶν ἔξω τρέποιτο, ὥστε μήτε συναγχικόν τι
εἶναι, μήτε γλῶσσαν ἐπιξηραίνεσθαι, καὶ εἰ τῆς νόσου μὴ ἀπέπτου
οὔσης, καὶ εἰ αὐτὸ τὸ οἴδημα συμπεπαίνοιτο ἢ ἄλλως διαλύοιτο, καὶ
εἰ μὴ νῦν μὲν ἐξίσχοι, νῦν δ' ἀφανίζοιτο, τὰ οὕτως γινόμενα τοὺς
πυρετοὺς παύει. παύει δὲ καὶ ληθάργους καὶ παραφροσύνας· ἧσσον
μὴν ληθάργῳ ἀγαθὸν ἢ παραφροσύνῃ· τὸ δέ τι καὶ μέλλον ἐπὶ πνεύ-
μονα ὁρμᾶν ὑπεδέξατο. σκληρὰ δὲ καὶ ἀνεκπύητα τὰ οἰδήματα ἔσθ'
ὅτε λύεται σὺν γαστρὸς ταραχῇ καὶ οὔροις πολλοῖς παχέσι, καὶ ἥδε
ἡ λύσις οὐ παροξύνει τὸν πυρετὸν οὔτε ἀνακαλεῖται εἰς ὑποστροφήν.
ἐν δὲ τοῖς λοιμώδεσι πυρετοῖς αἱ ἀποσκήψεις τὴν μεγίστην ἀσφάλειαν
ἔχουσιν· γίνονται δὲ παντοδαπαὶ μὲν ὥσπερ τῶν τοιούτων πυρετῶν·
τὸ γοῦν πλεῖστον εἰς ἄκρα κατασκήπτει σὺν πόνοις καὶ ἕλκεσι καὶ
ἄρθρων ἀποπτώσεσι, καί ποτε οἶδα γνάθους ἀποψιλωθείσας καὶ ὀδόν-
τας μελανθέντας καὶ μεγάλα τῶν γνάθων ὀστᾶ ἐν χρόνῳ ἀποστάντα.
124
διὰ τῶν ἄνω. αὐτοῦ γάρ ἐστι λόγος λέγων, μηδέποτε διὰ
τοῦ πάσχοντος κενοῦν, μήπως ὡς ἀσθενὴς ἐπισύρηται·
ἀλλὰ καθάρσεις λέγει τοὺς ἀναγαργαρισμούς. καὶ τοῖς
ἀποφλεγματικοῖς δὲ χρησάμενος οὐδὲν ὠφέλησεν. τοιαῦτα
μὲν ἦν τὰ βοηθήματα, ὧν ἐπιγράφει ὁ Ἱπποκράτης, ἀλλ'
οὐκ εἶχε τὸ Νόσημα. τὰ γὰρ ἐπιῤῥηγνύμενα καὶ ἐπιγενό-
μενα συμπτώματα κακοηθέστερα ἦσαν· ἢ μᾶλλον ἐπιῤ-
ῥηγνύμενα, ὅτι τῷ χρόνῳ μὴ δυνηθεῖσα διαφορηθῆναι
ἡ ὕλη καὶ δριμυτέρα γενομένη κατὰ διάβρωσιν ἐποίησε
ῥῆξιν, ἢ ἐκ τῆς φύσεως μεταβληθεῖσα εἰς πῦον ἐῤῥάγη
καὶ ἐποίησεν ἀπόστημα. τοιαύτη ἡ τοῦ λοιμώδους ἀέρος
κατάστασις.
βʹ. Πρῶτον μὲν ἐπὶ τοῖσιν αὐχμοῖσιν ὀφθαλμία ἐπεδήμη-
σαν ὀδυνώδεες. –
Τινὲς τοῦτον τὸν λόγον τοῦ ἀνωτέρου χωρίζουσι καί
φασιν, ὅτι ἄνω εἶπεν ὁ Ἱπποκράτης περὶ τοιᾶσδε κατα-
στάσεως· φησὶ δὲ ὅτι, ἀλλ' ἢ εἶδον θέρος ξηρὸν ἔαρι γε-
γονὸς, ἐν ᾧ πολλαὶ ὀφθαλμίαι ἐπεδήμησαν. ὁ δὲ Γαλη-
νὸς συνάπτει αὐτὸν τῷ ἄνω λόγῳ. φησὶ γὰρ Ἱπποκράτης
τοῦ ἐν αὐτοῖς ὑγροῦ. διὰ τοῦτο γοῦν τὰ ἐν τοῖς θερμοῖς τε καὶ ξηροῖς
τόποις εὐωδέστερα, καὶ ἡ θερμή τε καὶ ξηρὰ γῆ, ὅταν πρῶτον ὕδωρ
δέξηται, εὐώδης διὰ τὴν ἐνυπάρχουσαν αὐτῇ θερμότητα· λεπτοὶ γὰρ καὶ
ξηροὶ οἱ ἀπ' αὐτῆς χυμοὶ τότε. αἱ δὲ ἀηδεῖς καὶ μοχθηραὶ τῶν ὀσμῶν
διὰ ψυχρότητα καὶ ἀπεψίαν γίνονται τοῦ ἐνυπάρχοντος ὑγροῦ τῶν ἀφ' ὧν
ἀλλ' οὐδὲ ἡ ὀσμὴ μόνη, ἀλλὰ καὶ τοῦ ψυχροῦ ὕδατος πρόσκλυσις
τονώσασα,
καὶ ἂν πληγῇ τις· ἃ οὐδεὶςἂν εἴποι τρέφειν.
Ἀλλ' ὅτι μὲν τὸ ὀσφραντόν, καθὸ ὀσφραντόν ἐστιν, οὐ τρέφει, δῆλον
εἶναί φησι. προσέθηκε δὲ τὸ ᾗὀσφραντόν, ἐπεὶ κατὰ συμβεβηκὸς
129
Ἀπορήσειε δ' ἄν τις, εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται, ἆρα καὶ τὰ
παθήματα τὰ αἰσθητά;
θήσεις πανώλεθροι, ἐντεῦθεν ἐλαττώσεις μὲν τῶν πρὸς τὰς χρείας ἀναγ-
καίων, πλῆθος δὲ τῶν ἐπηρτημένων δεινῶν, ἐντεῦθεν οἱ τῆς τοσαύτης
ἀρχηγοὶ δυσσεβείας ἢ ἀνατλάντες τὰ ἔσχατα θάνατον πανώλεθρον
ἐδυστύχησαν, ἢ ζωὴν αἰσχίστην διάγοντες θανάτου ταύτην βαρυτέραν
ἐπέγνωσαν, καὶ οἷον ἰσομέτρους ταῖς ἀδικίαις τὰς τιμωρίας ἐκομίσαντο.
τοσοῦτον γὰρ ἕκαστος εὕρατο συμφορῶν, ὅσον τις καὶ καταπολεμῆσαι
τὸν θεῖον ὡς ᾤετο νόμον ὑπ' ἀλογίας προήχθη, ὥστ' αὐτοῖς μὴ παρὰ
τὴν ζωὴν εἶναι βαρέα μόνον, ἀλλὰ καὶ τῶν ὑπὸ γῆς κολαστηρίων
χαλεπώτερον προσδοκᾶσθαι τὸν φόβον.
Τοιαύτης δὴ καὶ οὕτω βαρείας δυσσεβείας τὰ ἀνθρώπεια κατεχούσης,
καὶ τῶν κοινῶν οἷον ὑπὸ νόσου λοιμώδους τινὸς ἄρδην διαφθαρῆναι
138
τει αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγ-
γέλλων «χήρας» φησίν «νεωτέρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρη-
νιᾶσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώ-
την πίστιν ἠθέτησαν»· «ἀλλὰ γαμείτωσαν τεκνοποιείτωσαν οἰκοδε-
σποτείτωσαν». εἰ δὲ ὁ ἀπόστολος λέγει τεκνογονεῖν [οἰκοδεσποτεῖν],
οὗτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδα-
σκαλίας τὸ ἐπιχείρημα. ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας ἐπι-
νοοῦσιν ἑαυτοῖς ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν
τὴν ἑαυτῶν ἀσέλγειαν. καὶ ἔδει μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι
μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι, θάπτεσθαι δὲ ὥσπερ
νεκρόν τινα ὀδωδότα καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἵνα μὴ καὶ
διὰ τῆς ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους. καὶ εἰ μὲν παρεληλύθει
ἡ τοιαύτη αἵρεσις καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι
καὶ μήτε ὅλως περὶ αὐτῆς εἰπεῖν. ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται,
προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν τιμιότητος περὶ πάντων εἰπεῖν,
μέρη αὐτῆς διηγησάμην ἀναγκασθείς, ἵνα τὸ φιλάληθες μὴ παρασιω-
πήσω, ἀλλὰ ὑφηγήσωμαι εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς
ἐξαγωγὴν δὲ τῶν πραττόντων. πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς
παρ' αὐτοῖς φόνους καὶ τερατώδη ἔργα καὶ τελετὰς διαβόλου ἐξ ἐπι-
πνοίας τοῦ αὐτοῦ διαβόλου τοῖς ἐμβεβροντημένοις δοθείσας;
15. Καὶ εὐθὺς μὲν οὖν ἐλέγχονται εἰς ὃ φαντασιοῦνται καὶ
ἐπίσημος εὐκτήριος οἶκος ἀπ' αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων, παρὰ τοῦτον δὲ
... τόπον αὐτῷ μερίσας, οὗτος πρὸς τὴν ἑαυτοῦ μητέρα ἐπὶ γάμον
ἥκει, καὶ ἐᾷ τοῦτον ζῆν· εἰ δὲ μὴ ἐπιτρέψειεν αὐτῷ ποιήσασθαι πρὸς
τὴν μητέρα γάμον, ἀναιρεῖ αὐτόν, ἀνδρειότερος καὶ ἀκμαιότερος ὑπάρ-
χων· εἰς δὲ τὸ κατώτατον μέροςτῶν σκήπτρων ὄνυχας δύο ἱπποπο-
τάμου, ὅπως οἱ ἄνθρωποι τοῦτο ὁρῶντες καὶ τὸν περὶ αὐτοῦ λόγον ἐπι-
γινώσκοντες, προθυμότεροι εἰς εὐεργεσίαν ὑπάρχωσι.
ποδός, ἀλλὰ σκιαμαχήσας ἄντικρυς καὶ οὐδ' ὅσον ὁ Ἰξίων πρὸς τὸ τῆς
Ἥρας ἐληλυθὼς εἴδωλον. οὐ γὰρ ἀλληγορεῖν νῦν τὸν μῦθον προῄρημαι.
εἶτα οὐκ ᾔσθησαι ὅτι σὲ καὶ ὁ πολιτικὸς εὐθὺς ἀπελαύνει νόμος; μᾶλλον
δέ. εἰ μὲν φωράσει, κολάζει· εἰ δ' οὖν ὥσπερ οἱ Ἀθηναῖοι τοὺς
βλάπτοντας
ἀναιροῦσι τὸν νόμον, οὕτω δὴ καὶ τὰς σὰς γραφὰς ἐμπιπρᾷ. καὶ τό γε
μεῖζον ὅτι καὶ ὁ τοῖς σοῖς μυστηρίοις προσεσχηκὼς οὐχ ὡς ἀπὸ τῶν
Ἐλευσινίων ἄπεισι λαμπρός τε καὶ γεγηθώς, ἀλλ' ἀπομόργνυται τοῦ
μιάσματος. καὶ ἀποκλείει τούτῳ θύραν παρρησίας ὁ νόμος, ὥσπερ
Μωαβίταις καὶ Ἀμμανίταις ὁ παλαιὸς εἰς θεὸν ἀσεβήσασι. τοσοῦτον τῆς
νοσερᾶς ἐπεσπάσω ἀτμίδος καὶ τοσαύτης ἀνεπλήσθης τῆς λώβης καὶ τῆς
τοῦ σώματος ὕβρεως, ὡς καὶ τοῖς ἐγγίσασιν εὐθὺς τοῦ λοιμώδους
μεταδι-
δόναι νοσήματος. καὶ τοὺς μὲν ἄλλους ὁ νόμος πυρὸς ἀπείργει καὶ
152
Λαμπαδίας.
Λόγος ϛʹ.
λους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ
ἀρχὴν διεγένοντο. καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥω-
μύλῳ ὑπάρξαι ἔδοξεν. φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων
εἰδότες, ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἡ Ῥώμη ἐκτίσθη γεγεννῆσθαι.
οὕτω μὲν δὴ δι' ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκος-
μος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως ἅτε
καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος, τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδι-
δάξαντος, ὥστ' αὐτὴν ἐν ἑκατέρῳ ὁμοίως διαπρέψαι.
4. Ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο
τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσει παρημέλει, μέχρις οὗ νόσου
λοιμώδους γενομένης καὶ αὐτὸς ἠρρώστησε. τότε γὰρ τῶν τε ἄλ-
λων θεῶν δι' ἀκριβείας ἐπεμελήθη καὶ τοὺς Σαλίους τοὺς Κολλί-
νους προσκατέστησε.
5. Ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει καὶ εὐτραπελίᾳ πολλῇ
πανταχοῦ κατὰ καιρὸν χρώμενος οὕτω τὸν Μάρκιον διέθηκεν ὥστε
καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπ' αὐτοῦ καταλεχθῆ-
ναι στρατηγός τε πολλάκις ἀποδειχθῆναι καὶ τὴν ἐπιτροπείαν
τῶν παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι. καὶ γὰρ τοῖς
ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων
αὐτῶν ἐπρώτευσεν. αἴτιον δὲ ὅτι πάντα ἀφ' ὧν ἰσχύειν ἔμελλε
πράττων οὐκ ἐξεφρόνει, ἀλλ' ἐν τοῖς πρώτοις ὢν συνεστέλλετο.
ἀναλέξηται.
347. Ὅτι ὁ Πλαυτιανὸς τὸν Αἰμίλιον Σατορνῖνον ἀποκτείνας
τῶν ἄλλων τῶν μετ' αὐτῶν ἀρξάντων τοῦ δορυφορικοῦ πάντα τὰ
ἰσχυρότατα περιέκοψεν, ὅπως μηδεὶς φρόνημα ἀπὸ τῆς προ-
στασίας αὐτῶν σχὼν τῇ τῶν σωματοφυλάκων ἡγεμονίᾳ ἐφεδρεύσῃ·
κλῆς, ὃς μετὰ τοὺς ἄθλους καὶ τὴν Ἀνταίου ἀναίρεσιν τοῦ γηγενοῦς ἐν
Λιβύῃ καὶ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα καὶ τὴν πρώτην ὑπ' αὐτοῦ ἅλωσιν
Τροίας ἐπὶ Λαομέδοντος πατρὸς Πριάμου βασιλέως Τροίας λοιμώδει
νόσῳ περιπεσὼν εἰς πῦρ ἐνήλατο καὶ οὕτως ἐξ ἀνθρώπων ἐγένετο, βιώ-
σας τὰ πάντα ἔτη νβʹ. τινὲς δὲ πρὸ τούτου μικρὸν ἱστοροῦσι γενέσθαι
Ἡρακλῆν, ἄλλοι τε πλείονα ἔτη ζῆσαί φασιν αὐτόν.
ΚΟΣΜΟΥ ΕΤΗ
Ἰαεὶρ τὸν Γαλααδίτην κριτὴν ἔδωκεν ὁ θεὸς τῷ Ἰσραὴλ μετὰ τὸν Θω-
λᾶν, ὃς εἶχεν υἱοὺς λβʹ καὶ λβʹ πόλεις, ὧν ἦρχον. οὗτος ἔκρινε τὸν λαὸν
ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δρπαʹ.
Ἀμμανῖται ἐκράτησαν τοῦ Ἰσραὴλ ἔτη ιηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ͵δσαʹ.
Μετὰ τὸν Γαλααδίτην Ἰαεὶρ ἁμαρτήσας ὁ Ἰσραὴλ παρεδόθη Ἀμμανί-
ταις δουλεύειν ἔτη ιηʹ. ἐξομολογησαμένοις δὲ αὐτοῖς τῷ θεῷ ἐδόθη
αὐτοῖς
πευε τὸν βασιλέα δώροις, ὥστε μηδὲν αὐτῷ χαλεπὸν ἐπὶ νοῦν
βαλέσθαι τὸν βασιλέα Ἀμουράτην. ἦν γὰρ δὴ αὐτῷ διαφορὰ
πρὸς τὸν ἀδελφὸν αὐτοῦ Θεόδωρον τὸν νεωστὶ ἀφιγμένον ἐπὶ
Βυζάντιον διαδεξόμενον τὴν ἀρχὴν παρὰ τοῦ ἀδελφοῦ. καὶ ἔπρατ-
τεν οὗτος τὰ πρὸς βασιλείαν ἐναντιούμενος τῷ ἀδελφῷ, καὶ
ὕστερόν τε ἐξηνέχθη αὐτῷ ἐς εὐφανῆ διαφοράν, καὶ ἐστρατεύετο
ἐπὶ Βυζαντίου βασιλέα Θεόδωρος ὁ ἀδελφός, τήν τε Σηλυβρίαν
ἐπιτετραμμένος καὶ τὴν περίοικον ταύτης. αἰτούμενος γὰρ ἱκανὴν
πρόσοδον αὐτῷ ἐς τὸ ἀποζῆν οὐκ ἐτύγχανεν, ὅθεν ἐς πόλεμόν
τε καθίστατο τῷ ἀδελφῷ καὶ ἐστρατεύετο. ὕστερον μέντοι, πρὶν
ἢ ὁτιοῦν διαπράξασθαι αὐτῷ, ἐτελεύτησε νόσῳ λοιμώδει τὸν βίον
ἀπολιπών. Κωνσταντῖνος μὲν δή, ὁ τῆς Πελοποννήσου ἡγεμών,
τήν τε χώραν τοῦ βασιλέως καταστρεψάμενος, Πίνδον τε καὶ
Βοιωτίαν καὶ τοὺς Λοκροὺς τοὺς Ὀζόλας καλουμένους, καὶ τήν
τε χώραν ἐδῄου καὶ πολεμῶν οὐκ ἀνίει, ἀλλ' ἐπὶ τὴν Ἀττικὴν
ἐστρατεύετο, ὡς καὶ πρότερόν μοι δεδήλωται. ἐνταῦθα πυθόμενος
ἕκαστα ὁ βασιλεὺς οὐκ ἠνέσχετο, ἀλλὰ περιαγγέλλων τὸν στρα-
τὸν αὐτῷ παρεῖναι ἐς τὰς Φερρὰς τῆς τε Ἀσίας καὶ Εὐρώπης
ἐξήλαυνεν ἀπὸ Ἀδριανουπόλεως. ἀνέγνωσε δ' αὐτὸν στρατεύεσθαι
ἐπὶ Πελοπόννησον καὶ Νέρης ὁ τῶν Ἀθηνῶν τύραννος, οὐχ
ἥκιστα δὲ καὶ Τουραχάνης ὁ Θετταλίας ὕπαρχος. ὁ μέντοι
Μορέαν ἐλεύσεως· καὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ Μουλσουμάνου παρὰ τοῦ
ἀδελφοῦ αὐτοῦ Μωσῆ καὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ
τοῦ βασιλέως τοῦ ἁγίου κὺρ Μανουήλ· καὶ τῆς περὶ τὰ μέρη τῆς
Λαρίσσου
ἐκτυφλώσεως Ὀρχάνη, τοῦ υἱοῦ τοῦ Μουλσουμάνου· καὶ τῆς ἐλεύσεως
ἀπὸ τῆς Ἀνατολῆς εἰς τὴν Δύσιν τοῦ ἀδελφοῦ αὐτοῦ Μεχέμετι τοῦ καὶ
Κυρίτζη καὶ τῆς ἥττης καὶ ἐπιστροφῆς αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ πά-
λιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πόλεως εἰς τὴν Δύσιν καὶ τῆς νίκης αὐτοῦ
καὶ τοῦ θανάτου τοῦ Μωσῆ· ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ ἁγίου τοῦ
βασιλέως κὺρ Μανουήλ, Κωνσταντίνου τὸν θάνατον ἐν τῇ Μονεμβασίᾳ,
ἀλλὰ δὴ καὶ δύο θυγατέρων αὐτοῦ· καὶ τῆς γεννήσεως εἰς τὴν Πόλιν τοῦ
αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους
νοσή-
ματος καὶ τοῦ θανάτου ὁμοίως τοῦ τζαλαπῆ κὺρ Δημητρίου· καὶ τῆς γεν-
νήσεως τοῦ αὐθεντοπούλου κὺρ Δημητρίου καὶ τοῦ αὐθεντοπούλου κὺρ
Θωμᾶ· καὶ ἄλλων τινῶν μερικῶν ἀναγκαίων. Ταῦτα δὴ πάντα διὰ τὸ τῆς
ἡλικίας μου ἀτελὲς πάντη, οὐ καλῶς εἰδότος μου καὶ ἀκριβῶς, ἐν ᾧ δὴ
χρόνῳ καὶ μηνὶ ἐγένοντο καὶ πῶς, σιωπῇ παραλείπω.
Τὸν δὲ Ἰούλιον μῆνα τοῦ κα-ου ἔτους ἐξελθὼν ἀπὸ τῆς Πό-
λεως ἀπῆλθεν εἰς τὴν νῆσον Θάσον ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ καὶ
ἀπῆρεν αὐτὴν τὸν Σεπτέβριον τοῦ κβ-ου ἔτους. Εἶτ' ἀπ' ἐκεῖ ἀπῆλθεν εἰς
τὴν Θεσσαλονίκην καὶ εἰς τὸν Μορέαν καὶ ἔκτισε τὸ Ἑξαμίλιον.
Τῷ κβ-ῳ ἔτει Μαρτίῳ γὰρ ἔσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν
ρᾶς κατὰ Ἑξαμιλίου καὶ τῆ ι-ῃ Δεκεμβρίου ἀπῆρεν αὐτὸ καὶ τὸ ἐχά-
λασε· καὶ ἀπελθόντος αὐτοῦ καὶ ἕως εἰς τὴν Πάτραν, τὴν χώραν καὶ τὴν
μόνην ἀπῆρε καὶ κατέκαυσε καὶ ἠφάνισε.
Καὶ τὸν Αὔγουστον τοῦ αὐτοῦ ἔτους ἐστάλην πάλιν ἐγὼ εἰς τὴν
Πόλιν καὶ δι' ἄλλας μὲν δουλείας καὶ διὰ τὴν εἰς τὴν Τραπεζοῦνταν καὶ
τὴν Γοτθίαν συνοικεσίου διὰ τοῦ αὐθεντός μου δουλείαν, ἐπεὶ προεσύν-
τυχαν ἀπ' ἐκεῖσε, εἰς ἃ μέρη καὶ ἱερομόναχον τὸν Ἰσίδωρον, τὸν ὕστε-
ρον χρηματίσαντα καὶ Ἀθηνῶν, καὶ ἀνθρώπους μου ἔστειλα καὶ ἔγραψα.
Καὶ προσμένοντός μου ἐκεῖ, τὸν Ἰούνιον τοῦ νϛ-ου ἔτους ἀπέ-
θανεν ἀπὸ λοιμώδους νοσήματος εἰς τὴν Σηλυμβρίαν ὁ δεσπότης κὺρ
Θεόδωρος· καὶ φέροντες αὐτὸν εἰς τὴν Πόλιν ἔθαψαν ἐν τῇ τοῦ Παντο-
κράτορος μονῇ.
Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανεν
ἐμοὶ ὁ υἱὸς Ἀλέξιος, ζήσας χρόνους εʹ καὶ μῆνας ιαʹ, θάνατος καὶ σφό-
δρα μου καθήψατο, οὐκ εἰδότος μου τοῦ ἀθλίου τὰ μέλλοντά μοι συμ-
βήσεσθαι λυπηρότερα.
176
θέλει.” Καὶ ἐχώρισε· καὶ δέδωκε πρὸς αὐτὸν ἄσπρα ʹν, ἵνα ἔχῃ αὐτὰς
ἀπὸ τὸ κουμέρκι τοῦ ἀλεύρου, τοὺς δὲ πλείονας τῶν ὑποχειρίων αὐτοῦ
περιορίσας ἀπῆρεν, ἵνα εὑρίσκωνται εἰς τὴν Πόλιν. Ἄλλοι δὲ εἶπον ἄλ-
λως γεγονέναι καὶ μέλλομεν μαθεῖν καὶ διηγήσεσθεν.
Τοῦ δ' αὐτοῦ χρόνου τὸ θέρος ἐγεγόνει τοσαύτη λοιμώδης νόσος
εἴς τε τὴν Κωνσταντινούπολιν καὶ τὴν Ἀνδριανούπολιν καὶ τὴν Καλλί-
πολιν καὶ τὰ πέριξ αὐτῶν κάστρη καὶ κωμοπόλεις καὶ χώρας, οἵα οὐ
γέγονε παρόπισθε χρόνους πολλούς. Τεθνήκασι γάρ, ὡς λέγουσι, μυριά-
δες πολλαὶ ἀνθρώπων, οὐ χιλιάδες, σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ δεσπότου
θυγάτηρ.
Τοῦ δὲ οϛ-ου ἔτους Νοεμβρίῳ μηνὶ ἀπῆλθον κἀγὼ εἰς τὴν
Ἁγίαν Μαῦραν, παρακινήσει τῆς βασιλίσσης κυρᾶς Ἑλένης καὶ πενθε-
ρᾶς τοῦ αὐθεντὸς τοῦ τόπου ἐκείνου κυροῦ Λεονάρδου, ἵνα καὶ τὸν τό-
πον καὶ τοὺς ἐκεῖσε ἀναθεωρήσω καὶ ὡς δῆθεν ἀνεψιοῦ τοῦ μακαρίτου
αὐθεντός μου τοῦ βασιλέως κυροῦ Κωνσταντίνου καὶ ὑπὲρ τοῦ πατρὸς
κάστρου.
Ἔπεμπον γὰρ εἰς αὐτοὺς βολίδας μολυβδίνας, ὅσον καρύου Ποντικοῦ τὸ
μέγε-
θος, ἀπὸ κατασκευῆς χαλκῆς ἐχούσης ἐντὸς τὰς βολίδας καθ' ὁρμαθὸν
πέντε
ἢ καὶ δέκα. Ἐξόπισθεν οὖν τῆς χαλκῆς καλάμου βοτάνης σκευασία ἐκ
νίτρου, τεά-
φης καὶ καρβούνου ἰτέας πλήρης, ὁρμὴν οὖν ἀσπίθης ἤγουν σπινθῆρος
πυρὸς
εἰ πλησιάσειεν τῇ ἀναμιγῇ ταύτῃ, αἴφνης ἐξάπτει καὶ στενοχωρουμένου
τοῦ πνεύ-
ματος ὑπὸ τῶν βολίδων ἐξ ἀνάγκης ὠθεῖ τὰς βολίδας καὶ ὠθουμένων ἡ
πρὸς τὴν
βοτάνην ἐγγὺς ὠθεῖ τὴν πρὸ αὐτῆς, ἡ δ' αὐτὴ τὴν ἔμπροσθεν. Καὶ οὕτως
ἡ δύ-
ναμις μέχρι τὴν εἰς τὸ στόμιον προκειμένην βολίδα πέμπεται καὶ
ἀποπέμπει ταύ-
την ἄχρι μιλίου ὁδόν, καὶ τὸν τυχόντα εἴτε ἄνθρωπον εἴτε ζῷον, εἰ καὶ
σιδηρο-
φοροῦσιν· ἀλλ' ἡ δύναμις τῆς βοτάνου τόσον ὑπερισχύει, ὅσῳ καὶ
περονήσασα
μάτην πονεῖν καὶ κόπτειν αὐτόν τε καὶ τὴν στρατιὰν ἐνὸν λιμῷ τε καὶ
πολιορκίᾳ μακρᾷ περιγενέσθαι τοῦ ἄστεος.
καὶ δὴ δόξαν οὕτω
καταλιπὼν στρατηγὸν αὐτοῦ μετὰ στρατιᾶς ἱκανῆς, ἀκραιφνοῦς καὶ
νεήλυδος, ὥστε δύνασθαι πολιορκεῖν τε τὸ ἄστυ καὶ πάσης τῆς ἔξω
χώρας κρατεῖν, αὐτὸς διαδοὺς τήν τε λείαν ἅπασαν καὶ τὰ ἀνδράποδα
πάσῃ τῇ στρατιᾷ καὶ ἀπολύσας αὐτοὺς ᾔει σὺν τῇ ἰδίᾳ αὐλῇ τὴν ἐπὶ τὸ
Βυζάντιον.
πυθόμενος δὲ καθ' ὁδὸν τήν τε χώραν ἅπασαν Θρᾴκης
τε καὶ Μακεδονίας καὶ τὰς ἐν αὐτῇ πόλεις, δι' ὧν ἔμελλε ποιεῖσθαι
τὴν πάροδον, τῇ λοιμώδει νόσῳ κατεχομένας τε καὶ διαφθειρομένας
181
κακῶς καὶ δὴ καὶ τὴν μεγάλην πόλιν αὐτὴν ἀγομένην καὶ φερομένην
ὑπό τε τῆς λύμης καὶ τοῦ δεινοῦ, μεταβαλὼν εὐθὺς ᾔει τὴν ἐπί τε τὸν
Αἵμονα καὶ τὴν ἄνω Μυσίαν· ταύτην τε γὰρ ἐπυνθάνετο καὶ τὰ ὑπὲρ
τὸν Αἵμονα πάντα καθαρεύειν τῆς νόσου.
καταλαβὼν δὲ τά τε
περὶ Νικόπολιν καὶ Βυδήνην χωρία ὑγιεινά τε ὄντα καὶ κράσεως
εὐκαίρου λαχόντα διαγέγονε τὸ φθινόπωρον ὅλον αὐτοῦ διατρίβων.
μετὰ μικρὸν δὲ μαθὼν λωφῆσαν ἤδη τὸ πάθος καὶ τοῦ λυποῦντος
καθαρεύειν τὴν Πόλιν (εἶχε γὰρ ἀγγέλους συχνοὺς καθ' ἡμέραν σχεδὸν
ἐκ διαδοχῆς διαθέοντας καὶ ἀγγέλλοντας τὰ ἐκεῖ) χειμῶνος ἀρχομένου
Τὴν Ἥραν λέγουσιν εἶναι τὸν ἀέρα· καὶ ἐπεὶ ὁ ἀὴρ καθαίρει,
ποιοῦσι τῆς Ἥρας τὸ ἄγαλμα βαστάζειν ψαλίδα ἀπὸ μετα-
φορᾶς ψαλίδος τῆς ἀποκειρούσης τὰς τρίχας καὶ καθαρὸν
ἀποδεικνυούσης τὸ σῶμα.
Περὶ ἀγάλματος βαστάζοντος πύργον. Τὴν
Δήμητραν οἱ παλαιοὶ τὴν γῆν καλοῦσιν· καὶ ἐπειδὴ ἕδρα
πάσης πόλεως ἡ γῆ ἐστιν, ὡς βαστάζουσα τὰς πόλεις πλάτ-
τεται πυργοφόρος.
Περὶ ἀγάλματος κτένα φέροντος. Τῆς Ἀφρο-
δίτης τὸ ἄγαλμα κτένα φέρει. ἐπειδὴ συνέβη ποτὲ ταῖς τῶν
Ῥωμαίων γυναιξὶ κνήφην λοιμώδη γενέσθαι, καὶ ξυρουμένων
αὐτῶν πασῶν γεγόνασιναὐταῖς οἱ κτένες ἀχρεῖοι· εὐξα-
μένας δὲ τῇ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν
ἀγάλματι κτένα φέρουσαν. Πλάττουσιν δὲ αὐτὴν καὶ γένειον
ἔχειν, ὅτι τε καὶ ἄρρενος καὶ θηλείας ὄργανα ἔχει· αὐτὴν
γὰρ λέγουσιν τὴν ἔφορον γενέσεως τοῦ παντός, καὶ ἀπὸ τῆς
ὀσφύος καὶ ἄνωθεν λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω
θήλειαν. Πλάττουσι δὲ αὐτὴν καὶ ἔφιππον, ἐπειδὴ καὶ ὁ
Αἰνείας ὁ υἱὸς αὐτῆς πλεύσας μέχρι τῆς δύσεως μετὰ τοῦτο
ἵππῳ ἐπέβη καὶ τὴν μετέρα ἐτίμησε τοιούτῳ ἀγάλματι.
Περὶ ἀγάλματος τοῦ Διός. Ἄγαλμα πλάττουσι
μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ τοῦ βασιλέως κὺρ Μανουὴλ καὶ τῆς περὶ
τῆς ἀποστροφῆς εἰς τὴν ἀνατολὴν καὶ πάλιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πό-
λεωςἐν τῇ Θράκῃ, ἤτοι ἐν τῇ Εὐρώπη, καὶ τῆς νίκης αὐ-
τοῦ. Καὶ τὸν θάνατον τοῦ Μωσῆεἴπω, ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ
βασιλέως κὺρ Μανουήλ,τοῦ πρώτου Κωνσταντίνου τὸν θά-
νατον ἐν τῇ Μονεμβασίᾳ· ἀλλὰ καὶ περὶ δύο θυγατέρων αὐτοῦ καὶ τῆς
γεννήσεως τοῦ αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ
λοιμώδους νοσήματος ὁμοίως καὶ τοῦ θανάτου τοῦ τζελεπῆ κὺρ
Δημητρίου,
τοῦ υἱοῦ τοῦ σουλτὰν Μπαγιαζήτου, τοῦ ἀδελφοῦ τοῦ
ἀμηρᾶ Μεεμέτη· – αὐτὸς δὲ γενόμενος Χριστιανός, ὡς πρὸ ὀλί-
γου ἔφημεν, καὶ τῷ θείῳ βαπτίσματι ἀναγεννηθείς, ὁ βασιλεὺς
καὶ ὁ ἀμηρᾶς Μεεμέτης, ὁ ἀδελφὸς αὐτοῦ, πλεῖστα σιτηρέσια
ἔδωσαν αὐτῷ, ζήσας μετὰ τὸ βαπτισθῆναι ἔτη ἑπτὰ πρὸς κύριον
ἐξεδήμησε. Καὶ περὶ τῆς γεννήσεως τῶν αὐθεντοπούλων κὺρ Δημητρίου
καὶ κὺρ Θωμᾶ, ταῦτα δὲ διὰ τὸ τῆς ἡλικίας μου ἀτελὲς οὐ καλῶς καὶ
ἀκρι-βῶς εἰδότος μου· καὶ τὰ πρὶν τῆ γεννήσεως τῆς ἐμῆς ὅσα
εἰρήκαμεν, ὑπὸ ἀξιοπίστων καὶ σοφῶν συγγραφέων γεγραμμένα μέρος
κὺρ Θωμᾶ, – εἰς τὴν αὐτοῦ τάξιν ἦν εἰς ὑπηρεσίαν ἐπὶ τραπέζης καὶ κελ-
λιώτης αὐτοῦ, – ὡς ὡρίσθημεν παρὰ τοῦ βασιλέως καὶ πατρὸς αὐτοῦ καὶ
ἡτοιμαζόμεθα, καὶ ἀφ' οὗ ὁ μὲν πρῶτος μου ἀδελφὸς ἦν εἰς τὴν Πελο-
πόννησον μετὰ τοῦ βασιλέως· ὁ δὲ μετ' ἐμὲ ἕτερος, ὡς ἐπῆλθεν ὁ θάνα-
τος τῶν ἀδελφῶν αὐτοῦ, ἀφεὶς πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς ἀπῆλθεν
εἰς τὴν μονὴν τὴν λεγομένην τοῦ Χαρσιανίτου, οὗ ἦν καὶ ὁ κατὰ ἀλή-
θειαν ὄντως διδάσκαλος ὁ κὺρ Ἰωσὴφ, κἀκεῖσε ἔγινε μοναχός.
Ἐν ἐκείνῳ τῷ ἔαρι καὶ θέρει λοιμοῦ γεγονότος ἐν τῇ Κωνσταντι-
νουπόλει ἀπέθανε καὶ ἡ δέσποινα κυρὰ Ἄννα ἡ ἀπὸ τῆς Ῥωσσίας λοι-
μώδει νόσῳ καὶ ἐτάφη ἐν τῇ τοῦ Λιβὸς μονῇ.
XXVII. Ἐν δὲ τῇ ἀρχῇ τοῦ ʹϛϡκϛ-ου ἔτους ἐστάλη εἰς Πελοπόν-
νησον ὁ αὐθεντόπουλος κὺρ Θωμᾶς παρὰ τοῦ βασιλέως καὶ πατρὸς
αὐτοῦ·
ἐν ὧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς Κωνσταντινούπολιν καὶ ὁ βασιλεὺς καὶ
183
παρὰ τοῦ αὐθεντός μου διὰ γράμματος ἐκ τῆς Βοστίτζας, ὅτι τοῦ παρελ-
θόντος Ἰανουαρίου ζ-ῃ τέθνηκε λοιμώδει νόσῳ ὁ ἄριστος κἀμοῦ φίλος
Μακά-
ριος ὁ καὶ Μακρὴς καλούμενος, ὁ παρ' ὀφθαλμῷ μὲν πατριαρχικῷ
ὑπερηφάνῳ
καὶ ἀπλήστῳ ἀγαρικῆ καρδίᾳ αἱρετικός, παρὰ δὲ ὀφθαλμῷ παντοκρατο-
ρικῷ ἀκοιμήτῳ καὶ ἀληθεῖᾳ δικαζούσῃ ὀρθόδοξος ὤν. Ὅς τινι καιρῷ
καὶ εἰς Κωνσταντινούπολιν ἐπανῆλθεν ἀπὸ τοῦ Ἁγίου Ὄρους καὶ τὴν
μόνην τοῦ Παντοκράτορος ἔλαβε παρακινήσει καὶ συνεργίᾳ ἐμῇ, ὡς οἱ
πάντες ἐπίσταντο· καὶ συνάρσει μὲν πρῶτον τοῦ παντοκράτορος θεοῦ,
ἔπειτα δὲ σπουδῇ τε καὶ ἐπιμελείᾳ ἐμοῦ τε κἀκείνου, καὶ πᾶν καλὸν πρὸς
σύστασιν καὶ εὐκοσμίαν εἰς τὴν αὐτὴν μονὴν προεχώρησε.
Καὶ τῷ τέλει τοῦ ἔαρος αὐτοῦ δὴ τοῦ ἔτους ἦλθεν ὁ Τουραχάνης καὶ
κατεχάλασεν αὖθις τὰ τοῦ Ἰσθμοῦ τείχη καὶ πολλὴ λοιμικὴ νόσος
ρέλαβεν αὐτὸν καὶ ἐπόρθησεν. Καὶ ἀπελθόντος αὐτοῦ εἰς Πάτραν, τὴν
Πάτρας πόλιν μόνην παρέλαβε καὶ ἐνέπρησε καὶ ἠφάνισε.
184
Καὶ τῷ Αὐγούστῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐστάλην πάλιν ἐγὼ εἰς
τὴν Κωνσταντινούπολιν ὑπὲρ πολλῶν τίνων ὑποθέσεων καὶ περὶ τῆς
Τρα-
πεζοῦντος καὶ τῆς Γοτθίας καὶ περί τινος συνοικεσίου διὰ τὸν αὐθέντην
μου, ἐπεὶ ἀπ' ἐκεῖσε προεσύντυχον· ἔνθα ἱερομονάχους καὶ ἐκ τῶν
ἀνθρώ-
πων μου προέστειλα ἐν ἐκείνοις τοῖς μέρεσιν, ἐξαιρέτως δὲ καὶ τὸν ἱερο-
μόναχον τὸν Ἰσίδωρον, τὸν καὶ ὕστερον χρηματίσαντα μητροπολίτην
Ἀθηνῶν, μεθ' ὧν ἔγραψα.
Καὶ προσμένοντός μου ἐκεῖ τῷἸουλίῳ μηνὶ τοῦ ͵ϛϡνϛ-ου ἔτους
ἀπέθανεν ὑπὸ λοιμώδους νοσήματος ὁ δεσπότης κὺρ Θεόδωρος ἐν τῇ
Σηλυβρίᾳ καί, κομίσαντες τὸ λείψανον αὐτοῦ ἐν τῇ Πόλει, ἔθαψαν αὐ-
τὸν ἐν τῇ τοῦ Παντοκράτορος μονῇ.
Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους, ἀπέθανέ μοι ὁ
υἱὸς Ἀλέξιος, ζήσας χρόνους πέντε καὶ μῆνας ἕνδεκα· οὗ ὁ θάνατος σφό-
δρα μου καθήψατο, οὐκ εἰδότος μου τοῦ ἀθλίου τὰ μέλλοντά μοι συμβῆ-
ναι λυπηρότερα.
Καὶ τῇ λα-ῃ τοῦ Ὀκτωμβρίου μηνὸς τοῦ ͵ϛϡνζ-ου ἔτους ἀπέθανε
καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἐτῶν ὑπάρχων νϛʹ καὶ μηνῶν δέκα καὶ ἡ-
μερῶν ιεʹ, καὶ ἐτάφη τῇ πρώτῃ Νοεμβρίου ἐν τῇ μονῇ τοῦ Παντοκρά-
τορος, αὐτοκρατορήσας ἔτη εἴκοσι τρία, μῆνας τρεῖς καὶ ἡμέρας δέκα.
εἰς βοήθειαν τῶν αὐθέντων καὶ δεσποτῶν καὶ τοὺς Ἀλβανίτας παντέλως
ἐδούλωσαν, τούς ποτε ἀφηνιάσαντας, καὶ τὸν ψευδοδεσπότην αὐτῶν
ἐδιώξαν.
7. Ἐν ᾧ δὴ χρόνῳ καὶ τῇ β-ᾳ Ἰαννουαρίου μηνὸς ἐγεννήθη τῷ
δεσπότῃ κὺρ Θωμᾷ ὁ κὺρ Μανουὴλ ὁ Παλαιολόγος.
8. Καὶ τῷ Σεπτεμβρίῳ μηνὶ τοῦ ͵ϛϡξδ-ου ἔτους ἀπέθανε Θάμαρ
ἡ καλή μου θυγάτηρ αἰχμάλωτος οὖσα ἐν τῷ τοῦ ἀμηρᾶ σαῤῥαγίῳ λοι-
μώδει νόσῳ, οὖσα ἐτῶν ιδ-ων καὶ μηνῶν πέντε.
Ἥν ποτε διὰ προστάγματος τοῦ ἀοιδίμου βασι-
λέως κὺρ Κωνσταντίνου τοῦ αὐθεντός μου ἐδεδώκειν
εἰς σύνευνον τῷ κληρονόμῳ καὶ αὐθέντῃ τῆς Αἴνου
185
οἴονται. Καὶ ὁ Πρωτεὺς θεὸς εἷναι τοῖς Αἰγυπτίοις νομίζεται καὶ ἡ Ἑλένη
τῶν ἱερῶν αὐτῷ κοινωνεῖ, ἣν Ξένην Ἀφροδίτην ὀνομάζουσιν οἱ τελού-
μενοι· καὶ Ἰταλοὶ θεοῖς συναριθμοῦσι τοὺς βασιλεῖς ἅπαντας καταλέ-
γοντες. Ὁ δὲ Ἀλέξανδρος τρεισκαιδέκατος θεὸς παρ' Ἀθηναίοις ἀνη-
γορεύετο, ἀλλὰ πολλάκις τραυματίας γενόμενος καὶ νοσήσας, ἐπειδὴ
ἀπέθανεν, ἐγνώσθη τὴν φύσιν θνητὸς ὑπάρχων ὁ τέως εἰς τοὺς θεοὺς
ἀναγεγραμμένος. Οὕτω καλὰ τοῖς ἀνθρώποις μαθήματα τὰ τῶν καλῶν
παθήματα γίγνεται. Καὶ τὸ ὅλον, ἢ γὰρ πρὸς ἐπίδειξιν ἀρετῆς πάθοι
ἂν κακῶς ὁ ἄνθρωπος ἢ πρὸς παῦλαν κακίας· εἰ δὲ οὐ παύεται, πρὸς
παράδειγμα τοῖς ἄλλοις ἡ τιμωρία. Καὶ σεισμοὶ καὶ αὐχμοὶ καὶ ἐπικλύσεις
καὶ ἡ λοιμώδης νόσος καὶ ἀήθεις ἀστέρες καὶ καρπῶν ἀφορίαι καὶ
κεραυνῶν φοραὶ ἀνθρώπων κακίαν ἐκχεομένην ἐξείργουσιν· τὴν γὰρ
187
οὖν ἡ μία πυραμίς, ὅταν βιασθῇ, θᾶττον εἰς τὰ ἐπίπεδα διαλύεται, εἴπερ
συνεστῶσα τέμνεται, εἰ δὲ καὶ διαιρεθείη ἢ αὐτὴ ἢ ἐπίπεδον, ἐπειδὴ καὶ
ταῦτα φθαρτὰ τῷ διαιρετὰ εἶναί ἐστιν, ὕλη πάλιν ἄλλου γίνεται ἢ μετ'
ἀλλήλων ἢ μετ' ἄλλων συμφυομένων τῶν διαιρεθέντων μερῶν.
ψυχή ἐστιν αἰτία τῶν ὀνειράτων, ὅταν ζητοῦσα εὕρῃ, καὶ ἡ θεία ἔκλαμ-
ψις, ὅτε τὰ μέλλοντα προλέγομεν. εἰ οὖν φησιν “ὅθεν σφίσιν αἰεὶ καὶ τὸ
φρονεῖν ἀλλοῖα παρίσταται”, ὡς πρὸς τοὺς ὀνείρους ἀπέβλεψεν τοὺς ἀπὸ
τῆς λογικῆς ψυχῆς. ἀλλοία δὲ γίνεται ἡ φρόνησις ἐν ὀνείροις, διότι ἐν
νυκτὶ ἐναργέστεραι αἱ φυσικαὶ δυνάμεις εἰσὶ καὶ ἀμβλύνεται ἡ λογική, ἐν
δὲ τῇ ἡμέρᾳ αὕτη μᾶλλον ἐνεργεῖ. ἐγκαλεῖ δὲ πάλιν Ἀριστοτέλης τῷ
Ἐμπεδοκλεῖ οὐ μόνον ὅτι σύγχυσιν ἐποιήσατο τῶν ὀνομάτων, ἀλλ' ὅτι
καὶ
εἰπὼν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται, περὶ μὲν γνώσεως εἶπε, περὶ
δὲ ἀπάτης οὐκ εἶπε· καίτοι ἐχρῆν περὶ ἀπάτης μᾶλλον εἰπεῖν ἢ περὶ ἐπι-
στήμης, διότι πλέον οὗ γινώσκομεν ἀπατώμεθα. τούτου δὲ αἴτιον ἡ γένε-
σις καὶ ἡ ἐν τῇ ὕλῃ ἀμβλυωπία τῆς ψυχῆς. ὥσπερ γὰρ τῶν ἐν λοιμώδει
χωρίῳ ὄντων πλείους νοσοῦσι τῶν ὑγιαινόντων, οὕτω καὶ τῶν ἐν γενέσει
ψυχῶν μᾶλλον αὐθεντεῖ ἄγνοια ἤπερ γνῶσις. ἐπειδὴ οὖν μᾶλλον ἀπατώ-
189
μεθα, ἐχρῆν αὐτὸν πλέον περὶ ἀπάτης διαλεχθῆναι· οὐδὲ γὰρ ὁ Ἐμπεδο-
κλῆς δοξάζει μὴ εἶναι ἀπάτην. αὐτὴ γὰρ ἡ δόξα ἡ λέγουσα μὴ εἶναι
ἀπάτην ἠλέγχθη ὑπὸ Πλάτωνος. εἰ μὲν οὖν μὴ δοξάζει εἶναι ἀπάτην,
τοῖς Πρωταγορείοις ἐλεγχέσθω λόγοις· εἰ δὲ δοξάζει, διὰ τί μὴ εἶπεν τὸ
αἴτιον αὐτῆς; εἰ μή τι ἄρα συνάξομεν ὅτι εἰ ἡ γνῶσις τοῦ ὁμοίου ἐστὶ
γνῶσις, ἡ ἀπάτη ἄρα τοῦ ἀνομοίου ἐστὶ θίξις, καὶ διὰ τοῦ ἀντικειμένου
ἠθέλησε καὶ τὸ ἀντικείμενον ὑπακουσθῆναι. καὶ τοῦτο μὲν αὐτῷ συνά-
γεται, ἡμεῖς δὲ οὐ συγχωροῦμεν τὴν ἐπιστήμην τοῦ ὁμοίου γνῶσιν εἶναι,
αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμίαν καὶ τὰς τῶν μετάλλων φύσεις
λεπτότατα κατεξητασμένας τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα
καὶ ἀναγκαῖον μεγέθη τε καὶ ὑψώματα καὶ ὅσα ἰθύγραμμα σχήματα καὶ
ὅσα κυκλικὰ καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν
ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς
190
μενοι τύχῃ, καὶ τὴν ἐκροὴν τῆς λίμνης τὴν ἐς τὸν Εὔξεινον Πόντον
φερομένην, ἄπορον τέως δοκοῦσαν, τότε δὴ ὁτῳοῦν τρόπῳ διαπεραιω-
θέντες, ἀλώμενοι δὲ ὅμως ἀνὰ τὴν ὀθνείαν, πλεῖστα ὅσα τὸ ἰθαγενὲς
ἐλυμήναντο, ἀπροσδόκητα προσπεσόντες, ὡς καὶ τοὺς προτέρους
οἰκήτορας ἀπελάσαντες αὐτοὶ τὴν ἐκείνων κατέχειν. 4 ἤμελλον δὲ ἄρα
οὐκ ἐπὶ μακρότατον διαμένειν, ἀλλὰ πρόρριζοι τὸ λεγόμενον ἀπολεῖσθαι.
Οὐ δεῖ δὲ θαυμάζειν εἰ τὸ κατὰ φύσιν πλέον εἶναι τοῦ παρὰ φύσιν
λέγοντες, καὶ τοῦτο μὲν εἰς στενὸν συνελαύνεσθαι, τὸ δὲ κατὰ φύσιν
ἐπικρατεῖν ἐν τῷ παντί, τῶν ἀνθρώπων τοὺς πλείστους λέγομεν
ἀνεπιστήμονας καὶ κακούς, ἐλαχίστους δὲ τοὺς ἐπιστήμονας. οὐ γάρ
ἐστι ταῖς ψυχαῖς κατὰ φύσιν ὁ μετὰ τῶν σωμάτων βίος οὐδὲ ἡ
γενεσιουργὸς ζωή, τοὐναντίον δὲ ἡ χωριστὴ καὶ ἄϋλος καὶ ἀσώματος
αὐταῖς μᾶλλον προσήκει. καὶ ὅταν μὲν ὦσιν ἐν τῇ γενέσει, τοῖς ἐν
λοιμώττοντι χωρίῳ ποιουμένοις τὰς διατριβὰς ἐοίκασιν, ὅταν δὲ ἔξω
τῆς γενέσεως, αὐτὸ τοῦτοὅ φησιν ὁ Πλάτων, τοῖς ἐνλειμῶνι
διαιτωμένοις. ὥσπερ οὖν οὐδὲν θαυμαστὸν ἐν λοιμώδεσι τόποις πλείους
εἶναι τοὺς νοσοῦντας τῶν κατὰ φύσιν διακειμένων, οὕτω δὴ καὶ ἐν τῇ
γενέσει πλείους εἶναι ψυχὰς τὰς ἐμπαθεῖς καὶ μοχθηρὰς οὐδὲν
θαυμαστόν. τοὐναντίον μέντ' ἂν εἴη θαυμαστόν, εἴ τινες ἠμφιεσμέναι
τοιαῦτα σώματα καὶ περιβεβλημέναι τοιούτους δεσμοὺς καὶ περι-
εστοιχισμέναι τοσαύτῃ μεταβολῇ νήφουσι καὶ καθαραὶ καὶ ἀπαθεῖς
διαμένουσι. καὶ εἴποι ἂν καὶ πρὸς τὰς τοιαύτας ψυχάς, οἶμαι, ἄφρων
κριτὴς καὶ τὸν οὕτω ζῶντα, ἐν τοῖς ἐνύλοις ἀΰλως καὶ ἐν τοῖς θνητοῖς
ἀχράντως·
’θαῦμά μ' ἔχει πῶς οὔ τι πιὼν τάδε φάρμακ' ἐθέλχθης‘.
ὄντως γὰρ ἔοικεν ἡ λήθη καὶ ἡ πλάνη καὶ ἡ ἄγνοια φαρμακείᾳ τινὶ
Ὀμφακίτης οἶνος.
λείπει ἄρθρον, ἵνα λέγῃ «ἔριδι τῇ τοῦ μάχεσθαι», ἢ καὶ ἑτέρως, καθ'
ἑρμηνείαν,
ἔριδι ἤγουν αὐτόχρημα μάχῃ. οὐ γὰρ ἁπλῶς διαστήτην τόπῳ μακρῷ ἢ ἐξ
ἀγορᾶς
λυθείσης ἢ ἀπὸ συμπλοκῆς μαχίμου, ἀλλὰ κατὰ ἔριν μάχιμον.] Ὅτι τὸ
μὲν
προσεχὲς αἴτιον τῆς τοῦ Ἀχιλλέως μήνιδος ἡ τῆς Βρισηΐδος ἐστὶν
ἀφαίρεσις,
τὸ δὲ πρὸ τούτου αἴτιον ἡ τοῦ βασιλέως διαμάχη, τὸ δὲ ἔτι πορρώτερον ὁ
Λοιμός, ὑπὲρ οὗ λαλήσας ὁ Ἀχιλλεὺς ἠτίμωται· τὸ δὲ ἐπέκεινα ὁ ἥλιος,
198
ὃν
λοιμωδῶν νοσημάτων φασὶν αἴτιον. Σημείωσαι οὖν ὅτι εἰπὼν ὁ ποιητής,
(v. 9) ὡς ὁ Ἀπόλλων ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς υἱὸς συνέβαλεν εἰς
φιλονεικίαν
τοὺς βασιλεῖς, ὅμοιον λέγει ὡς ἐὰν εἶπεν, ὅτι ὁ ἥλιος αὐτοὺς εἰς
φιλονεικίαν
συνέμιξε. καὶ ἔστι πολλὰ τοιαῦτα πόρρω αἴτια παρὰ τοῖς παλαιοῖς, ὧν ἓν
καὶ
τὸ τοῦ Ἀναχάρσιδος, ὃς ἐρωτηθείς «διὰ τί παρὰ Σκύθαις οὔκ εἰσιν
αὐληταί;»
εἶπε «διότι οὐδὲ ἄμπελοι». μακρὰν γὰρ καὶ ἐκεῖνος ἀνέβη· τὸ μὲν γὰρ
ἐγγὺς
ἦν εἰπεῖν, ὅτι οὐδὲ μέθη παρὰ Σκύθαις ἐστὶν οὐδὲ οἶνος· ὁ δὲ ἀνέδραμεν
ἐπὶ τὸ
πορρώτερον αἴτιον, τὰς ἀμπέλους. Ἰστέον δὲ ὅτι καὶ τοῦ Ἀπόλλωνος
ἤγουν
τοῦ ἡλίου πορρωτέρω αἴτιόν ἐστιν ἡ τοῦ Διὸς βουλὴ ἡ ἀνωτέρω ῥηθεῖσα,
ἵνα
πλακείη ὁ λόγος οὕτως· ἡ τοῦ Διὸς βουλὴ κινήσασα τὸν Ἀπόλλωνα
πεποίηκε
λοιμόν· οὗ ζητηθέντος ἀφαιρεθεὶς ὁ Ἀχιλλεὺς τὴν Βρισηΐδα ἐμήνισε.
γίνεται καὶ τὸ φρεσί κοινῶς καὶ τὸ φρασί Δωρικῶς παρὰ Πινδάρῳ· [οὕτω
δὲ
κατὰ τὸ μήν καὶ μέν καὶ μάν τριφορεῖται καὶ ὁ Πρίαπος δέ· οὐ γὰρ μόνον
διὰ
τοῦα προφέρεται ἀλλὰ καὶ Πρίεπος καὶ Πρίηπος λέγεται.] (v. 36) Ὅτι
παρὰ τῷ
ποιητῇ ἐπαμφοτερίζει ἡ ἄρχουσα τοῦ Ἀπόλλωνος καὶ ἐν μὲν τῷ
«Ἀπόλλωνι
ἄνακτι» [καὶ πρὸ τούτων ἐν τῷ «ἑκηβόλου Ἀπόλλωνος»] καὶ ἀλλαχοῦ δὲ
ἐκτείνεται Ἀττικῶς καίτοι τῆς ἐν τῇ παραληγούσῃ τῶν προθέσεων
ἀναλογίας
συστέλλεσθαι ἀπαιτούσης αὐτό. ἐν δὲ τῷ «ἐχώσατο Φοῖβος Ἀπόλλων»
καὶ ἐν
ἄλλοις μυρίοις τόποις συστέλλεται. οὕτω δὲ καὶ τὸ Κρονίων διφορεῖται
παρὰ
τῷ ποιητῇ καὶ ἄλλα οὐκ ὀλίγα, εἰ καὶ οἱ νῦν στρυφνοὶ λογισταὶ τῶν
199
στιχουργούν-
των μονόχρονα τὰ τοιαῦτα εἶναι θέλουσιν. Ἀπόλλων δὲ παρὰ τοῖς
παλαιοῖς
οὐκ εὐφήμως μέν, ὅμως δὲ φοβερώτερον ὁ ἥλιος, εἰς ὃν ἀναφέρεται τὰ
λοιμώδη
νοσήματα. ὥσπερ γὰρ Ποσειδῶν πῇ μὲν σεισίχθων τὸ φοβερόν, πῇ δὲ
ἀσφάλιος
τὸ εὔφημον, οὕτω καὶ ἥλιος πῇ μὲν ἀπόλλων, πῇ δὲ ἀλεξίκακος.
εὐκράτως μὲν
γὰρ ἔχουσαι διὰ τοῦ ἡλίου αἱ ὧραι ὑγείας εἰσὶν αἴτιαι, δυσκράτως δὲ
διακείμεναι
ἀπόλλουσιν. οὕτω δὲ καὶ φωσφόρος ὢν ὁ αὐτὸς ἥλιος ὅμως νυκτὶ
ἐοικέναι μετ'
ὀλίγα λεχθήσεται διὰ τὴν νοσερὰν ἢ νοτίαν τοῦ ἀέρος κατάστασιν. ὅτι δέ
τινες
ἐπελέγοντο τὰ φοβερὰ ἐπίθετα, δηλοῦσι καὶ οἱ ἐν ταῖς ἱστορίαις βασιλεῖς,
ὁ Πολι-
ορκητὴς καὶ ὁ Κεραυνός· καὶ ὁ Ἄρης δὲ ἀπὸ τοῦ βλάπτειν ὀνομασθῆναι
δοκεῖ,
ἐπεὶ καὶ βροτολοιγὸς ὁ αὐτός. τινὲς μέντοι ἐκ τοῦ ἀπολύειν παράγουσι τὸ
Ἀπόλ-
λων, ἵνα ᾖ μᾶλλον εὐφημότερον ἀπολύων τοὺς ἐν κατοχῇ κακώσεων.
ρεῖν ἤθελεν, οἷον τὸν Δία εἰς οὐρανὸν ἀνάγειν ἢ ἥλιον ἢ ἀέρα ἢ νοῦν,
Ἀθηνᾶν
δὲ εἰς φρόνησιν ἢ γῆν ἢ αἰθέρα, Ἥραν δὲ εἰς ἀέρα ἢ βασιλείαν, Ἄρην δὲ
εἰς
θυμὸν ἢ πόλεμον καὶ Ἥφαιστον εἰς πῦρ καὶ ἄλλους εἰς ἄλλα· ἀλλὰ πάντα
κατὰ
τὸ προφερόμενον καὶ προφαινόμενον τοῦ μύθου ἐνόει. εἰ δὲ καὶ τρόπος
ποιη-
τικὸς ἡ ἀλληγορία, ἀλλ' ἐκεῖνος ἀλληγορίαν ῥητορικὴν ἐνόει, τουτέστι
σχῆμά
τι ῥητορικὸν ἀλληγορίαν οὕτω καλούμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα
ῥηθήσεται.
(v. 47) Ὅτι τὸ «ὃ δ' ἤϊε νυκτὶ ἐοικώς» ἡ μὲν ἀλληγορία ἐπὶ Ἀπόλλωνος
ἤγουν ἡλίου λέγει, ὡς ἐν τῷ καιρῷ τοῦ λοιμοῦ μὴ καθαρῶς
ἀκτινοβολοῦντος
μηδὲ φοίβου ὄντος ταῖς ἀκτῖσι κατὰ τὸ «ἡλίου φοίβῃ φλογί», ὃ δή φησιν
Αἰσχύλος, ἀλλὰ διὰ τὴν παχύτητα τοῦ ἀέρος ἀμυδρὰν καὶ ἀμαυρὰν καὶ
200
ζοφώδη
κατάστασιν ἔχοντος. ὅτι γὰρ λοιμώδης νόσος ἦν ἡ τοῦ Ἀπόλλωνος
τοξεία
κατὰ τῶν Ἀχαιῶν καὶ ὅτι τοῦ τοιούτου κακοῦ αὐτὸς αἴτιος, πάντες οἱ
παλαιοί
φασι. καὶ οὕτω μὲν ἡ ἀλληγορία. ἡ δὲ ῥητορικὴ ἐπιβολὴ νυκτὶ ἐοικέναι
λέγει
τὸν βλοσυρὸν καὶ ἄγριον τὴν ἰδέαν, ὥσπερ αὖ ἥμερον τὸν μὴ τοιοῦτον,
τὸ
μὲν ἀπὸ τῆς ἡμέρας – πραῢ γάρ τι καὶ εὐπρόσωπον ἡ ἡμέρα – ἐκεῖνο δὲ
ἀπὸ
τῆς νυκτὸς δυσπροσόπτου οὔσης καὶ διὰ τοῦτο φοβερᾶς. ὅθεν καὶ δειδία
λέγεται παρὰ τὸ δεδιέναι. διὰ τοῦτο καὶ τὸν Ἕκτορά που νυκτὶ ἐοικέναι
τὰ ὑπώπια λέγει διὰ τὸ δεινὸν καὶ δυσαντίβλεπτον. [Τοῦ δὲ ἤϊε τὸ θέμα
ἐΐω, ἐξ οὗ συνῃρημένον τὸ εἴω, περὶ οὗ ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς.
ἰστέον δὲ ὅτι τὸ »νυκτὶ ἐοικώς» παραβολικόν τί ἐστιν, ὡς ἐν τοῖς ἑξῆς
ῥηθήσεται, ὅπου κεῖται τὸ »ἠΰτ' ὀμίχλη».
τούτοις βούλεται λέγουσα, ὅτι τοῦ περὶ Ἕλληνας λοιμοῦ ἡ μὲν ἱστορία
φυσικὸν
αἴτιον ὑλικὸν δίδωσι, τήν, ὡς εἰκός, φθοροποιὸν μεταβολὴν τοῦ
περιέχοντος
ἐξ ἀναθυμιωμένων σηπεδόνων, ἃς ὁ περὶ τὴν Ἴδην τόπος ἀνεδίδου ὑπὸ
ἀνάγοντι
τῷ Ἀπόλλωνι τουτέστι τῷ ἡλίῳ οὐ μόνον πολυπῖδαξ ὤν, ἀλλὰ καὶ
πολυπόταμος
κατὰ τὴν παλαιὰν ἱστορίαν τήν τε ἄλλην καὶ τὴν Ὁμηρικήν. ὃς δὴ λοιμὸς
ἀπά-
νευθε νεῶν ἐκ τῶν ἐνδοτέρω πεδιάδων ἀρξάμενος πρῶτα μὲν πάσης
νομαδιαίας
ἐκεῖ ἀγέλης ἥψατο διὰ τὸ ἐγγυτέρω εἶναι τοῦ πρωτοπαθοῦς ἀέρος καὶ
εὐθὺς
μεταλαμβάνειν αὐτοῦ τῇ κάτω πρὸς τὴν γῆν νεύσει, πλέον δὲ τοὺς ὀρέας
ἔβλαψεν, οἳ καὶ αὐτοὶ κάτω κεκυφότες, ἀδιαφορήτου σήψεως μετέχοντες,
ἔτι
καὶ διὰ τὸ ἐξ ἀνομοειδῶν καὶ διαφερόντων τῇ φύσει σύνθετοι εἶναι,
εὐπαθέστε-
ρον εἶχον πρὸς τὸ λοιμῶδες πάθος καὶ ἄλλως αὐχμηρῶς καὶ ξηρῶς τῆς
κρά-
σεως ἔχοντες, καθὰ καὶ οἱ κύνες, ὥς φασιν οἱ παλαιοί, ὡς μὴ ἀντέχειν τῇ
τοῦ
201
ἀέρος θερμότητι, ναὶ μὴν καὶ ὀσφρήσεως εὖ ἔχοντες καὶ δι' αὐτὸ ῥᾷον
φθειρό-
μενοι. φασὶ γὰρ τὰς ἡμιόνους ἀπολειφθείσας τινῶν ἀνευρίσκειν δι'
ὀσφρήσεως
τὴν ὁδόν. ὅθεν καὶ αὐταὶ μὲν ῥᾷον ὑπὸ τοῦ λοιμοῦ ἔπασχον, μάλιστα δὲ
οἱ
καθαροῦ ἀέρος δεόμενοι κύνες ᾔσθοντο τοῦ κακοῦ διὰ τὴν ὀξύτητα καὶ
αὐτοὶ
τῆς ὀσφρήσεως ὀξὺ μετειληφότες τῆς κακώσεως καὶ μάλιστα ἐὰν καὶ
ἀργοὶ
καθ' Ὅμηρον ἦσαν, ὅ ἐστι λευκοί, ὡς τῶν λευκῶν, φασί, σωμάτων διὰ τὸ
ἀραιότερον εὐπαθεστέρων ὄντων ἤπερ τὰ μέλανα. πρωτοπαθῶς μὲν οὖν
ὀρέες καὶ κύνες ἐκακώθησαν, δευτέρως δὲ καὶ ἄλλα ζῷα, εἰ καὶ Ὅμηρος
ἐκεῖνα σιγᾷ τρόπῳ ποιητικῷ ἐκ μέρους δηλώσας τὸ πᾶν. εἶτα καὶ
ἀνθρώποις ἐπεδήμησε
καθαροῦ ἀέρος δεόμενοι κύνες ᾔσθοντο τοῦ κακοῦ διὰ τὴν ὀξύτητα καὶ
αὐτοὶ
τῆς ὀσφρήσεως ὀξὺ μετειληφότες τῆς κακώσεως καὶ μάλιστα ἐὰν καὶ
ἀργοὶ
καθ' Ὅμηρον ἦσαν, ὅ ἐστι λευκοί, ὡς τῶν λευκῶν, φασί, σωμάτων διὰ τὸ
ἀραιότερον εὐπαθεστέρων ὄντων ἤπερ τὰ μέλανα. πρωτοπαθῶς μὲν οὖν
ὀρέες
καὶ κύνες ἐκακώθησαν, δευτέρως δὲ καὶ ἄλλα ζῷα, εἰ καὶ Ὅμηρος ἐκεῖνα
σιγᾷ
τρόπῳ ποιητικῷ ἐκ μέρους δηλώσας τὸ πᾶν. εἶτα καὶ ἀνθρώποις
ἐπεδήμησε
τὸ κακὸν ὀψέ ποτε ταῖς ναυσὶν ἐπιχωριάσαν διά τε τὸ ἀνωφορεῖσθαι
αὐτοῖς τὸ
τῆς ὀσφρήσεως αἰσθητήριον καὶ διὰ τὸ ἀφεστάναι τῶν τόπων, ἐν οἷς οἱ
φαῦλοι
αὐχμοὶ τὸν ἀέρα ἔχραναν καὶ διὰ τὸ τῆς τροφῆς ἴσως καθάρειον καὶ τὸ
τοῦ σώ-
ματος ἐκ γυμνασίων ἀπέριττον. καὶ οὕτω μὲν ἡ ἱστορία θεωρεῖ τὰ τοῦ
λοιμοῦ
[ἐφιστῶσα καὶ ὡς, εἰ μὴ πρωτοπαθῶς γῆθεν εἰσφρεῖται τὸ λοιμῶδες, ὡς
τοῖς
χερσαίοις προσπίπτειν, ἀλλ' ἐκ διεφθορότος τοῦ ὑψοῦ ἀέρος ἐστὶ τὸ
κακόν, πτηνὰ
προπειρῶνται τοῦ πάθους καὶ οἱ ἀκροβολισμοὶ τοῦ ὀλέθρου κατ' αὐτῶν
202
γίνονται.]
ὁ δὲ μῦθος τὰ οἰκεῖα τερατευόμενος ἄλλως αὐτὸν αἰτιολογεῖ θεομηνίαν
αἰτιώ-
μενος τοῦ πανδήμου τούτου πάθους καὶ ὕβριν τὴν εἰς τὸν μυθικὸν
Ἀπόλλωνα,
ἣν ὁ βασιλεὺς μέν, ὡς προερρέθη, ἐξελάλησεν, ὁ δὲ δῆμος ἀκούσας οὐκ
ἐδυσχέ-
ρανεν, ὡς δέον ὂν γραφῆναι ἀσεβείας τὸν Ἀγαμέμνονα, εἴγε διὰ τὴν
Χρυσηΐδα
καὶ Ἀπόλλωνα ὕβρισε καὶ Δία δὲ ἱκέσιον καὶ τὰς αὐτοῦ θυγατέρας Λιτὰς
παρεῖ-
δε, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα φιλοσοφεῖ ὁ ποιητὴς λέγων μὴ χρῆναι
παρα-
βλέπειν αὐτάς. δῆλον δὲ ὅτι πολλὰ τοιαῦτα οἱ μῦθοι τερατεύονται, ὡς δι'
ἑνὸς
ἀνθρώπου ἀτασθαλίαν καί, καθὰ Εὐριπίδης φησίν, ἐξ ἰδίας ἀνοίας κοινὰ
κακὰ
τοῦ ἰῶ γίνεται εἴτε ἀπὸ τοῦ ἵημι, κατὰ τὸ πλῆρες γὰρ τετρασυλλαβεῖ ὁ
ἰήϊος,
καὶ ὅτι Διονύσου ἐστὶν ἐπίθετον, καὶ ὅτι καὶ πάθει λοιμώδει ἐπιτίθεται,
ὅθεν
καὶ παρὰ Σοφοκλεῖ «ἤϊοι» τρισυλλάβως, ἢ τετρασυλλάβως «ἰήϊοι
κάματοι»
203
λέγονται οἱ λοιμικοί, καὶ ὅτι δοκεῖ τὸ ἰήϊος καὶ ἀπὸ τοῦ ἰή γίνεσθαι, ὅπερ
ἐστὶν
ἐπιφώνημα λαλούμενον ἐν τόποις, ὅπου τὸ θεῖον τιμᾶται, ὡς δῆλον καὶ ἐκ
τοῦ
»ἰὴ παιάν», ὅθεν καὶ τὸ ἱερὸν παρῆκται, δηλοῦται καὶ ἀλλαχοῦ.] (v. 368
s.)
Ὅτι τὸ «ἀλλήλοισί τε κεκλόμενοι καὶ θεῷ χεῖρας ἀνίσχοντες μεγάλ'
εὐχετόωντο ἕκαστος» δυσπραγίας ἑτεροίας τε καὶ τὴν ἐν μάχῃ ἐπίτασιν
δηλοῖ καὶ σωτη-ρίας ἀπόγνωσιν. [Ὅρα δὲ τὸ «ἀνίσχοντες», ἤγουν ἄνω
ἔχοντες. πολλαὶ δὲ λέξεις τοιαύτης ἐννοίας εἰσὶν ἐκ τοῦ ἀνέχειν καὶ
ἀνίσχειν ὡρμημέναι. ἀνίσχει γοῦν ἥλιος δι' ἀνατολῆς καὶ ὑπερανίσχει καὶ
ὑπερανέχει ὄρος τῶν αὐτοῦ ταπει-νοτέρων, καὶ ἄλλαις δὲ προθέσεσι τὰ
τοιαῦτα ἐπὶ σημασίας ὁμοίας ᾠκείωνται,
δ' αὐτὴ καὶ τὸν εἰς μέθην οἶνον τόξα καλεῖ κωμικώτερον ἐν τῷ «ἀέξονται
φρένας ἀμπελίνοις τόξοις δαμέντες».] (v. 603 et 607) Ἐνταῦθα δὲ
παρασημειοῦνται οἱ παλαιοὶ κεῖσθαι διηγηματικὴν ἀναστροφήν. εἰπὼν
γάρ, φασί, δώδεκα παῖδας ἐν μεγάροις ὀλωλέναι τῇ Νιόβῃ, τότε δὴ ἐπάγει
τὸ φύσει πρῶτον, ἤγουν τὴν προηγησαμένην τοῦ ὀλέθρου αἰτίαν,
οὕτως. (v. 605 s.) Ὅρα δὲ ὅτι τε τὸ «Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο
βιοῖο», καὶ τὸ «Ἄρτεμις ἰοχέαιρα» ἥνωταί πως κατὰ νοῦν, ἐκ βιοῦ γὰρ ἰοὶ
ὁ τρόπος τῆς δεούσης περὶ τὴν ἡμετέραν πίστιν ἐννοίας. ὥσπερ οὖν
ἐκεῖνον καὶ στίζο-
μεν καὶ μεμφόμεθα, οὕτως τὴν σὴν ἁγιότητα ὥσπερ παροῦσαν ἐν τοῖς
ἰδίοις γράμμασιν
τῆι τοῦ κυρίου ἀγάπηι περιπλεκόμεθα, ὁρῶντες ὅτι ἓν καὶ τὸ αὐτὸ περὶ
τοῦ δεσπότου φρο-
νοῦμεν. καὶ θαυμαστὸν οὐδὲν τὸν προνοητικώτατον τοῦ κυρίου ἱερέα
ὑπὲρ τοῦ τῆς
πίστεως ἔρωτος τοιαύτηι διαμάχεσθαι ἀρετῆι, ὥστε τῆι ἀτόπωι τῶν
ἐναντίων τόλμηι ἀν-
θίστασθαι καὶ τοὺς ἑαυτῶι ἐμπεπιστευμένους τοιαύταις ὑπομνήσεσι
βεβαιοῦν. ὥσπερ τοί-
νυν ἐκεῖνα ἡμῖν πικρά, οὕτω ταῦτά ἐστιν ἡδέα· ὥσπερ ἐκεῖνα ἰλυώδη,
κίνησε τῆς κοινωνίας, καὶ γινωσκέτω ὅτι αὐτὸς τὴν ἡμετέραν κοινωνίαν
ἔχειν οὐ δύναται,
ἐὰν ἐν ταύτηι τῆι τῆς διαστροφῆς ὁδῶι παραμείνηι ἐναντιούμενος τῆι
ἀποστολικῆι διδαχῆι.
συναφθείσης σοι τοίνυν τῆς αὐθεντίας τοῦ ἡμετέρου θρόνου, τῆι
ἡμετέραι διαδοχῆι χρη-
σάμενος ταύτην ἐκβιβάσεις ἀκριβεῖ στερρότητι τὴν ἀπόφασιν ἵνα ἢ ἐντὸς
δέκα ἡμερῶν
ἀριθμουμένων ἀπὸ τῆς ἡμέρας τῆς ὑπομνήσεως ταύτης τὰ κακὰ
κηρύγματα ἑαυτοῦ ἐγγρά-
φωι ὁμολογίαι ἀθετήσηι καὶ ἑαυτὸν διαβεβαιώσηται ταύτην κατέχειν τὴν
πίστιν περὶ τῆς
γεννήσεως τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἣν καὶ ἡ Ῥωμαίων καὶ ἡ τῆς σῆς
ἁγιότητος ἐκ-
κλησία καὶ ἡ καθόλου καθοσίωσις κατέχει, ἢ ἐὰν μὴ τοῦτο ποιήσηι,
εὐθὺς ἡ σὴ ἁγιότης
ἐκείνης τῆς ἐκκλησίας προνοησομένη μάθηι αὐτὸν παντὶ τρόπωι ἀπὸ τοῦ
ἡμετέρου σω-
ματίου ἀποκινητέον, ὃς οὔτε τῶν θεραπευόντων ἴασιν ἠθέλησε
καταδέξασθαι καὶ εἰς ἀπώ-
λειαν αὐτοῦ τε καὶ πάντων τῶν αὐτῶι ἐμπεπιστευμένων καθὼς λοιμώδης
ἠπείχθη.
Τὰ δὲ αὐτὰ ἐγράψαμεν πρὸς τοὺς ἁγίους ἀδελφοὺς καὶ συνεπισκόπους
ἡμῶν Ἰωάννην
Ῥοῦφον Ἰουβενάλιον καὶ Φλαβιανόν, ἵνα φανερὰ ἦι ἡ περὶ αὐτοῦ ἡμῶν,
μᾶλλον δὲ ἡ τοῦ
210
κεῖν, τὸ τὴν γένεσιν τόπον εἶναι τῶν κακῶν. Ὥσπερ οὖν τῶν ἐν λοι-
μώδει τόπῳ κατοικούντων ἐγγὺς κατοικοῦσιν αἱ νόσοι, οὕτω
δὴ καὶ τῶν ἐν γενέσει ψυχῶν ἐγγὺς οἰκεῖν τὴν κακίαν ἀληθὲς,
ἧς ἐστιν οἶκος ἡ γένεσις. Τὴν δ' αὖ ἀρετὴν οὐκ οὖσαν τῇ
γενέσει σύμφυλον, ἀλλὰ τοῖς ἔξω τῆς ὑλικῆς στάσεως, εἰκό-
τως φησὶ πόῤῥω μὲν οἰκεῖν ἡμῶν, ἱδρῶτα δὲ πρὸ ἑαυτῆς εἶναι
ὑπὸ τῶν θεῶν τεθέντα, δι' οὗ χρὴ πρὸς αὐτὴν ἐλθεῖν καὶ πόῤ-
ῥω οὖσαν ἑλεῖν, ἐπίπονον οὖσαν τὴν θήραν αὐτῆς καὶ δυσέ-
φικτον, καθὰ τὰ ἑξῆς δηλοῖ. PROCLUS.
λοιμώδη γενέσθαι,
κνησμώδης δερματοπάθεια-
καὶ ξυρουμένων πασῶν γεγόνασιν αὐταῖς οἱ κτένες ἀχρεῖοι· εὐξαμένας
δὲ τῇ Ἀφροδίτῃ ἀνατριχωθῆναι, τιμῆσαί τε αὐτὴν ἀγάλματι κτένα
φέρουσαν καὶ γένειον ἔχουσαν· διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει ὄργανα.
ταύτην γὰρ λέγουσιν ἔφορον γενέσεως πάσης, καὶ ἀπὸ τῆς ὀσφύος
καὶ ἄνω λέγουσιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουσι δὲ
αὐτὴν καὶ ἔφιππον, ὅτι Αἰνείας ὁ υἱὸς αὐτῆς πλεύσας μέχρι τῆς
δύσεως μετὰ τοῦτο ἵππῳ ἐπέβη, καὶ τὴν μητέρα ἐτίμησε τοιούτῳ
ἀγάλματι.
Κνημίς: τὸ ὑπόδημα.
Κνημοί: ἐξοχαὶ τῶν ὀρῶν. ὁππότε μιν κνημούς τε κατὰ
λασίους τε χαράδρας.
Κνησείοντα: ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι.
Κνησθείην, Κνῆσμα καὶΚνησμονὴ καὶΚνησμός· ἐκ τοῦ
κνήθω.
Κνηστιῶντες τὰς ἀκοάς: ἀντὶ τοῦ ἐπιθυμητικῶς ἔχοντες
ἀκούειν.
Κνῆστις: μάχαιρα. Ὅμηρος· κνήστι χαλκείῃ. καὶ ἐν Ἐπγράμμασι· καὶ τὰν
εὐχάλκωτον ἐΰγναπτόν τε κρεάγραν καὶ κνῆστιν. Κνήφην λοιμώδη
γενέσθαι συνέβη ποτὲ ταῖς τῶν Ῥωμαίων γυναιξί.
Κνίδη: βοτάνη. καὶΚνίδειος καρπός, τῆς Κνίδου.
Κνίζων· αἰτιατικῇ. λυπῶν, ἢ τέμνων. παρὰ τὸ κνῶ, τὸ
κόπτω. τοῦτο παρὰ τὸ κνῶ, τὸ κινῶ. κνῶ, κνήθω, κνίζω, τὸ ἐξ
ἐπιπολῆς καὶ ἰσχνῶς ξύω. ἀλλ' ἀρότρῳ βραχύβωλον ἐπικνίζοντι
χαράσσων.
Κνίζων: Ἀκύλας ἐρευνῶν, Θεόδοτος χαράσσων, Σύμμαχος
ἔχων ἢ συλλέγων.
γεται.
Λοιμός: ὁ φθορεύς.
Λοιμώδης : ὁ ὀλέθρου παραίτιος.
Λοιμοί: οἱ μὴ μόνον σφᾶς αὑτοὺς λυμαινόμενοι, ἀλλὰ καὶ ἑτέροις
τῆς λύμης μεταδιδόντες.
Λοιπάς καὶΛοιπαδάριον.
Λοιπόν: ἐπίρρημα.
Λοίσθιον: τὸ ἔσχατον. καὶΛοίσθιος ἡμέρα, ἐσχάτη.
Λοῖσθος: ὁ ἔσχατος. καὶΛοίσθῳ, ἐσχάτῳ. εἶθ' ὅγε
λοῖσθος ἄχθος ἀπορρίψας οἴχεται εἰς ἀΐδαν. περὶ Ἀλκμᾶνος ὁ λόγος.
Λοισθώνη: ἡ θρασεῖα.
κράτει τότε ὁ Μίνως καὶ μέγα ἠδύνατο καὶ πᾶσα ἡ Ἑλλὰς τοῦτον
ἐθεράπευεν
τὰ στερεά. τὸ δὲὅτι οἱ δύο κύβοι εἷς κύβος τοῦτό φησι, πῶς οἷόν τε τοὺς
δύο κύβους ἕνα κύβον ποιῆσαι. ἢ καὶ τὴν πολυθρύλλητον ἱστορίαν
αἰνίττε-
ται. Δηλίοις γὰρ λοιμώξασιν ἔχρησεν ὁ θεὸς ἀπαλλαγήσεσθαι τοῦ λοι-
μοῦ, εἰ τὸν βωμὸν διπλασιάσωσιν· ἦν δὲ οὗτος κύβος. οἱ δὲ λαβόντες
ἕτερον κύβον ἴσον ἐπιτεθείκασι τῷ βωμῷ. τοῦ λοιμοῦ δὲ μὴ παυσαμένου
ἔχρησεν ὁ θεὸς μὴ πεποιηκέναι αὐτοὺς τὸ προσταχθέν· ὁ μὲν γὰρ προς-
έταξε διπλασιάσαι τὸν βωμόν, οἱ δὲ κύβον ἐπὶ κύβῳ ἐπέθηκαν. καὶ ἦλ-
229
πατὴρ ἐπὶ τῷ Ἀργείῳ τὸν ὅρκον ἐδέξατο. ἀλλ' οὕτω μὲν Ἕλληνες τοὺς
νεκροὺς ἔκαιον τὰ ὀστᾶ μόνα κατέχοντες καὶ θάπτοντες εἰς μνήμην τῶν
καιομένων. Αἰγύπτιοι δὲ τοὺς νεκροὺς ἐταρίχευον, ἵνα ὅλον τὸ σῶμα τοῦ
ποτε
ζῶντος ἔχωσιν εἰς μνήμης ζώπυρον. πῶς δὲ ἐταρίχευον ἱστορεῖ
Ἡρόδοτος.
δῆλον δὲ ὅτι οὐ πᾶσιν ἤρεσκεν ἡ τῶν νεκρῶν καῦσις. τῶν τις οὖν
παλαιῶν
ἀχθόμενος, ὡς μιαινομένου τοῦ πυρός, οἷς ὡμίλει νεκροῖς σώμασιν,
ἐπικαλεῖται
τὸν τοῦ πυρὸς κλοπέα Προμηθέα λέγων «ἐπάρηξον, βοήθησον, κλέψον,
εἰ
δυνατόν, καὶ πάλιν τὸ πῦρ». Ὅτι ἐν τῷ «αἰεὶ δὲ πυραὶ νεκύων καίοντο
θαμειαί»
πυραὶ λέγονται αἱ μεγάλαι πυρκαϊαί. καὶ ἴσως παρ' Ὁμήρῳ ἡ πυρὰ μὲν
καὶ αἱ
πυραὶ ἐπὶ νεκρῶν καύσεως, τὸ πῦρ δὲ καὶ τὰ πυρὰ ἐπὶ τοῦ ἄλλως ἁπλῶς
ἀναπτομένου πυρός. καίεσθαι δέ φησιν ἄρτι νεκροὺς τοὺς τῶν
λοιμωξάντων.
οἱ γὰρ μετὰ ταῦτα πολέμου νόμῳ πεσόντες ἐν τῇ τοῦ Ἀχιλλέως μήνιδι
«ἑλώρια
ἐγίνοντο κύνεσί τε καὶ οἰωνοῖς», ὡς ἔφθασεν εἰπεῖν ὁ ποιητής, ὃς
μεθοδεύσει
κατὰ τὸ δυνατὸν καὶ τὴν τούτων ταφήν, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται.
τὸ
δὲ αἰεί καὶ τὸ θαμειαί τὸ πολυπληθὲς δηλοῦσι τῶν καιομένων. σημείωσαι
δὲ ὅτι
καίονται οὐ μόνον σώματα, ἀλλὰ καὶ πυραί. τοῦτο δὲ ἀντὶ τοῦ
ἐξάπτονται.
θαμειαὶ δὲ αἱ ἀλλεπάλληλοι καὶ πυκναὶ παρὰ τὸ θαμά τὸ πυκνῶς, ὅπερ ἐκ
τοῦ
ἅμα γέγονε. προϋπόκειται δὲ τοῦ θαμειαί ἀρσενικὸν ὄνομα θαμὸς ὁ
230
πυκνός, ὃ
πλεονασμῷ τῆςει διφθόγγου γέγονε θαμειός, ὥσπερ φατὸς φατειός, ἀφνὸς
τὸν Σωκράτην διαλεγόμενον καὶ λέγοντα ὅτι ‘ἴσως μὲν οὖν τὸ τῆς
ποιότητος ὄνομα ξένον σοι δόξειεν εἶναι καὶ οὐκ εἰωθός’. δηλοῖ δὲ καὶ
Ἀριστοτέλης ἐν Κατηγορίαις λέγων ‘ποιότητα δὲ λέγω’, εἰπὼν τὸ ‘λέγω’
ἀπ' αὐτοῦ τοῦ θεμένου τοὔνομα· εἰ γὰρ ἦν ἐν καταχρήσει, πάντως ἂν
οὐ ‘λέγω’ ἀλλὰ ‘λέγεται’ εἶπεν, εἴωθεν γὰρ αὐτὸς καὶ ἅπαντες δ' οἱ
παλαιοὶ τοῦτο ποιεῖν. εὗρε δὲ καὶ τὸ τῶν ἀντιπόδων ὄνομα καὶ τὸ τοῦ
μήκους ἀριθμοῦ. πράγματα δ' εὗρεν φυσικὰ ἠθικὰ θεολογικὰ πολιτικά.
φυσικὰ μὲν ὅτι ἔδειξεν τὴν μαγνῆτιν λίθον μὴ ἕλκουσαν τὸν σίδηρον,
ἀλλ' ὅτι ὁ ἀήρ ἐστιν ὁ ὠθῶν αὐτὸν πρὸς αὐτήν. μαθηματικὰ δὲ εὗρεν
232
ΛΟΙΜΩΔΗΣ ΝΟΣΟΣ
πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι
τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παρα-
φόρους λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ
νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ
πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε· τότε γὰρ ὥσπερ ἐν
σκάφει
ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ' ἀπωλείᾳ
τούτου συμφρονησάντων καὶ οἱ ἐπιβουλεύσαντες αὐτῇ νηὶ οὐχ ἥκιστα
συναπώλοντο. βαρύτατον γὰρ κακῶν καὶ σχεδὸν ἀνίατον μόνον ἡ πάν-
των τῶν ψυχῆς μερῶν πρὸς τὸ ἁμαρτάνειν συνεργία, μηδενὸς οἷα ἐν
πανδήμῳ συμφορᾷ δυνηθέντος ὑγιαίνειν, ἵνα τοὺς πάσχοντας ἰᾶται, ἀλλὰ
καὶ τῶν ἰατρῶν ἅμα τοῖς ἰδιώταις καμνόντων, οὓς ἡ λοιμώδης νόσος
ἐφ' ὁμολογουμένῃ συμφορᾷ πιέσασα κατέχει. τοῦ παθήματος τούτου
σύμβολον ὁ μέγας ἀναγραφεὶς παρὰ τῷ νομοθέτῃ κατακλυσμός ἐστι,
τῶν τε ἀπ' οὐρανοῦ καταρρακτῶν τοὺς κακίας αὐτῆς λάβρῳ φορᾷ χει-
μάρρους ἐπομβρούντων καὶ τῶν ἀπὸ γῆς, λέγω δὲ τοῦ σώματος, πηγῶν
ἀναχεουσῶν τὰ πάθους ἑκάστου ῥεύματα πολλὰ ὄντα καὶ μεγάλα, ἅπερ
εἰς ταὐτὸν τοῖς προτέροις συνιόντα καὶ ἀναμιγνύμενα κυκᾶταί τε καὶ τὸ
δεδεγμένον ἅπαν τῆς ψυχῆς στροβεῖ χωρίον δίναις ἐπαλλήλοις. “ἰδὼν”
γάρ φησι “κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων
ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ
πάσας τὰς ἡμέρας” ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν,
ὑπὸ τῆς ἀμπεχόνης παρὰ ταῖς λαγόσι πήξαντες, ἵνα μηδ' ἄκοντές τι
τῶν εἰς τὸ σωθῆναι παράσχησθε; καὶ καθεδεῖσθε ἐν τοῖς συναγωγίοις
237
ὑμῶν, τὸν εἰωθότα θίασον ἀγείροντες καὶ ἀσφαλῶς τὰς ἱερὰς βίβλους
ἀναγινώσκοντες κἂν εἴ τι μὴ τρανὲς εἴη διαπτύσσοντες καὶ τῇ πατρίῳ
φιλοσοφίᾳ διὰ μακρηγορίας ἐνευκαιροῦντές τε καὶ ἐνσχολάζοντες; ἀλλὰ
γὰρ ἀποσεισάμενοι πάντα ταῦτα πρὸς τὴν ἑαυτῶν καὶ γονέων καὶ τέκνων
καὶ τῶν ἄλλων οἰκειοτάτων καὶ φιλτάτων σωμάτων, εἰ δὲ δεῖ τἀληθὲς
εἰπεῖν, καὶ κτημάτων καὶ χρημάτων, ὡς μηδὲ ταῦτα ἀφανισθείη, βοή-
θειαν ἀποδύσεσθε. καὶ μὴν οὗτος αὐτὸς ἐγὼ τὰ λεχθέντα, ἔφη, πάντα
εἰμί, τυφώς, πόλεμος, κατακλυσμός, κεραυνός, λιμηρὰ καὶ λοιμώδης
νόσος, ὁ τινάττων καὶ κυκῶν τὰ παγίως ἑστῶτα σεισμός, εἱμαρμένης
ἀνάγκης οὐκ ὄνομα, ἀλλ' ἐμφανὴς ἐγγὺς ἑστῶσα δύναμις. τί οὖν τὸν
ταῦτα λέγοντα ἢ διανοούμενον αὐτὸ μόνον εἶναι φῶμεν; ἆρ' οὐκ ἐκτό-
πιον; ὑπερωκεάνιον μὲν οὖν ἢ μετακόσμιόν τι καινὸν κακόν, εἴ γε τῷ
πάντα
μακαρίῳ ὁ πάντα βαρυδαίμων ἑαυτὸν ἐξομοιοῦν ἐτόλμησεν. ὑπερθεῖτ' ἂν
οὗ-
τος ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας βλασφημεῖν, | ὁπότε τι
τῶν
ἐλπισθέντων κατὰ τὰς ἐτησίους ὥρας ἢ μὴ συνόλως ἢ μὴ ῥᾳδίως ἀποβαί-
νοι, φλογμὸν μὲν θέρους, κρυμὸν δὲ [καὶ] χειμῶνος βαρὺν
κατασκήπτοντος,
ἔαρος δὲ καὶ μετοπώρου, τοῦ μὲν πρὸς εὐκαρπίαν ἐστειρωμένου, τοῦ
δὲ πρὸς νοσημάτων γενέσεις εὐτοκίᾳ χρωμένου; πάντα μὲν οὖν ἀνα-
σείων κάλων ἀχαλίνου στόματος καὶ κακηγόρου γλώττης, ὥσπερ τὸν
ἈΡΧΗ ΤΟΥ Μ.
πολλοὶ ἐμαρτύρησαν.
(6) Τοῦτον διαδέχεται Γάλλος καὶ Βολοσιανὸς
ἔτη βʹ.
ΡΝΔʹ. Βασιλεία Οὐαλεριανοῦ.
Τούτους Οὐαλεριανὸς καὶ Γαλλιανὸς διαδέχονται
ἔτη ιεʹ.
Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Οὐαλεριανὸς
ἔτος αʹ καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ.
ΡΝΕʹ. Περὶ τῆς λοιμικῆς νόσου.
Ἐφ' οὗ ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ
ὀργὴν μεγάλην ἐκπέμψαντος, λοιμώδης νόσος τὸ ἀν-
θρώπινον γένος διέφθειρεν (εἰς 359 ἐξάλειψιν)·
ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες
ἀνῄεσαν· καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν
ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀνέπνεον, ὡς
νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. Συν-
εχῶς οὖν ἐκ τοῦ τοιούτου λοιμοῦ τὴν γῆν συν-
εῖχε βαρέα καὶ ἀνίατα νοσήματα, ὡς ἄπειρον
καὶ ἀναρίθμητον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλε-
θρον· θρῆνοί τε καὶ οἰμωγαὶ διὰ τὸ πλῆθος τῶν
ὀλλυμένων ἐγίνετο πανταχοῦ καὶ,
πον καὶ τοὺς ἐκεῖσε ἀναθεωρήσω καὶ ὡς δῆθεν ἀνεψιοῦ τοῦ μακαρίτου
αὐθεντός μου τοῦ βασιλέως κυροῦ Κωνσταντίνου καὶ ὑπὲρ τοῦ πατρὸς
ἐπαύριον
δὲ διὰ τῶν πατρικίων μήνυμα ἐγεγόνει πρὸς τὸν ἡμέτερον ἡγεμόνα παρὰ
τοῦ
οἴονται. Καὶ ὁ Πρωτεὺς θεὸς εἷναι τοῖς Αἰγυπτίοις νομίζεται καὶ ἡ Ἑλένη
τῶν ἱερῶν αὐτῷ κοινωνεῖ, ἣν Ξένην Ἀφροδίτην ὀνομάζουσιν οἱ τελού-
μενοι· καὶ Ἰταλοὶ θεοῖς συναριθμοῦσι τοὺς βασιλεῖς ἅπαντας καταλέ-
γοντες. Ὁ δὲ Ἀλέξανδρος τρεισκαιδέκατος θεὸς παρ' Ἀθηναίοις ἀνη-
γορεύετο, ἀλλὰ πολλάκις τραυματίας γενόμενος καὶ νοσήσας, ἐπειδὴ
ἀπέθανεν, ἐγνώσθη τὴν φύσιν θνητὸς ὑπάρχων ὁ τέως εἰς τοὺς θεοὺς
ἀναγεγραμμένος. Οὕτω καλὰ τοῖς ἀνθρώποις μαθήματα τὰ τῶν καλῶν
παθήματα γίγνεται. Καὶ τὸ ὅλον, ἢ γὰρ πρὸς ἐπίδειξιν ἀρετῆς πάθοι
ἂν κακῶς ὁ ἄνθρωπος ἢ πρὸς παῦλαν κακίας· εἰ δὲ οὐ παύεται, πρὸς
παράδειγμα τοῖς ἄλλοις ἡ τιμωρία. Καὶ σεισμοὶ καὶ αὐχμοὶ καὶ ἐπικλύσεις
καὶ ἡ λοιμώδης νόσος καὶ ἀήθεις ἀστέρες καὶ καρπῶν ἀφορίαι καὶ
κεραυνῶν φοραὶ ἀνθρώπων κακίαν ἐκχεομένην ἐξείργουσιν· τὴν γὰρ
πάνδημον ὕβριν δημοσία μάστιξ παιδευέτω, τὸ μέρος ἐκτέμνουσα, ὡς ἂν
τὸ ὅλον σωθῇ, οἷον ἰατρὸς ἄριστος, τοῦ πάθους ἐπιβρίσαντος καὶ ἐπι-
νεμομένου, τὸ σκέλος τοῖς διακόπτειν τεταγμένοις παραδίδωσιν, ὡς ἂν
247
αὐτοῖς τὴν ὅλην τῆς θέσεως εὐκοσμίαν καὶ τὰς τῶν μετάλλων φύσεις
λεπτότατα κατεξητασμένας τῶν τε προτεμενισμάτων τὸ εὐπρεπὲς ἅμα
καὶ ἀναγκαῖον μεγέθη τε καὶ ὑψώματα καὶ ὅσα ἰθύγραμμα σχήματα καὶ
ὅσα κυκλικὰ καὶ ὅσα ἐκκρεμῆ καὶ προτεταμένα. γνοίης δὲ ἂν ἐκ τῶν
ἐπῶν καὶ ὅπως ἀργύρῳ τε καὶ χρυσῷ τὸ ἱερώτερον χωρίον καὶ τοῖς
ἀπορρήτοις ἀποκεκριμένον πολυτελέστατα καταπεποίκιλται, καὶ εἴ τι
ἄλλο πρόσεστι μέγα ἢ ἐλάχιστον γνώρισμα, οὐ μεῖον ἢ οἱ θαμὰ ἐν αὐτῷ
περιπάτους ποιούμενοι καὶ ἅπαντα διασκοποῦντες. 9 ἀλλὰ γὰρ ἥδε
μὲν ἡ δευτέρα τοῦ νεὼ ἐπισκευὴ καὶ ἀνόρθωσις ὀλίγῳ ὕστερον χρόνῳ
ἀπείργασται καὶ ξυνετελέσθη.
10. Ἐκείνου δὲ τοῦ ἔτους ἅμα ἦρι ἀρχομένῳ ἡ λοιμώδης νόσος
αὖθις τῇ πόλει ἐνέπεσε καὶ μυρία διέφθειρε πλήθη, λήξασα μὲν ἐς τὸ
παντελὲς οὐδ' ὁπωστιοῦν, ἐξ οὗ τὴν ἀρχήν, φημὶ δὴ κατὰ τὸ
πέμπτονκαὶ δέκατον ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας, ἐν τῇ καθ'
ἡμᾶς εἰσήρρησεν οἰκουμένῃ. 2 μεταβᾶσα δὲ πολλάκις μεταξὺ ἄλλοτε
ἄλλοθι καὶ τόπον ἐκ τόπου λυμηναμένη καὶ ταύτῃ τοῖς λειπομένοις
ἀνακωχῆς τινος μεταδοῦσα, τότε δὴ οὖν πάλιν ἐς τὸ Βυζάντιον ἐπανῆκεν,
ρεῖν ἤθελεν, οἷον τὸν Δία εἰς οὐρανὸν ἀνάγειν ἢ ἥλιον ἢ ἀέρα ἢ νοῦν,
Ἀθηνᾶν
248
θέλομεν κἂν ἐν
τῶι τυχόντι γοῦν ὑμᾶς ὑστερῆσαι τοῖς τὰ μέγιστα κατορθώσασι βοηθείαι
τῶν τῆς γῆς
βασιλέων. τούτοις προστίθεσθε οἷς ἐγράψαμεν εἰδότες γινώσκουσιν καὶ
αὐτοῖς τί τοῖς
ἰδίοις ὀφείλουσι παρασχεῖν καιροῖς· γινώσκουσιν ὅτι τοῖς θεμελίοις τῆς
καθολικῆς πίστεως
ἡ ἰδία αὐτῶν συνέστηκε βασιλεία, καθαρὰ παρὰ τῶν ἁγίων κληρονόμων
τῆς πατρώιας
καὶ παππώιας πίστεως ἡ φλὲψ φυλάττεται· βρύει ἀπ' αὐτῶν ἄφθορος διὰ
τῶν ἀπογόνων·
οὐδέποτε ταύτην ἐν τούτοις τίς ποτε ἰλὺς συνεθόλωσε· φυλάττει τῆς
πηγῆς τῆς ἰδίας
τὸν ἀρχαῖον τῆς πίστεως δρόμον, ὅταν τοῦτο ὅπερ εἴληφε τὸ γένος,
ὁρᾶται ἐν τοῖς
ἐκγόνοις. κύνα καὶ ἐργάτην κακὸν ὁμοῦ διώξωμεν· ποιήσατε παρόντες
ὑμεῖς ὅπερ προ-
τρεπόμεθα ἡμεῖς ἀπόντες. γενικῶς γὰρ τὴν φροντίδα ταύτην πᾶσι μὲν
χρεωστοῦμεν,
ἐξαιρέτως δὲ προσῆκον ἡμᾶς Ἀντιοχεῦσι κινδυνεύουσι βοηθῆσαι, οὓς ἡ
λοιμώδης νόσος ἐπολιόρκησε. λύσωμεν τῶν συνδέσμων πάντων τὴν
πόλιν, ἐν ἧι, ὡς αἱ Πράξεις τῶν ἀποστόλων λέγουσι, χρηματίσαντας
πρώτως ἔγνωμεν Χριστιανοὺς ἡμᾶς. πάσηι οὖν
δυνάμει τούτους ἐπαμύνωμεν οἷς κατὰ τὴν θρηισκείαν χρεωστεῖν ἡμᾶς
γιγνώσκομεν ὃ
καλούμεθα.
Ταύτην τὴν φροντίδα τὴν ἡμετέραν παρόντες ἐδοκίμασαν οἱ
θεοφιλέστατοι υἱοὶ καὶ
πάνυ ἡμῖν καταθύμιοι Ἰωάννης τε ὁ πρεσβύτερος καὶ Ἐπιθυμητὸς ὁ
διάκονος, οὕστινας
παραγενομένους πρὸς ἡμᾶς θᾶττον ἀπελύσαμεν, φροντιστικώτερον τοῦτο
πράττοντες ἵν'
οὓς ταῖς ἡμέραις τῆς δεσποτικῆς γεννήσεως ἐδεξάμεθα, τούτους τῶι
καιρῶι τῆς ἀναστά-σεως τῆς δεσποτικῆς ἀποκαταστήσωμεν. περὶ δὲ
τούτων τῶν μετὰ Νεστορίου τὴν αὐτὴν φρονησάντων ἀσέβειαν καὶ
κοινωνοὺς ...
ΛΟΙΜΟΥ
Λέξεις που έλκουν αμφότερες την καταγωγή τους από την αρχαία
ελληνική γλώσσα, τα ουσιαστικά λιμός και Λοιμός πολύ συχνά
251
Λέξεις της νέας ελληνικής γλώσσας που ανήκουν στην ίδια οικογένεια
είναι τα ρήματα λιμοκτονώ (πεθαίνω από πείνα ή ασιτία, πένομαι,
βρίσκομαι σε έσχατη ένδεια, είμαι πάμφτωχος) και λιμάζω (υποφέρω ή
πεθαίνω από την πείνα), η μετοχή λιμασμένος (πεινασμένος), τα
ουσιαστικά λιμοκτονία (θάνατος από πείνα), λίμα (έντονη πείνα,
λαιμαργία) και λιμοκοντόρος (πεινασμένος ή φτωχός νέος που ντύνεται
και καλλωπίζεται επιδεικτικά, για να κάνει εντύπωση), καθώς και το
επίθετο λιμώδης (πειναλέος, θεονήστικος).
«Έτι δεόμεθα υπέρ τού διαφυλαχθήναι την αγίαν εκκλησίαν και την
πόλιν ταύτην, και πάσαν πόλιν και χώραν από λοιμού, λιμού, σεισμού,
καταποντισμού, πυρός, μαχαίρας…»
...μου” ἔφη “καὶ βασιλεῦ, ἐμοὶ μὲν σύνηθες πρὸς τὸν κύριον Ἀθα-
νάσιον ἐκ διαλειμμάτων τινῶν καιριακῶν παραγίνεσθαι. καὶ δὴ
καὶ παραγεγονὼς τὴν σήμερον κατηφείας εὗρον τὸν ἄνδρα μεστὸν
καὶ πλήρη συννοίας ὅσον εἰκάσαι. ὅθεν καὶ πρός με λέγων τὸ
ποιοῦν τὴν κατήφειαν ἐκ θάρρους οὗ πρὸς ἐκεῖνον ἔχω, ὀργήν
φησι θείαν ἐφειμένην τοῖς ἐνθάδε κατανοῶ καὶ αἴθ' εἴ τις ἴοι
καὶ βασιλεῖ ἀγγείλειε τὴν ἐμὴν συμβουλήν, μοναῖς ἁπάσαις
προστάξαι, πλὴν ἐκ τῆς σήμερον, παννύχους τοὺς ἐν αὐταῖς καὶ
ἐκτενεῖς ἱκετείας ἐπιτελεῖν, λέγοντας καὶ αὐτὴν τὴν ἐκτενῆ δέη-
σιν, ὑπὲρ τοῦ διαφυλαχθῆναι πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λι-
μοῦ λοιμοῦ σεισμοῦ καταποντισμοῦ, καὶ ταῦτα πράττειν καὶ
τὴν σήμερον καὶ τὴν αὔριον καὶ τὴν μετ' ἐκείνην, καὶ ἐς ἀεὶ σχε-
δὸν ἐξιλεουμένους τὸ θεῖον διὰ τῆς συνεχοῦς παρακλήσεως. οὕτω
γάρ, οἶμαι, καὶ θεὸς ἀνεὶς τὴν ὀργὴν εὐμενὴς ἡμῖν γένοιτο.
ταῦτ' ἀκούσας ἐγὼ ἐλθὼν τῷ Ἡρακλείας μητροπολίτῃ τὸν λόγον
ἐκοινωσάμην, καὶ ὃς παρευθὺς ἐπείγει μοι τὴν πρὸς τὴν βασι-
λείαν σου ἄφιξιν ἐφ' ᾧπερ ἀνενεγκεῖν ὅσον παρὰ τοῦ ἀνδρὸς
ἤκουσα. πάρειμι τοίνυν καὶ λέγω, καὶ ὡς δόξει τῇ ἐκ θεοῦ βα-
σιλείᾳ σου, κελευέτω τε καὶ πραττέτω. πλὴν εἰ ἐν φροντίδι
ποιεῖς τὸν λόγον τῇ προσηκούσῃ, αὐτόθεν ἄρχεσθαι τὸ ἔργον κέ-
λευε γίνεσθαι κατὰ τὴν τοῦ εἰπόντος παραγγελίαν.
Περί λοιμώδους
Περὶ καταφάσεως καὶ ἀποφάσεως αʹ,
Καλλισθένης ἢ περὶ πένθους αʹ,
Περὶ κόπων αʹ,
Περὶ κινήσεως αʹ βʹ γʹ,
Περὶ λίθων αʹ,
Περὶ λοιμῶν αʹ,
Περὶ λιποψυχίας αʹ,
Μεγαρικὸς αʹ,
Περὶ μελαγχολίας αʹ,
Περὶ μετάλλων αʹ βʹ,
254
Ϟα Περὶ συντήξεως
Ϟβ Περὶ τῶν ἐν ταῖς θερμαῖς καὶ ξηραῖς
κράσεσι γιγνομένων πυρετῶν χωρὶς
φλεγμονῆς καὶ σήψεως. Κηρωτὴ ἐμ-
ψύχουσα
Ϟγ Περὶ ἑκτικῶν καὶ μαρασμωδῶν πυρετῶν
Ϟδ Ἑκτικῶν πυρετῶν θεραπεία
Ϟε Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ
λοιμωδῶν νοσημάτων
Ϟϛ Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ
Ϟζ Περὶ τῶν ἐπὶ πλήθει ὠμῶν χυμῶν
συγκοπτομένων
Ϟη Περὶ τῶν διὰ ξανθὴν χολὴν συγκοπτο-
μένων
Ϟθ Περὶ τῶν ἐπὶ λεπτοῖς χυμοῖς συγ-
κοπτομένων
ρ Περὶ τῶν ἄλλων προφάσεων ἐφ'
ὧν γίνονται συγκοπαί
ρα Περὶ ὀδύνης συγκοπὰς ἐπιφερούσης
ρβ Περὶ λειποθυμίας
σπασμοὶ βίαιοι καὶ ἄλλα δὲ πονηρά, ἕλκη καὶ ἀνθρακώδη καὶ πάνδεινα
γένοιτ' ἂν ἐν λοιμῷ κατά τε τὸ ἄλλο σῶμα καὶ ἐν προσώπῳ καὶ πα-
ρισθμίοις.
<καὶ τοίνυν τὰ μὲν ἔνδημα νοσήματά ἐστιν,> ὅσα πλεονάζει διὰ παν-
τὸς ἔν τινι χώρᾳ, [ἅπερ δὴ καὶ ἔνδημα προσαγορεύεται,] τῶν κοι-
νῶν πολλοῖς ὄντα καὶ αὐτά, καθάπερ καὶ ὁ Λοιμός. ἔστι γὰρ καὶ
οὗτος ἐκ τῶν κοινῶν νοσημάτων, ὡς αὐτὸς αὖ καὶ περὶ τοῦδε σαφῶς
ἐδήλωσεν ἐν τῷ Περὶ διαίτης ὀξέων, [ὧδέ πως εἰπών· “ὅταν γὰρ μὴ
λοιμῶδες νόσου τρόπος τις κοινὸς ἐπιδημήσηι, ἀλλὰ σποράδες ὦσιν αἱ
νοῦσοι καὶ μὴ παραπλήσιαι αὐτέοισιν, ὑπὸ τούτων τῶν νοσημάτων οἱ
πλείους ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.” δῆλον
οὖν] ὡς ἐκ τοῦ γένους τῶν <ἐπιδημίων> νοσημάτων, ὅσα κακο-
ηθέστατα γίνεται καὶ λοιμώδη καλεῖται· τὸ δὲ τῶν <ἐπιδημίων> ἐκ
τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένους ἐστίν, ὃ ταῖς σποράδεσι
νόσοις ἀντιδιαιρεῖται· ταῦτα μὲν οὕτως αὐτὸς <διεῖλε καὶ> ὠνόμασεν,
261
οἷόν τε τὴν μίξιν τοῦ μέλιτος κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς πάντας·
δοτέον δὲ τὴν μὲν πρώτην τὸ γάλα τῆς ὄνου κυάθου μὴ πλέον, εἰς-
αχθείσης τῆς ὄνου εἰς τὸν κοιτῶνα πρὸς τὸ θερμὸν ἔτι ὑπάρχον τὸ
γάλα ποθῆναι. εἰ οὖν καλῶς πεφθείη καὶ μὴ διαφθαρείη, ἔξεστιν αὐξῆσαι
τὸ πλῆθος προστιθέντας κατὰ δόσιν ἥμισυ κυάθου. τὴν δὲ λοιπὴν δίαι-
ταν ποιεῖσθαι, ὡς ἐπὶ τῶν ξηρῶν τῆς γαστρὸς δυσκρασιῶν, ὡς ἐν τῷ
οἰκείῳ τόπῳ ἐν τῷ <θ> λόγῳ ῥηθήσεται. ὅσῳ δέ ἐστιν ἡ τῶν ἑκτικῶν πυ-
ρετῶν θερμασία θερμοτέρα ἐκείνων, τοσούτῳ καὶ τῶν βοηθημάτων δεῖ-
ται ψυχροτέρων καὶ ἀκριβείας πλείονος, μὴ βλάβη τις παρέποιτο ἰσχυ-
ροτέροις βοηθήμασι χρησαμένων ἡμῶν.
Περὶ πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοσημάτων. πανδή-
μους καὶ κοινὰς νόσους ὀνομάζουσι τὰς πολλοῖς ἀνθρώποις ἅμα συμ-
πιπτούσας, ὧν ὥσπερ ἡ γένεσις οὕτω καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν
ἐδέσματα πονηρὰ τίκτουσι νοσήματα κοινὰ καὶ ὕδατος μοχθηροῦ πόσις
ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐκλείποντες ἔνδειαί τε καὶ
πλησμοναί, λιμοῦ καταστάντος καὶ εὐθηνίας ἐπιγενομένης. καὶ χωρίου
δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκε τοῦ εἰσπνεομένου ἀέρος
ὑπὸ σηπεδονώδους ἀναθυμιάσεως μιανθέντος. ἡ δὲ αἰτία τῆς τοιαύτης
σηπεδονώδους ἀναθυμιάσεως ἤτοι πλῆθος νεκρῶν ἐστιν, ὡς ἐν πολέμοις
γίγνεται, ἢ ἐκ τελμάτων τινῶν ἢ λιμνῶν ἢ βαράθρου τινὸς παρακειμένου
καὶ ἀναθυμίασιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμποντος·
ΕΥΡΕΤΗΡΙΟΝ
Αγαθίας, 186, 187, 188, 244 Διονύσιος Αλικαρνασσέας, 75, 76, 234,
Αθανάσιος θεολόγος., 10, 139 235
Αίλιος Ηρωδιανός, 80, 236 Δούκας Ιστορία, 175, 176, 241
Αίτιος ιατρός, 105, 106, 107, 108, 109, ἐπιδημιῶν, 38, 42, 43, 44, 45
110, 111, 253, 259 Ἐπιδημιῶν, 41, 51, 56, 57, 60, 251
ἄνοσος, 7 ἐπιδήμων, 56, 57, 105, 106, 107, 192,
ἀποθεραπείας, 192, 263 251, 253, 260, 263
Αρεταίος ιατρός, 111, 112, 113 Ευσέβιος, 9, 132, 133, 134, 135, 219, 262
Αριστοτέλης, 6, 77, 78, 79 Ευστάθιος, 194, 195, 196, 197, 198, 199,
Αριστοτέλης., 6, 77, 78, 79 200, 201, 226, 227, 245
ἀσθένειαν, 26, 142 Θεοδώρετος, 15, 16, 17, 18, 202, 203
Βαλέριος Αψίνης., 137, 237 θεραπεία, 106, 206, 246, 251, 253, 258,
Βασίλειος Καισαρείας, 10, 11 260
Γαληνός ιατρός, 34, 35, 36, 37, 38, 39, θεραπείας, 135, 185
40, 41, 42, 43, 44, 45, 46, 47, 48, 49, 50, θεραπεύεται, 19
51, 52, 53, 54, 55, 56, 57, 58, 59, 60, 61, Θουκυδίδης, 5, 9, 23, 35, 37, 230, 231
62, 63, 64, 65, 66, 67, 68, 69, 70, 71, 72, ἰατρικὴν, 27, 59, 60
73, 74, 99, 100, 217, 251, 257 ἰατρὸς, 48, 184, 192, 200, 244, 263
Γεώργιος Μοναχός, 20, 21, 158, 159, 160, Ιούλιος Πολυδεύκης, 101
161, 238, 239 Ἱπποκράτης, 9, 34, 38, 45, 67, 68, 124,
Γεώργιος Σφραντζής, 171, 172, 173, 174, 201
240 Ἱπποκράτους, 51, 54, 58, 74
Γρηγόριος Νύσσης, 130, 131, 132 Ιωάννης Δαμασκηνός, 18, 19
δηλητήρια, 72, 112 Ιωάννης Ζωναράς, 168, 169, 240
δηλητηριώδη, 107, 108, 114, 129, 259, Ιωάννης Τζέτζης, 22
260, 261 Ιωάννης Χρυσόστομος, 12, 13, 14, 15,
142
267
κακοηθεστέροις, 109 171, 179, 185, 188, 196, 205, 210, 211,
Κωνσταντίνος 7ος Πορφυρογέννητος, 212, 213, 214, 215
155, 156, 157, 225 λοιμώδης, 5, 20, 23, 24, 25, 26, 29, 45, 49,
λιμός, 134, 160, 161, 248, 249 60, 69, 71, 73, 76, 77, 80, 82, 87, 89, 93,
λιμοῦ, 98, 107, 135, 156, 218, 220, 249 94, 95, 97, 124, 125, 138, 142, 145, 147,
λιμώδης, 248 148, 152, 154, 155, 158, 159, 160, 161,
λοιμικὰ νοσήματα, 114, 129 163, 166, 167, 170, 174, 176, 183, 184,
λοιμικὴ, 80, 181, 194, 215, 236 187, 192, 193, 197, 202, 206, 207, 208,
λοιμικῶν ἀρρωστημάτων, 31 209, 222, 232, 233, 234, 235, 236, 237,
Λοιμοί, 215 238, 239, 240, 241, 243, 244, 245, 246,
Λοιμός, 3, 4, 58, 103, 195, 211, 215, 248, 247
249, 257 Λοιμώδης πυρετὸς, 99
λοιμοῦ, 12, 15, 37, 49, 67, 103, 119, 120, λοιμώδους, 3, 13, 18, 22, 31, 35, 37, 38,
135, 161, 180, 197, 199, 220, 224, 225, 41, 44, 48, 51, 62, 66, 67, 72, 86, 88, 89,
226, 229, 239, 245, 249, 250, 258, 260 90, 91, 95, 96, 100, 107, 108, 114, 116,
λοιμοῦ,, 12, 37, 249 117, 118, 124, 129, 132, 133, 135, 136,
λοιμῷ, 7, 9, 12, 13, 14, 15, 16, 20, 22, 41, 141, 142, 149, 153, 156, 164, 165, 169,
52, 67, 71, 106, 111, 123, 252, 254, 256 172, 173, 175, 177, 178, 179, 181, 201,
λοιμώδεα, 112, 113 203, 213, 216, 242, 250, 257
λοιμώδεες, 113 λοιμωδῶν, 36, 39, 50, 55, 56, 57, 104,
λοιμώδει, 21, 30, 32, 35, 41, 57, 92, 134, 106, 107, 109, 110, 192, 195
135, 143, 153, 155, 160, 162, 165, 170, λοιμωδῶν ἐμνημόνευσα πυρετῶν, 39
172, 174, 178, 181, 186, 190, 200, 210 λοιμωδῶν νοσημάτων, 260
λοιμώδεις, 10, 14, 36, 40, 48, 49, 50, 53, λοιμωδῶν πυρετῶν, 36
59, 60, 104, 106, 116, 122, 131, 137, λοιμωδῶς ἐνόσησεν, 53
139, 143, 146, 148, 194, 201, 204 λοιμῶι, 21
λοιμώδεις καὶ νοσοποιοὶ, 14, 143 λοιμῶν, 5, 8, 9, 10, 11, 12, 13, 14, 15, 17,
λοιμώδεις καταστάσεις, 36 18, 19, 20, 49, 50
λοιμώδεις πυρετοί, 53, 106 λοιμῶξαι, 220
λοιμώδεος, 55, 64, 65, 102, 111 λοιμώξαιεν, 227
λοιμώδεος νούσου, 55, 64, 65, 102 λοιμώξαντες, 218, 220, 221, 231
λοιμῶδες, 6, 18, 23, 26, 27, 56, 58, 64, 65, λοιμωξάντων, 217, 226, 229, 230
77, 78, 79, 83, 102, 105, 116, 117, 118, Λοιμωξάντων, 219
119, 120, 123, 128, 147, 150, 152, 164, λοιμώξει, 223
168, 185, 189, 198, 199, 204, 251, 254, λοιμώξεται, 224
255, 258 λοίμωξη, 3, 249
λοιμώδεσι, 31, 34, 39, 54, 109, 115, 121, λοιμώξουσιν, 145, 221, 224
126, 133, 191 λοιμώξωσιν, 12, 228
λοιμώδεσι νόσοις·, 31 λοιμώσσειν, 11
λοιμώδεσί τισιν ἀρρωστήμασι, 183 λοιμώττοντας, 15
λοιμώδεσιν, 33, 126 λοιμώττουσιν, 7, 35
λοιμώδεσιν νόσοις, 33 Λοιμώττουσιν, 8
λοιμωδέστατον, 190 Μάξιμος, 7, 8
λοιμωδέστερον, 146 νοσεῖ, 6, 57, 79, 190
λοιμωδεστέρους, 22 Νόσημα, 6, 12, 26, 35, 56, 58, 59, 60, 77,
λοιμώδη, 6, 8, 19, 22, 27, 28, 33, 38, 42, 78, 123, 124, 164, 168, 192, 204, 212,
43, 44, 46, 47, 58, 59, 60, 61, 62, 63, 65, 249
67, 68, 70, 71, 72, 74, 75, 79, 84, 85, 86, νοσήματα, 6, 56, 57, 58, 59, 63, 65, 74,
87, 94, 98, 99, 101, 103, 107, 108, 111, 78, 79, 107, 114, 116, 129, 139, 154,
119, 120, 129, 130, 131, 136, 138, 140, 159, 161, 196, 238, 239
144, 150, 151, 156, 157, 158, 167, 169,
268
νοσήματος, 13, 43, 49, 51, 105, 142, 149, Παλλάδιος ιατρός, 122, 123
150, 164, 173, 179, 181, 212 πανδήμων, 58, 105, 106, 107, 192, 252,
νοσημάτων, 30, 55, 56, 58, 59, 62, 63, 64, 253, 258, 259, 260, 261, 262, 263
65, 74, 105, 106, 107, 114, 123, 131, πάσχοντες, 25
192, 195, 234, 251, 253, 258, 259, 260, Παύλος ιατρός., 104, 251, 252, 258, 259
261, 262, 263 Παυσανίας Ελλάδος περιήγησις, 87, 88,
νοσημάτων ἰάσεως, 55 89, 90, 91, 92, 93, 94, 95, 96
νόσοι, 5, 56, 82, 148, 210, 211 Περὶ λοιμικῶν, 116, 117, 118, 254, 255
νόσον, 6, 8, 25, 27, 28, 30, 33, 42, 74, 79, περὶ λοιμοῦ, 106, 252, 253, 254
84, 85, 86, 87, 92, 94, 97, 100, 103, 121, Περὶ λοιμώδους, 254, 255
145, 150, 157, 158, 169, 171, 184, 188, Περὶ λοιμῶν, 251, 256
205, 210, 211, 213, 215, 224, 244 Πλάτων, 5, 35, 191
νόσος, 3, 5, 20, 23, 24, 26, 29, 76, 77, 80, Πλούταρχος, 23, 24, 25, 26, 27, 210, 211,
82, 87, 89, 93, 94, 95, 97, 131, 138, 145, 216, 232
152, 154, 159, 161, 163, 166, 170, 174, Ποτιδαιᾶται, 96
176, 177, 178, 181, 184, 187, 194, 197, Ποτιδαιατῶν, 96
202, 206, 208, 215, 222, 232, 233, 234, πυρετοῖς, 54, 100, 108, 109, 110, 121, 192,
235, 236, 237, 238, 239, 240, 241, 242, 252, 259, 263
244, 245, 246, 247, 249 πυρετὸν, 35, 39, 49, 50, 67, 74, 118, 119,
νόσος·, 5 120, 121, 122, 125
νόσου, 20, 22, 51, 58, 84, 86, 88, 89, 90, πυρετοὺς, 40, 48, 50, 69, 70, 72, 78, 107,
91, 95, 96, 100, 121, 131, 133, 135, 150, 121, 192, 260, 263
153, 156, 161, 164, 165, 169, 175, 176, Σούδα, 213, 214
177, 178, 187, 213, 216, 224, 239, 241, Συμπλίκιος, 184, 185
242, 245 Σχόλια στην Ομήρου Ιλιάδα, 194, 195,
νόσους, 55, 67, 72, 107, 115, 194, 259, 196, 197, 198, 199, 200, 201, 226, 227,
260, 261, 262 245
νόσῳ, 14, 21, 24, 25, 30, 32, 35, 92, 97, Σχόλια στον Θουκυδίδη, 211, 212
124, 134, 135, 144, 151, 153, 155, 160, ὑγιὴς, 7, 51, 184, 244
162, 165, 170, 171, 172, 174, 178, 180, Φίλων Ιουδαίος, 28, 29, 30, 31, 32, 233,
181, 182, 194, 223, 233, 237 234
νοσῶδες, 6, 79 Φλάβιος Ιώσηπος, 96, 97, 98, 236
Ορειβάσιος ιατρός, 115, 116, 117, 118, φλεγμονὴ, 112, 113, 116, 117, 118, 254,
119, 120, 121, 254, 255, 261 255
πάθος, 35, 54, 74, 75, 97, 111, 112, 113, Φώτιος βιβλιοθήκη, 192, 263
114, 119, 120, 129, 131, 138, 150, 178,
198, 202, 204